Αναζήτηση αυτού του ιστολογίου
Δευτέρα 3 Ιουνίου 2024
Ο λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.Συναξάριον τοῦ Μηναίου.Τῇ Γ´ (3ῃ) τοῦ μηνὸς Ἰουνίου.
Ο λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.Συναξάριον τοῦ Μηναίου.Τῇ Γ´ (3ῃ) τοῦ μηνὸς Ἰουνίου, μνήμη τοῦ Ἁγίου ἐνδόξου Μάρτυρος Λουκιλλιανoῦ, Παύλης καὶ τῶν σὺν αὐτοῖς νηπίων· Κλαυδίου, Ὑπατίου, Παύλου καὶ Διονυσίου (270).
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας μητρός ἡμῶν Ἱερείας τῆς χήρας, ἐν Μεσοποταμίᾳ ἀσκησάσης (312)Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν Πάππου, τοῦ Ὁμολογητοῦ, ἐπισκόπου Χύτρων, ἤτοι Κυθρέας, τῆς Κύπρου, τοῦ χειροτονήσαντος τὸν ἅγιον Ἐπιφάνιον (368)Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν Ἀχιλλᾶ, ἀρχιεπισκόπου Ἀλεξανδρείας (312).Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Καικιλίου, διδασκάλου τοῦ ἁγίου Κυπριανοῦ Καρχηδόνος. (3ο αἰ.)Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων μαρτύρων Περγεντίνου καὶ Λαυρεντίνου, τῶν αὐταδέλφων. (251)Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν῾Ιλαρίου ἐπισκόπου Καρκασσόν τῆς Τουλούζη (4ο αἰ.)Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ὀθάλ, τοῦ ἐν τῷ Κλύσματι τῆς ἈντιοχείαςΤῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Κλωτίλδης, βασιλίσσης τῶν Φράγκων. (545)Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίων πατέρων ἡμῶν Λιφάρδου τοῦ ἐν ᾿Ορλεάνῃ (550) καὶ Οὐρβικίου (6ο αἰ.)Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Κέβιν τοῦ ἐν Ἰρλανδίᾳ. (618)Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ὁσιομάρτυς Ἰσαὰκ ἐξ Ἰσπανίας (852)Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἀθανασίου, τοῦ μονοχίτωνος καὶ θαυματουργοῦ, ἐν τῇ Μονῇ Τραϊανοῦ παρά τὸν Σαγγάριον ἀσκήσαντος. (932)Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἐνδόξων νέων Ἱερομαρτύρων Ἰωσὴφ (Ἀντωνόπουλου) Θεσσαλονίκης ἐκ Δημητσάνης καὶ ἐν Κωνσταντινουπόλει ἀγχόνῃ τελειοῦται, Δωροθέου Ἀνδριανουπόλεως τοῦ Πρωΐου καὶ Γρηγορίου Δέρκων τοῦ Κανέλλου, ἐν ἔτει ͵αωκα´ (1821) ὑπό τῶν Ἀγαρηνῶν μαρτυρικῶς ἐν Κωνσταντινουπόλει τελειωθέντες.Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου τῆς Γλυκοφιλούσης ἐν Γιαροσλὰβλ τῆς ῬωσσίαςΤῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου «τῶν Ἀδελφῶν τοῦ Κιέβου», ἐν Κιέβῳ-Μπράτσκ τῆς Ῥωσσίας. (ἐπίσης, στὶς 6 Σεπτεμβρίου, 10 Μαΐου καὶ τὴν Ε´ Κυριακή τῶν Νηστειῶν)Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Ἰσαὰκ τοῦ Διονυσιάτη (1932)
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου