Αναζήτηση αυτού του ιστολογίου

Σάββατο 1 Ιουνίου 2024

Ο λαος ισταται δια την ανάγνωσιν του Συναξαρίου. Συναξάριον Τη Β’ (2ᾳ) του μηνός Ιουνίου.

 



Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Συναξάριον

Τῇ Β’ (2ᾳ) τοῦ μηνὸς Ἰουνίου, μνήμη τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ. (828)

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Ἔρασμος, ὁ ἐν τῇ Χερμελίᾳ τῆς Ἀχρίδος, ἐν εἰρήνῃ τελειοῦται.(303)

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ διὰ τοῦ ἁγίου Ἐράσμου πιστεύσασαι τῷ Χριστῷ εἴκοσι χιλιάδες ξίφει τελειοῦνται. (303)

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι τριάκοντα ὀκτὼ μάρτυρες, ἐν Λουτρῷ βληθέντες, τῆς θύρας ἐμφραγείσης τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία ἔνδοξος μάρτυς Μήτηρ μετὰ τῶν τριῶν αὐτῆς τέκνων ξίφει τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων δέκα χιλιάδων ἐνδόξων Μαρτύρων τῆς Ἀντιοχείας, τῶν ἀθλησάντων κατὰ τὸν τοῦ Δεκίου διωγμόν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Μαρίνου τοῦ Βαάνου τοῦ ἐν Κωνσταντινουπόλει. (930)

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν Νικηφόρου, ἐπισκόπου Μιλήτου, τοῦ ἀσκητοῦ. (11ο αι.)

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἰωάννου τοῦ Τραπεζουντίου, τοῦ ἐν Σουτσεάβα τῆς Μολδαβίας καὶ ἐν Ἀσπροκάστρῳ (Ἄκκερμαν) μαρτυρήσας ἐν ἔτει 1492ῳ.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νεομάρτυς Δημήτριος ὁ ἐν Φιλαδελφείᾳ μαρτυρήσας ἐν ἔτει ͵αχνζ’ (1657ῳ), μαχαίρᾳ τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου ἐνδόξου Νεομάρτυρος Κωνσταντίνου τοῦ ἐξ Ἀγαρηνῶν, ἐξ ῾Υψηλομετώπου Μηθύμνης, μαρτυρήσαντος ἐν τῇ Κων/πόλει ἐν ἔτει ͵αωιθ’ (1819).

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος, Ἰωάννου τοῦ νέου, ἀθλήσαντος ἐν Βελιγραδίῳ τοῦ Ῥώσου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀνδρέας πρίγκιπας τῆς Σουζδαλίας, τοῦ Νίζνϊι – Νόβγκοροντ (1365)

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀλκιβιάδης ὁ ἐν Λουγδούνῳ (Λυών) τῆς Γαλλίας, διὰ πυρὸς τελειοῦται. (177)

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος Ποθεινοῦ, ἐπισκόπου Λουγδούνου ἐν Γαλλίᾳ, ἀθλήσαντος κατὰ τὸν διωγμὸν τοῦ Μάρκου Αὐρηλίου.

Ἡ Ἁγία Παρθενομάρτυς Βλανδῖνα, μία ἐκ τῶν Τεσσαράκοντα Ὀκτὼ μαρτύρων μετὰ τοῦ Ἁγίου Ποθεινοῦ μαρτυρησάντων (Γαλλία)

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου μάρτυρος Λεάνδρου τοῦ ἐξ Ἠπείρου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νικόλαος ὁ «Κύριε ἐλέησον» ὁ Προσκυνητής, ὁ διὰ Χριστὸν σαλὸς ἐν Τράνι τῆς Ἀπουλίας (1075-1094)

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου «τῶν Ἀδελφῶν τοῦ Κιέβου», ἐν Ῥωσσίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ κατάθεσις ἀποτμήματος ἱεροῦ λειψάνου τοῦ Ἱερομάρτυρος Κοσμᾶ τοῦ Αἰτωλοῦ ἐν τῇ πατρίδι αὐτοῦ, ἐν Μεγάλῳ Δένδρῳ τῆς Αἰτωλίας, ἐν τῇ ὁμωνύμῳ αὑτοῦ Ἱερᾷ Μονῇ.

Εἶτα τὸ τοῦ Πεντηκοσταρίου.

Τῇ αὐτῇ ἡμέρᾳ Κυριακῇ πέμπτῃ ἀπὸ τοῦ Πάσχα, τὴν τῆς Σαμαρείτιδος ἑορτὴν ἑορτάζομεν, [ἤτοι, τὴν παρὰ τὸ Φρέαρ τοῦ Ἰακὼβ σωτήριον αὐτῆς συνάντησιν καὶ διάλεξιν μετὰ τοῦ Λυτρωτοῦ, τὸν ὕψιστον θεολογικὸν διάλογον μετ᾿ αὐτοῦ, καὶ τὸν εὐαγγελισμὸν τῆς Συχάρ, ἡ δὲ μαρτυρικὴ μνήμη αὐτῆς ἄγεται κατὰ τὴν ΚϚ´ (26ην) Φεβρουαρίου.]

[Ἔτι δὲ τῇ αὐτῇ Κυριακῇ, τελεῖται ἡ Σύναξις πάντων τῶν ἐν Δημητριάδι διαλαμψάντων Ἁγίων.

Τελεῖται δὲ καὶ ἐν Τρίκκῃ Πανήγυρις πρὸς τιμὴν τοῦ Ἁγίου Βησσαρίωνος, Ἐπισκόπου Τρίκκης, Πολιούχου αὐτῆς.

ἐν Χώρᾳ Σάμου Πανήγυρις τοῦ Νεομάρτυρος Γεωργίου τοῦ ἐν Νέᾳ Ἐφέσῳ (Κουσάντασι) μαρτυρήσαντος.

Καὶ πάντων τῶν ἐν Ἁγίοις πατέρων ἡμῶν Ἀρχιεπισκόπων καὶ Πατριαρχῶν τῆς Κωνσταντινουπόλεως χρηματισάντων.]

Στίχοι

Ὕδωρ λαβεῖν ἐλθοῦσα τὸ φθαρτόν, γύναι,

Τὸ ζῶν ἀπαντλεῖς, ᾧ ῥύπους ψυχῆς πλύνεις.

Δεν υπάρχουν σχόλια: