Δύο Παρακλητικοί Κανόνες εις τον Άγιο Λουκά της Κριμαίας
1. Ποίημα του Σεβασμιωτάτου Μητροπολίτου Εδέσσης Ιωήλ
2. Ποίημα Πρωτοπρεσβυτέρου του Οικουμενικού Θρόνου Στυλιανού Μακρή, Δρος Θ
Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα Ημών Λουκάν τον Ιατρόν και Ομολογητήν Αρχιεπίσκοπον Συμφερουπόλεως και Κριμαίας τον Ρώσον
Ποίημα του Σεβασμιωτάτου Μητροπολίτου Εδέσσης Ιωήλ
†Εορτάζεται στις 11 Ιουνίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἐξῆς·
Ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς Ἱεράρχης τοῦ Χριστοῦ αἰγληφόρος, καὶ ἰατρὸς τῶν ἀσθενούντων μερόπων, καὶ πρεσβευτὴς Λουκᾶ πρὸς τὸν Φιλάνθρωπον, τοὺς ἐπιζητοῦντας σου, τὴν θεόσδοτον χάριν, μὴ ἐλλείπῃς Ἅγιε, ἀπὸ πάσης ἀνάγκης, καὶ χαλεπῶν τοῦ βίου ἀναγκῶν, διαφυλάττων, ταῖς θείαις πρεσβείαις σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς·
Λουκᾶ ἰατρὲ τοὺς νοσοῦντας ἴασαι. Ιωήλ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Λουκᾶ ἀρχιθύτα τὸν Ἰησοῦν, πάντοτε δυσώπει, ὑπὲρ πάντων ἡμῶν λιταῖς, νόσων λυτρωθῆναι δυσιάτων, καὶ δυσπραγίας τοῦ βίου πανόλβιε.
Ὁρμὰς τὰς ἀτάκτους τῶν ἡδονῶν, Λουκᾶ καὶ ἐννοίας, ψυχοφθόρους τῶν γεηρῶν, τῇ σῇ προστασίᾳ Ἱεράρχα, ἐκ τῆς ψυχῆς μου ἀνάσπασον πρόῤῥιζον.
Ὑφέρπων δολίως ὁ πονηρὸς, προσβάλλει με ὄντως, ἀῤῥωστήμασι τοῖς δεινοῖς, ἀλλ’ ὡς θεοκίνητος ἀκέστωρ, τὴν ἰατρείαν Λουκᾶ δός μοι τάχιστα.
Θεοτοκίον.
Καμάτου τοῦ σώματος καὶ ψυχῆς, τοὺς δούλους σου Μῆτερ, ἐλευθέρωσον σαῖς λιταῖς, καὶ χάρισαι πᾶσι τὴν ἐλπίδα, τοῦ πλατυσμοῦ καὶ ἀνέσεως Δέσποινα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀποῤῥήτως τὴν χάριν, τὰ σὰ ὀστᾶ δίδωσι, τοῖς προσερχομένοις ἐν πίστει, ταύτᾳ ἀσπάσασθαι, ἐν Σαγματᾶ τῇ Μονὴ, καὶ ἐν τῇ χώρᾳ Ῥωσίας, ὡς πηγὴ ἀείροος, Λουκᾶ ἀοίδιμε.
Ἰαθῆναι λιταῖς σου, παρακαλῶ Ἅγιε, ἐκ τῆς ταραχῆς τοῦ νοός μου, καὶ τῆς δειλίας μου, σὺ γὰρ ὡς εὔτολμος, ἐν τοῖς καιροῖς τοῖς ἐσχάτοις, Χριστοῦ τὴν ἀλήθειαν, Λουκᾶ ἐκήρυξας.
Ἀρχιθύτης ὑπάρχων, ἐν οὐρανῷ ἔπαρον, τὰς σεπτὰς σου χεῖρας θεόφρον, πρὸς τὸν Φιλάνθρωπον, ἀπαλλαγῆναί με, ἀμπλακημάτων παντοίων, ὡς ἂν τὴν σωτήριον, τρίβον πορεύσωμαι.
Θεοτοκίον.
Τὰς συμβάσεις τοῦ βίου, καὶ δυσμενῆ σκάνδαλα, τὰς ἐπιφορᾶς τοῦ βελίαρ, καὶ μηχανήματα, γηίνων θέλγητρα, καὶ τῶν ματαίων ὀρέξεις, ἀφ’ ἡμῶν ἀπόστησον, Παντοβασίλισσα.
Διάσωσον, ὦ ἱεράρχα Λουκᾶ τοὺς σὲ ἀνυμνοῦντας, ἐκ κινδύνων καὶ πονηρῶν καταστάσεων, καὶ ἐκ τῶν νόσων κατ’ ἄμφω, σημειοφόρε.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβείᾳ θερμή.
Ἐν χρόνοις τοῖς νῦν, Λουκᾶ ἀρχιεπίσκοπε, ἐφάνης πιστοῖς, παραμυθία ἄφατος, διὸ μὴ παύσῃ Ἅγιε, συντηρῶν προμηθεία τῇ κρείττονι, ὡς παῤῥησίαν σχὼν ἐν οὐρανῷ, τοὺς πόθῳ φωνοῦντας τὸ σὸν ὄνομα .
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥίζαν ἔκκοψον Ἅγιε, τῆς δαιμονικῆς σαφῶς ἀθεότητος, καὶ Λουκᾶ πρὸς ἀγαθότητα, ἴθυνας ψυχὰς τῶν ἀνυμνούντων σε.
Ἐπὶ σοὶ τὰς ἐλπίδας μου, ἔχων Ἱεράρχα σεβασμιώτατε, νυσταγμὸν τῆς ῥαθυμίας μου, στήσαι ὁ φιλόυλος ἐφίεμαι.
Τῷ φλογμῷ παραβάσεων, καὶ ἀσεβημάτων Λουκᾶ ἐπίσκοπε, ἐκτακεῖσαν τὴν καρδίαν μου, δρόσισον ῥανίσι τοῦ ἐλέους σου.
Θεοτοκίον.
Ὁ ὑπάρχων ἀχώρητος, καὶ πληρῶν τὰ πάντα Θεὸς ἐχώρησεν, ἐν τῇ μήτρᾳ σου Πανάμωμε, ὃν ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψωσον Λουκᾶ, πρὸς τὴν ἄνωθεν λαμπρότητα, τὰ νοήματα ἡμῶν τῶν ἐμπαθῶν, διαλύων ἁμαρτίας τὰ φαντάσματα.
Στόνον τῶν ψυχῶν, καὶ σωμάτων τὰ ἀλγήματα, Ἱεράρχα ζωηφόροις σου λιταῖς, μὴ ἐλλίπης ἰατρεύσαι τῶν τιμώντων σε.
Νῦν ἐν Σαγματᾷ, τὰς μερίδας τῶν λειψάνων σου, οἱ μονάζοντες κατέχοντες Λουκᾶ, ταῖς εὐχαῖς σου ἐκζητοῦσι τὴν εἰρήνευσιν.
Θεοτοκίον.
Ὃν ὑπερφυῶς, Θεοτόκε ἀπεκύησας, δυσωποῦσα μὴ ἐλλείπῃς ἐσαεὶ, ἐκλυτρώσασθαι ἡμᾶς ἐξ ἀπογνώσεως.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Συστήματα πονηρῶν ἐκύκλωσαν, τὰς ψυχὰς ἡμῶν Λουκᾶ ἱεράρχα, καὶ σαρκικῶν τὰ ἀμέτρητα πάθη, πρὸς ἀκρασίας τὸν λάκκον καθέλκουσιν, ἡμᾶς τοὺς κράζοντας πρὸς σέ· ἐκ φθορὰς τοὺς ἱκέτας σου λύτρωσον.
Ὁδήγησον πρὸς λιμένα εὔδιον, Ἱεράρχα τοῦ Χριστοῦ τοὺς πεσόντας, ἐν κλυδωνίῳ τῆς ζάλης τοῦ βίου, καὶ ἐν ἀβύσσῳ παγίδων τοῦ ὄφεως, ὡς κεκτημένος πρὸς Θεὸν, τὴν καλὴν παῤῥησίαν πανεύφημε.
Ὑπαρχῶν, τῶν λογισμῶν ἀνάπλεως, Ἱεράρχα πολυφρόντιδος βιοῦ, καὶ μεριμνῶν καθ’ ἑκάστην ὁ τάλας, ἐν ἡδοναῖς ψυχοφθόροις τοῦ σώματος, ἐκ βάθους αἴρω τὴν φωνὴν πρὸς τὸ θεῖον με φῶς καθοδήγησον.
Θεοτοκίον.
Νῦν βαρεῖ, τῶν ἐμπαθῶν πταισμάτων μου, καλυφθεῖσα ἡ καρδία μου σθένει, καὶ μὴ τολμῶν ἀτενίσαι πρὸς ὕψος, τοῦ οὐρανοῦ Θεοτόκε ὁ ἄσωτος, αἰτοῦμαι ἄφεσιν κακῶν, πάνσεμνη σου πρεσβεία Θεόνυμφε.
Διάσωσον, ὦ ἱεράρχα Λουκᾶ τοὺς σὲ ἀνυμνοῦντας, ἐκ κινδύνων καὶ πονηρῶν καταστάσεων, καὶ ἐκ τῶν νόσων κατ’ ἄμφω, σημαιοφόρε.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἱεράρχης Λουκᾶ ἀξιάγαστε, Συμφερουπόλεως πάσης ὁ πρόεδρος, τοῖς προσιοῦσιν ἐν πίστει τῇ λάρνακᾳ τῶν σῶν λειψάνων ἁγίασον χάριτι παρέχων κατ’ ἄμφω τὴν ἴασιν.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ Οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄. 17-23).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἅγιε Ἀνάργυρε Ῥωσίας πάσης τὸ κλέος, τῆς Συμφερουπόλεως, ἔνδοξε διδάσκαλε καὶ Ἐπίσκοπε, τὰς δεινὰς μάστιγας, τῶν ἀῤῥωστημάτων, πυρετῶν τε καὶ τὰ τραύματα τῶν προσιόντων σοι ἴασαι Λουκᾶ τῷ ἐλέει σου καὶ ταῖς ἱκετηρίαις πρὸς τὸν σὸν Φιλάνθρωπον Κύριον. Πάντιμε ἀκέστορ, ἐλπὶς κεκμηκότων ἀῤῥαγὴς μὴ ἐπιλάθῃ δωρήσασθε πᾶσι τὰ εὐφρόσυνα.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῇ σῇ σκέπῃ προστρέχω, Ἱεράρχα αἰτούμενος τὴν καρδιᾶν μου, τὴν γεμοῦσαν ἀκάνθας, τῆς ὑπερηφανίας, καὶ δαιμόνων θρασύτητος, ἀποκαθάραι ταῖς σαῖς, ἐντεύξεσι Λουκᾶ μου.
Ἁγιώτατε Πάτερ, νοητῶν αἰθιόπων καὶ κακοτρόπων βροτῶν, συμβάσεως ἀλόγου, καὶ τῆς κακοπραγίας, ἀνωτέρους συντήρησον, τοὺς ἐξαιτοῦντας Λουκᾶ, τὴν σὴν ἐπικουρίαν.
Στηριγμὸν ἐν τῇ θλίψει, ἐν πελάγει τοῦ βίου, τοῦ Σαγματᾶ ἡ μονή, τὰ λείψανα σου πάτερ, κατέχουσα τὸ θάρσος, καθ’ ἑκάστην ἀρύεται, ἵνα πρὸς πλάτος χαρὰς, τῆς ὄντως καταντήσῃ.
Θεοτοκίον.
Ἰησοῦ τὰς ἀγκάλας, τῆς θερμῆς σου ἀγάπης, καὶ θυμηδίας ὁμοῦ, ὑπάνοιξόν μοι Σῶτερ, λιταῖς τῆς σῆς τεκούσης, ἵνα ψάλλω γηθόμενος· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀτρέμας Πάτερ, πρὸ τῶν βημάτων ἀθέων, ὡμολόγησας Χριστὸν Ἐσταυρωμένον, ὃν μὴ διαλίπῃς, ὑπὲρ ἡμῶν λιτανῶν.
Σοφίας μάκαρ, τῆς θεικῆς ὧν δοχεῖον, τὸν θυμὸν καὶ ταραχώδεις ἐννοήσεις, θραῦσον τῆς ψυχῆς μου, Λουκᾶ σημειοφόρε.
Ἅγιε λῦσον, τῆς ταλαιπώρου ψυχῆς μου, καὶ τοῦ σώματος τοὺς πόνους καὶ ὀδύνας, σὺ γὰρ Ἀρχιθύτης, τυγχάνεις καὶ ἀκέστωρ.
Θεοτοκίον.
Ἰσχὺς ἡ ὄντως, καὶ ἡ ἐλπὶς καὶ τὸ φάος, ἡ παράκλησης καὶ ἴαμα κατ’ ἄμφω, Δέσποινα ὑπάρχεις, ἡμῶν τῶν Ὀρθοδόξων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάτρευσον τὰς νόσους, τῶν ψυχοπασχόντων, καὶ ἀλγουμένων Λουκᾶ ὑπὲρ ἔννοιαν, διευθετῶν τὰς ἐννοίας, αὐτῶν μακάριε.
Ὡς μέλισσα ἐτρύγεις, τὴν σοφίαν πᾶσαν, ἐπὶ τῆς γῆς Ἱεράρχα ἀοίδιμε, διὸ νοός μου ἀπέλασον, τὴν σκοτόμαιναν.
Ἡδέως οἱ Πατέρες, μάνδρας Σαγματίου, τὰ σὰ ὀστᾶ ὡς μαργάρους κατέχοντες, ἐπιζητοῦσιν θεόφρον, τὴν σὴν ἀντίληψιν.
Θεοτοκίον.
Λαὸν τῶν Ὀρθοδόξων, φύλαττε ἐκ λύκων, αἱρετικῶν Παναγία πανύμνητε, ἀποκαλύπτουσα πᾶσαν, αὐτῶν κακότητα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ἐπισκόπων ὁ κοινωνὸς, τῆς Ῥωσίας πάσης, ὁ θεόσοφος ἱατρός, χαίροις τῆς Κριμαίας, ὁ θεῖος ποιμενάρχης, Λουκᾶ τῶν Ὀρθοδόξων ὁ νέος Ἅγιος.
Ἔχων τὴν σοφίαν παρὰ Θεοῦ, τῶν νενοσηκότων, ἐθεράπευες τὰ δεινὰ καὶ τοὺς πεπτοκότας ἐν λάκκῳ τῶν ἀθέων, τῇ σῇ δυνάμει πάτερ Λουκᾶ ἐξήρπασας.
Πάντα τὰ ὀνείδη διὰ Χριστόν, φύλακας διώξεις, καὶ αἰκίας σωματικὰς, σκύβαλα ἡγήσω καὶ ἔφερες γενναίως, Λουκᾶ σημειοφόρε καὶ ἀκατάβλητε.
Θαύματα τεράστια τῷ λαῷ, ἡ σεπτὴ σορός σου, ἐν Ῥωσίᾳ ἐπιτελεῖ, καὶ ἐν Σαγματίῳ, ἐκ ταύτης αἱ μερίδες, ἐκβλύζουσιν ἰάσεις Λουκᾶ τοῖς πάσχουσι.
Ηὔγασας ὡς ἥλιος παμφαὴς, ἐν Συμφερουπόλει τὰς χορείας τῶν εὐσεβῶν, καὶ τῆς ἀθεΐας ἐμείωσας τὸ σκότος, ἐν χώρᾳ τῆς Ῥωσίας Λουκᾶ ἀοίδιμε.
Μάνδρα τῶν θρεμμάτων τῶν λογικῶν, ἐν τῷ Σαγματίῳ ταῖς πρεσβείαις σου πρὸς Χριστὸν, φύλαττε θεόφρων ἐκ πάσης κακουργίας, δαιμόνων τῶν ἐχθίστων Λουκά πανάριστε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον λόγον.
Ἰατρὸν καὶ ποιμένα, Λουκᾶ τιμήσωμεν, Συμφερουπόλεως ποίμνης, Ἀρχιερέα λαμπρόν, τὸν βαστάσαντα Χριστοῦ τὰ θεία στίγματα, τὰς ἐξορίας, τὰ δεινά, ἐγκλεισμοὺς ἐν φυλακαῖς, τὰς θλίψεις καὶ τὰ ὀνείδη, τὸν ἐπ’ ἐσχάτων φανέντα, ἐν τῇ Ῥωσίᾳ νέον Ἅγιον.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάτερ Ἱεράρχα τοῦ Χριστοῦ, ἔνδοξε Λουκᾶ μὴ κατόκνει, ἐπιστασίαις σου, ἐν ποικίλαις θλίψεσι καὶ περιστάσεσι, συντηρῶν τὸν φιλόχριστον λαὸν τοῦ Κυρίου, τὸν ἐπικαλούμενον ἐν εὐλαβείᾳ πολλῇ, ὄνομα τὸ σὸν θεοφόρε, καὶ ὑμνολογοῦντα ἐνθέως, θαύματα καὶ βίον σου τὸν ἅγιον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Χαιρετισμοί εις τον εν Αγίοις Πατέρα ημών Λουκάν Αρχιεπίσκοπο Συμφερουπόλεως και Κριμαίας τον Θαυματουργόν
Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα Ημών Λουκάν τον Ιατρόν και Ομολογητήν Αρχιεπίσκοπον Συμφερουπόλεως και Κρυμαίας τον Ρώσον Νο2
Ποίημα Πρωτοπρεσβυτέρου του Οικουμενικού Θρόνου Στυλιανού Μακρή, Δρος Θ
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἐν νυκτὶ τῆς ἀθεΐας ὡς ἄστρον, φωταγωγήσαντα Ῥωσσίας τὴν χώραν, καὶ ἀκαμπεῖ φρονήματι τὴν πίστιν Χριστοῦ, ἐν αὐτῇ ὁμολογήσαντα, εὐθαρσῶς καὶ στηρίξαντα, ἀκεσίμῳ χάριτι, λαὸν τὸν τοῦ Κυρίου, τὸν ἰατρείαις ὄντως θαυμαστόν, πάντες προφρόνως, Λουκᾶν ἀνυμνήσωμεν.
Δόξα.
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἰατρῶν τὸ ἀγλάϊσμα καὶ τὸ καύχημα, Ἱεραρχῶν τε καὶ κλέος τῆς Ἐκκλησίας Χριστοῦ, τὸν Ποιμένα τὸν καλὸν Συμφερουπόλεως, θεῖον Λουκᾶν τὸν ἰατρόν, ἐν ᾠδαῖς πνευματικαῖς ὑμνήσωμεν γηθοσύνως, ὅτι πηγάζει πλουσίως, τῶν ἰαμάτων τὰ χαρίσματα.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ψάλλομεν τὸν παρόντα κανόνα, οὗ ἡ ἀκροστιχὶς·
ΛΟΥΚΑ ΙΑΤΡΕ, ΙΑΣΑΙ ΜΕ, ΣΟΙ ΚΡΑΖΩ ΓΟΕΡΩΣ. Σ(τυλιανοῦ).
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Λουκᾶν εὐφημήσωμεν οἱ πιστοί, Ἱεράρχην μέγαν καὶ θαυμάσιον ἰατρόν, χάριν ἐκζητοῦντες ἰαμάτων, ἀντιδωρούμενοι τούτῳ τὸν ἔπαινον.
Ὁ θαύματα θεῖα ἐπιτελῶν, πήγασον ταχέως, τοῖς νοσοῦσι θαυματουργῶς, ῥεῖθρα θεραπείας ἀπὸ νόσων, Λουκᾶ, ψυχῶν καὶ σωμάτων δεόμεθα.
Ὑπόδικος γέγονα ἀληθῶς, ἐξ ἁμαρτιῶν μου, παροργίσας Λουκᾶ σεμνέ, τὸν Κριτὴν τῶν πάντων ὅθεν σπεύδω, συνήγορον σε εὑρεῖν ὁ ταλαίπωρος.
Θεοτοκίον.
Καρδίας μου κάθαρον μολυσμόν, Ἁγνὴ ἡ ἐν βίῳ, ἀκραιφνεῖ τε καὶ καθαρῷ, Μήτηρ γενομένη τοῦ Σωτῆρος, καὶ ὑπερτέρα τῶν ἄνω δυνάμεων.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀτεκνίαν καὶ νόσους, ὡς ἰατρὸς ἄριστος, ἀνιάτους τῇ σῇ πρεσβείᾳ, πάτερ θεράπευσον, Λουκᾶ πανόλβιε, δοὺς τὴν ὑγίειαν ἀπαύστως, τοῖς θερμῶς προστρέχουσιν, ἐπὶ λειψάνοις σου.
Ἱεραῖς μελῳδίαις, τῶν εὐσεβῶν ᾄδει σοι, ὁ χορὸς αἰτούμενος πίστει, τὴν προστασίαν σου, Λουκᾶ θεσπέσιε, ὅτι θερμότατον Πάτερ, εὕρατό σε ἔφορον, καὶ ἀντιλήπτορα.
Ἀκενόδοξον τήρει, τὸν λογισμὸν Ἅγιε, τῶν παρὰ Κυρίου θελόντων, στέφος κομίσασθαι, ὡς ἂν θεόσοφε, σὴν βιοτὴν μιμηθέντες, εἰς τὸ ταπεινώσεως, ὕψος ἀρθήσωνται.
Θεοτοκίον.
Τελωνίων τὴν ὄψιν, τὴν φοβερὰν Δέσποινα, ἐν τῇ τοῦ θανάτου μου ὥρᾳ, φυγεῖν με Ἄχραντε, λιταῖς ἀξίωσον, Λουκᾶ σεπτοῦ Ἱεράρχου, ὅπως εἰσελεύσωμαι, εἰς τὸν Παράδεισον.
Διάσωσον, ἐξ ἀλγηδόνων καὶ νόσων ποικιλομόρφων, ἀνιάτων ἀσθενειῶν Λουκᾶ τοὺς ἱκέτας σου, διδοὺς τὴν κατ’ ἄμφω αὐτοῖς ὑγίειαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Νοσοῦντας Λουκᾶ σεμνὲ ἐπισκεψάμενος, ἐκ νόσων δεινῶν ταχέως τούτους ἴασας, καὶ παθῶν τὴν ὄχλησιν ὡς καλὸς ἰατρὸς ἐξηφάνισας, χειρουργικῶς καρδίας ἐκτεμών, πρεσβείᾳ τῇ σῇ ἀποχρησάμενος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥαντισμῷ τῆς σῆς χάριτος, πότισον τὸ δένδρον Πάτερ, ἀσκήσεως, τῆς ἐμῆς ὅπως πολύκαρπον, εὑρεθὲν ἐκφύγῃ τμῆσιν Ἅγιε.
Ἐξακόντισον Ἅγιε, Πνεύματος τὰ βέλη πρὸς τὸν μισόθεον, ἀντικείμενον καὶ λύτρωσαι, πάντας τοὺς ἱκέτας σου ἐκ θλίψεως.
Ἰατρὲ ἱκανώτατε, σπεῦσον θεραπεῦσαι τοὺς ἀνυμνοῦντάς σε, ἵνα πάντες ἀπολαύσωμεν, τῆς θαυματουργοῦ ἀκεστορίας σου.
Θεοτοκίον.
Ἀγαπήσασα Κύριον, ὅλως ἐκ ψυχῆς σου ἡγήσω Ἄχραντε, εἶναι σκύβαλα καὶ μάταια, ὅσα οὐχ ὑπάρχει μετὰ θάνατον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκόλοπα σαρκός, καὶ ψυχῆς τὰ καρκινώματα, ἀῤῥωστίαν καὶ τὰ πάθη μου, Λουκᾶ, μὴ βραδύνῃς θεραπεῦσαι ἀξιάγαστε.
Ἄνοιξον νοός, τοῦ ἱκέτου σου τὰ ὄμματα, ἵνα τύφλωσιν Λουκᾶ πνευματικήν, διαφύγω κατοπτεύσας φῶς τὸ ἄυλον.
Ἴασαι Λουκᾶ, τὴν καρδίαν καὶ τοὺς πνεύμονας, τοὺς νεφροὺς καὶ τὰ ἐντὸς μου ἐν σαρκί, πανταχόθεν βεβλημένῃ Πάτερ ἅγιε.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, μητρικῶς ὑπὸ τὴν σκέπην σου, διαφύλαττε τὸ πλήρωμα ἀεί, Ἐκκλησίας τοῦ Υἱοῦ σου Ἀειπάρθενε.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐπίληπτος, γεγονὼς ὁ ἄθλιος, τὴν καλὴν ἀπολογίαν οὐκ ἔχω, ἐπὶ τοῦ βήματος τοῦ ἀδεκάστου, πάτερ Κριτοῦ καὶ ἑτοίμη μοι κόλασις, διὸ Λουκᾶ ὑπὲρ ἐμοῦ, τὸν Δεσπότην ἀεὶ καθικέτευε.
Σβεστήριος, τῆς σαρκὸς πυρώσεως, ὁ τῆς χάριτος σου ὄμβρος ὑπάρχει, ὅθεν τὴν δρόσον τοῦ Πνεύματος πᾶσιν, ἡμῖν κατάπεμψον ἔνδοξε Ἅγιε, σὺ γὰρ γιγνώσκεις ἀσφαλῶς, τῶν παθῶν χορηγεῖν τὸ ἀντίδοτον.
Ὁμόνοιαν, καὶ ἀγάπην δίδαξον, Ὀρθοδόξων τὰ συστήματα Πάτερ, καθοδηγῶν πρὸς ἑνότητα πάντας, θεῖε Λουκᾶ καὶ εἰς ἕτερα σχίσματα, μὴ ἐπιτρέψῃς ἐμπεσεῖν, τὴν Χριστοῦ Ἐκκλησίαν σεβάσμιε.
Θεοτοκίον.
Ἱμάτιον, τῆς ψυχῆς ἐσπίλωσα, ἀπὸ ῥύπου ἁμαρτίας τὸ σῶμα, καὶ σοὶ κραυγάζω ἐκ βάθους καρδίας· ἁγνὴ Παρθένε ταχέως μὲ κάθαρον, ὅπως εἰσέλθω οὖν κἀγώ, εἰς νυμφῶνα οὐράνιον Δέσποινα.
Διάσωσον, ἐξ ἀλγηδόνων καὶ νόσων ποικιλομόρφων, ἀνιάτων ἀσθενειῶν Λουκᾶ τοὺς ἱκέτας σου, διδοὺς τήνκατ’ ἄμφω αὐτοῖς ὑγίειαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς τῶν κλεινῶν Ἀναργύρων ὁμότιμος καὶ θαυμασταῖς ἰατρίαις ὁμότροπος, Λουκᾶ ἱεράρχα θεσπέσιε, τοῖς αἰτουμένοις ἐκ νόσων τὴν ἴασιν, παράσχου ταχὺ ὡς εὐσυμπάθητος.
Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν, ἐξανθήσει.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
( Κεφ. στ΄. 17-23 )
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ ᾿Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἅπασα πανόλβιε, ἡ οἰκουμένη καυχᾶται, ἐπὶ τῇ θεόφρονι, βιοτῇ σου Ἅγιε ὡς στεῤῥώτατα, διωγμοὺς θλίψεις τε, καὶ πολλὰς βασάνους, φυλακὰς καὶ συνειδήσεως, Πάτερ μαρτύριον, ἐκ τῆς ἀθεΐας ὑπήνεγκας, καὶ πίστει ὡμολόγησας, τὸν Χριστὸν τὸν σὲ θαυμαστώσαντα, ὅθεν καὶ ἐν ὕμνοις, τὸν ἔπαινον προσάγει σοι Λουκᾶ, καὶ ἐξαιτεῖται τὴν εὔτονον, ὄλβιε πρεσβείαν σου.
Σῶσον, ὁ Θεὸς τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Κληρονόμος ὑπάρχων, ἀγαθῶν αἰωνίων Λουκᾶ μακάριε, τὸν κλῆρον ἐπευλογεῖ, καὶ τὸν λαὸν Κυρίου, τὸν πιστόν, θεοτίμητε, νέμων τὸν πλοῦτον αὐτοῖς, ἀεὶ τῶν σῶν θαυμάτων.
Ῥῶσιν πᾶσι παρέχων, τοῖς θερμῶς ἐκζητοῦσι τὴν σὴν ἀντίληψιν, κατὰ τὴν χρείαν δίδου, ἑκάστου τὴν ἰδίαν, τὰ ἰάματα Ἅγιε, ποικιλοτρόπως Λουκᾶ, δύνασαι γὰρ ἰᾶσθαι.
Ἀθεΐας τὴν πλάνην, βλασφημίαν αἱρέσεως Πάτερ κάθελε, καὶ λύμην τῶν ποικίλων, σχισμάτων Ἐκκλησίας, καὶ σκανδάλων τὴν ἔφοδον, ὡς Ὀρθοδόξων πιστῶν, προστάτης θεοφόρε.
Θεοτοκίον.
Ζωοδόχος ὑπάρχεις, καὶ πηγὴ ἡ ἀκένωτος Παμμακάριστε, πηγάζουσα ἀφθόνως, τοῖς σοὶ προσερχομένοις, τὰ σωτήρια νάματα, ὡς χορηγὸς δωρεῶν, Σεμνὴ ἐπουρανίων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὦ τῶν θαυμάτων, τῶν σῶν Λουκᾶ Ἱεράρχα! δι’ ὧν σὺ ἐνεργεῖς τὸ συμφέρον, πάντων τῶν χρῃζόντων, τῆς σῆς ἐπικουρίας.
Γόνυ σοὶ κλίνων, ἐν ταπεινώσει καρδίας, προσκυνῶ τὴν εἰκόνα σου Πάτερ, καὶ τὰ λείψανα σου, ἀσπάζομαι ἐν πίστει.
Ὁ μυστίπολος, ὁ ἱερὸς τοῦ Ὑψίστου, εἰς τὴν ἄνω μνημόνευε μάκαρ, θείαν λειτουργίαν, τῶν σὲ ὑμνολογούντων.
Θεοτοκίον.
Ἔαρ Παρθένε, τὸ μυστικὸν σωτηρίας, φῶς τὸ θεῖον ἀνάτελλε πᾶσι, παύουσα χειμῶνα, Σεμνὴ τῆς ἁμαρτίας.
ᾨδὴ θ ΄. Κυρίως Θεοτόκον.
Ῥωσσίας θεῖε γόνε, σοῖς ὁμοεθνέσι, καὶ τοῖς τιμῶσί σὲ Ἕλλησιν πάρεχε, ἀεὶ Λουκᾶ θεοφόρε, τὴν εὐλογίαν σου.
Ὦ μέγα Ἱεράρχα, ἡ τοῦ τέλους ὥρα, νῦν μοι ἐγγίζει καὶ πάρεστι ὁ θάνατος, διὸ σοὶ φρίττων κραυγάζω· μὴ ἐπιλάθῃ μου.
Σαρκὸς μου τὴν ὀδύνην, τὴν ἐξ ἁμαρτίας, εἰς ἡδονὴν τὴν τοῦ Πνεύματος Ἅγιε, μετασκευάζων πρεσβείαις, ῥύου με πάντοτε.
Θεοτοκίον.
Σκεπάσασα Παρθένε, τοὺς ἐξορισθέντας, ἐκ τῆς Ἐδὲμ ἀνάκτησαι βοήθησον, ποθεινοτάτην πατρίδα, ὡς θεία σύμμαχος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῆς Συμφερουπόλεως τὸν καλόν, τοῦ Χριστοῦ ποιμένα, τὴν κρηπῖδα τῶν ἰατρῶν, τὸν ἐπικουρίαν, τοῖς πάσχουσιν ταχέως, παρέχοντα ἐν ὕμνοις, Λουκᾶν τιμήσωμεν.
Χαίρει Συμφερούπολις πανδημεί, ἐν Κυρίῳ Πάτερ, ἡ κατέχουσα τὰ σεπτά, θεῖα λείψανα σου, ὡς τίμιον καὶ μέγα, θησαύρισμα καὶ σέβας, Λουκᾶ θεόπλουτε.
Χαίροις ὁ Ῥωσσίας θεῖος βλαστός, καὶ τῶν ἀσθενούντων, συμπαθέστατος ἰατρός, χαίροις ἀθεΐας, Λουκᾶ ὁ καθαιρέτης, ὁ χάριτας θαυμάτων, πᾶσι δωρούμενος.
Ἴασαι καρδίας καὶ ὀφθαλμῶν, καὶ νεφρῶν τὴν βλάβην, ἀτεκνίαν Λουκᾶ σοφέ, ὄγκους ἐγκεφάλου, μελῶν παραλυσίαν, καρκίνον λευχαιμίαν, καὶ νευροπάθειαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον.Ἦχος πλ. α΄. Τὸν συνάναρχον.
Ἰατρῶν τὸ ἀγλάϊσμα καὶ τὸ καύχημα, Ἱεραρχῶν τε καὶ κλέος τῆς Ἐκκλησίας Χριστοῦ, τὸν Ποιμένα τὸν καλὸν Συμφερουπόλεως, θεῖον Λουκᾶν τὸν ἰατρόν, ἐν ᾠδαῖς πνευματικαῖς ὑμνήσωμεν γηθοσύνως, ὅτι πηγάζει πλουσίως, τῶν ἰαμάτων τὰ χαρίσματα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε οἱ χοροὶ τῶν εὐσεβῶν, πίστει μὲν προσδράμωμεν τάχει, τῷ θείῳ τούτῳ Ναῷ, τοῦ λαμπροῦ ἀκέστορος καὶ ἀναργύρου Λουκᾶ, προσπεσόντες δὲ ἅπαντες, αὐτοῦ τοῖς λειψάνοις, χάριν αἰτησώμεθα ἰατρικὴν παρ’ αὐτοῦ, ὅτι οὖς εὐήκοον τείνει, ἀντιλαμβανόμενος πάντων, θεραπευτικῶς ὡς εὐπαράκλητος.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου