Αναζήτηση αυτού του ιστολογίου

Σάββατο 15 Ιουνίου 2024

Συναξάριον τοῦ Μηναίου.Τῇ ΙΕ´ (15ῃ) τοῦ αὐτοῦ μηνὸς Ἰουνίου.



Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Συναξάριον τοῦ Μηναίου.
Τῇ ΙΕ´ (15ῃ) τοῦ αὐτοῦ μηνὸς Ἰουνίου, μνήμη τοῦ Ἁγίου Προφήτου Ἀμώς. (†787 π.Χ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Ἱερωνύμου, ὃς ἐχρημάτισε μαθητὴς τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου τοῦ Θεολόγου. (†420)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Αὐγουστίνου, ἐπισκόπου Ἱππῶνος (†430), ἔτι δὲ καὶ τῆς μητρὸς αὐτοῦ Μονίκης. (†387)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀχαϊκοῦ ἐκ τῶν Ο’, λιμῷ καὶ δίψει τελειωθέντος. (α´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φουρτουνάτου ἐκ τῶν Ο’, ξίφει τελειωθέντος. (α´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Στεφανᾶ ἐκ τῶν Ο’, ἐν εἰρήνῃ τελειωθέντος. (α´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Δουλᾶ τοῦ ἐν Κιλικίᾳ, ξίφει τελειωθέντος. (†305-313)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Νερσῆ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Ὀρτισίου (Ὀρσισίου) ὁ Ταβεννήσιος (308), μαθητοῦ τοῦ Ὁσίου Παχωμίου τοῦ Μεγάλου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Δουλᾶ τοῦ Αἰγυπτίου. (ε´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Γραῦς, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Βίτωνος καὶ τῶν σὺν αὐτῷ Μοδέστου καὶ Κρήσκεντος. (†303)
Τῇ αὐτῇ μέρᾳ, μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Ἰωσήφ, τοῦ ἐν Βηθλεέμ
Τῇ αὐτῇ μέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Μιχαήλ, πρώτου μητροπολίτου Κιέβου καὶ πάσης Ρωσίας (991)
Τῇ αὐτῆ ἡμέρα, μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Σάββα τοῦ διὰ Χριστὸν σαλοῦ, τοῦ Βατοπαιδινοῦ. (†1349)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Λαζάρου, Κράλη τῆς Σερβίας. (†1389)
Τῇ αὐτῇ μέρᾳ, μνήμη τῶν ἐν ἁγίοις πατέρων ἡμῶν Σπυρίδωνος (1389) καὶ Ἐφραὶμ Β´ (1400) πατριαρχῶν Σερβίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Γρηγορίου καὶ Κασσιανοῦ, ἡγουμένων τῆς Μονῆς Ἀβνέϊκ, σφαγέντων ὑπὸ τῶν ἀθέων Τατάρων. (†1392)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Συμεών, Ἀρχιεπισκόπου Νόβγκοροντ. (†1421)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωνᾶ, μητροπολίτου Μόσχας καὶ πασῶν τῶν Ῥωσσιῶν. (†1461)
Τῇ αὐτῇ μέρᾳ, μνήμη τῶν ἁγίων Σεργίου (1477) καὶ Βαρβάρας (1480), γονέων τοῦ Ἁγίου Ἀλεξάνδρου Σβὶρ (1533)
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Θεοφάνης τῶν Δασῶν τοῦ Ῥοσλάβλ Ῥωσίας (1819)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Ἰωνᾶ τῆς Μονῆς Πεσόνσα, Ῥώσσου, τοῦ διὰ Χριστὸν σαλοῦ. (†1838)
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, πέραν ἐν τοῖς Μαρανακίου (ἤ Μαρινακίου).
Τῇ αὐτῇ ἡμέρᾳ μνείαν ποιούμεθα θαύματος ἐξαισίου τοῦ ἁγίου Μεγαλομάρτυρος Μηνᾶ, διασώσαντος ἐκ πυρὸς ὀλεθρίου τὴν ἐν Κύπρῳ φερωνυμοῦσαν αὐτῷ Μονήν. (1967)
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν εὐγνώμονα ἐπιτελοῦμεν τῶν ἐν ἔτει ͵αϠϞε´ (1995) γενομένων φοβερῶν σεισμῶν ἐν τῇ πόλει Αἰγίου, ἥτις χάριτι θείᾳ καὶ τῆς Παναγίας Τρυπητῆς τῇ μεσιτείᾳ διεσώθη ἐκ τελείας καταστροφῆς.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων τοῦ Χριστοῦ Νεομαρτύρων, τῶν ἐν Σερβίᾳ μαρτυρησάντων, ἀπὸ τῶν χρόνων τοῦ Ἁγίου μεγαλομάρτυρος Λαζάρου ἄχρι τῶν ἡμερῶν ἡμῶν, ἤτοι· τῶν μητροπολιτῶν Δοσιθέου Ζάγκρεμπ, Πέτρου Σεράγιεβο καὶ Ἰωαννικίου Μαυροβουνίου, τῶν ἐπισκόπων Σάββα Γκόρνι Κάρλοβατς καὶ Πλάτωνος Μπάνια Λούκα, τοῦ ἱερομονάχου Ῥαφαὴλ τοῦ Σισάτοβατς, τῶν πρεσβυτέρων Μπράνκο Ντομπροσάβλιεβιτς καὶ Γεωργίου Μπόγκιτς, ὡς καὶ τοῦ λαϊκοῦ Βουκατσίν.
Τῇ αὐτῇ μέρᾳ, σύναξις τῶν ἁγίων Νεομαρτύρων τῆς Σερβίας, Σλοβενίας, Κροατίας, Βοσνίας-Ερζεγοβίνης, Μαυροβουνίου καὶ Σκοπίων ὑπό Λατίνων παπικῶν 1941-1945 (καί 20/8)
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κοσμᾶς ὁ Βαλααμίτης Ρωσίας, ὁμολογητής ἱεραπόστολος Ρωσίας καὶ Λεττονίας (1968)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου νεο-ὁσιομάρτυρος Χαρίτωνος Lukic τῆς Μονῆς Ἀρχαγγέλων ἐν Prizren Κοσσόβου Σερβίας (1999)

Στίχ. Λάζαρος Μάρτυς ὑπὲρ Σταυροῦ Κυρίου,
Ὃς αὐτῷ τηρεῖ ἀφθαρσίαν τοῦ σκήνους.
Στίχ. Σεισμοῦ φρικώδους τὴν πόλιν σῴζεις Λόγε,
Διὸ τὰ σῶστρα εὐγνωμόνως σοι θύει.

Δεν υπάρχουν σχόλια: