Αναζήτηση αυτού του ιστολογίου

Τρίτη 27 Μαΐου 2025

Παρακλητικός Κανών εις την Αγίαν Θεοδοσίαν την Μάρτυρα και Παρθένον!!!

 




῾Η ῾Αγία Θεοδοσία ἡ Μάρτυς καί Παρθένος


(29 Μαΐου)


῾Η ῾Αγία Θεοδοσία ἡ μάρτυς καί Παρθένος


Η ῾Αγία Θεοδοσία καταγόταν ἀπό τήν Τύρο τῆς Φοινίκης ἡ ὁποία δέν εἶχε μόνον παρθενικό σῶμα, ἀλλά καί παρθενική ψυχή.Από τήν ἡλικία τῶν 18 χρονῶν εἶχε ζῆλο καί θερμή πίστη, ἀνάμεσα στίς νεαρές εἰδωλολάτρισσες γυναῖκες. Αὐτό καταγγέλθηκε στόν ἄρχοντα Οὐρβανό, πού μέ κάθε δελεαστικό τρόπο προσπάθησε νά τήν πείσει νά ἀρνηθεῖ τό Χριστό. ῞Ομως ἡ Θεοδοσία ἔμεινε ἀμετακίνητη στήν πίστι της. ῾Ο Οὐρβανός, βλέποντας τήν ἐπιμονή της, ἐξοργίστηκε καί μέ θηριώδη τρόπο ἔσπασε τά κόκκαλά της καί πριόνισε τίς σάρκες της. ῎Επειτα, τήν πλησίασε καί τῆς πρότεινε νά ἀλλαξοπιστήσει, ἔστω καί τήν τελευταία στιγμή, κι αὐτός θά θεράπευε ἀμέσως τίς πληγές της. ῾Η Θεοδοσία μισοπεθαμένη ἀπάντησε: «Εἶμαι χριστιανή». Τότε ὁ τύραννος διέταξεκαί τήν ἔριξαν στή θάλασσα, ὅπου καί παρέδωσε τό πνεῦμα της.

῾Η Εκκλησία ἐορτάζει τήν μνήμη της στίς 29 Μαΐου.


Παρακλητικὸς Κανὼν


εἰς τὴν ῾Αγίαν Θεοδοσίαν τὴν Μάρτυρα καὶ Παρθένον


Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου

Εὐλογήσαντος τοῦ ῾Ιερέως ἀναγιγνώσκεται ὁ Ψαλμὸς ρμβ´ (142ος)

Εὐθὺς ὁ χορὸς σὲ Ἦχον δ´ λέγει τὸ Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,… (τετράκις).

Εἴτα τὰ παρόντα Τροπάρια.Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ...


Τὴν Θεοδόξαστον ὑμνήσωμεν πάντες* τῶνΟρθοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν* ἐν κατάνύξει βοῶντες ἐκ μέσης ψυχῆς·* ῥῦσαι τοὺς προστρέχοντας,* Θεοδοσία

μάρτυς,* πάσης περιστάσεως καὶ ἐκ νόσων ποικίλων* ταῖς πρὸς Χριστὸν λιταῖς σου,

θαυμαστή,* σὲ γὰρ προστάτιν* ἀκοίμητον ἔχομεν.

Δόξα Πατρὶ καὶ Υἱῷ…


Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.


Ω῾ ς δόσιν θεόσδοτον, τὴν παρθενίαν τὴν σήν,* ἀγῶσιν ἀθλήσεως, Θεοδοσία σεμνή,* τῷ Λόγῳ προσήγαγες˙* ὅθεν πρὸς ἀθανάτους, μεταστᾶσα νυμφῶνας,* πρέσβευε

Αθληφόρε,* τῷ Δεσπότῃ τῶν ὅλων,* ῥυσθῆναι ἐκ πολυτρόπων, ἡμᾶς συμπτώσεων.


Καὶ νῦν καὶ ἀεὶ … Θεοτοκίον.


Οὐ σιωπήσομεν πότε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀναξιοι˙* εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ

διεφύλαξεν ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού˙* σοὺς γὰρ

δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Εἶτα τὸν Νʹ (50ος) Ψαλμόν (χύμα). Ελέησόν με, ὁ Θεός,… καὶ ἀκολουθοῦν αἱ


ᾨδαὶ τοῦ Κανόνος. 1


ᾨδὴ αʹ. Ἦχος πλ. δʹ. Ὑγρὰν διοδεύσας…


Πολλοῖς συνεχόμενος πειρασμοῖς* πρὸς σὲ καταφεύγω* σὴν βοήθειαν ἐκζητῶν˙* ἣν σὺ παράσχου, Θεοδοσία,* καὶ ἐκ χειρῶν ἀρχεκάκου διάσωσον. 

Κρίνω, κατακρίνω, κακολογῶ* καὶ τὴν γλώσσαν μου, Μάρτυς, δαμάσαι ἀδυνατῶ˙* διὸ σοι προσφεύγων ἐξαιτοῦμαι* λιταῖς σου, Θεοδοσία πανύμνητε.

Ε χθροῖς καὶ προστάταις σῶν ἱκετῶν* παράσχου ὑγείαν καὶ μετάνοιαν ἀληθήν.* Θεοδοσία, πιστῶν τὸ κλέος* καὶ τῶν ἐν ἀνάγκαις σκέπη, πανένδοξε.


Θεοτοκίον.


1 . Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ

δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…


Πανάσπηλε Κόρη τῆς Ναζαρέτ,* πρὸς σε κατάφεύγω ὁ ἀχρεῖος γονυκλινῶς* καὶ τὴν σὴν βοήθειαν αἰτοῦμαι,* ὅπως ῥυσθῶ τοῦ πυρὀς τῆς κολάσεως.


ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…


Ο ρφανῶν ἀνεδείχθης* καταφυγή, ἔνδοξε,* καὶ τῆς νεολαίας προστάτης ἀκαταμάχητος,* διὸ σοι προσέρχονται* τῶνΟρθοδόξων χορείαι* καὶ αἰτοῦσιν

ἅπαντες* τὴν προστασίαν σου.

Παραδείσου πολίτης,* Παμμάκαρ, σὺ γέγονας* καὶ τῶν οὐρανίων ταγμάτων* σὺ εἶ συνόμιλος,* διὸ σέ, θαυμαστή,* καθικετεύομεν πάντες* ἡμᾶς τοὺς προσπίπτοντας*

ῥῦσαι ἐκ θλίψεων.

Λυτρωτὴν τῶν ἀνθρώπων* καὶ Πλαστουργὸν ἅπαντες* σὲ καθικετεύομεν πίστει* καὶ σοῦ δεόμεθα,* Τοῦτον εὐμένησόν συ,* Θεοδοσία τρισμάκαρ,* τῶν πιστῶν τὸ

στήριγμα* καὶ καταφύγιον.


Θεοτοκίον.


Ε̉ ν τῇ κλίνῃ τοῦ πόνου* εἰμὶ κατακείμενος* καὶ παρηγορίαν οὐκ ἔχω* ὁ τάλας, ῎Αχραντε,* διὸ πρὸς Σε ταπεινῶς* καὶ μετὰ δέους προσπίπτω* καὶ αἰτῶ βοήθειαν,*

Νύμφη ἀνύμφευτε.

Διάσωσον* ἀπὸ κινδύνων, Θεοδοσία, σοῦ ἱκέτας* ὅτι πάντες δεητικῶς πρὸς σε καταφεύγομεν* τὸν μέγαν τῶν Ορθοδόξων προστάτην.

Ε̉ πίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία…

Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος τὸ ἀπόρθητον,* ἐλέους πηγὴ* καὶ πιστῶν καταφύγιον,* ἐκτενῶς βοῶμεν σοι,* Θεοδοσία μάρτυς Χριστοῦ, πρόφθασον* καὶ παράσχου

ἀκλινὴν* ὑγείαν τοῖς σοι πίστει προσφέγουσι.


ᾨδὴ δ´. Εἰσακήκοα Κύριε...


Τῶν παθῶν μου τὸν τάραχον,* Θεοδοσία μάρτυς, σὺ τάχος κατάπαυσον* καὶ τὸν κλύδωνα κατεύνασον* τῶν ἐμῶν πταισμάτων, Θεοδόξαστε.

Τοὺς πολέμους κατάπαυσον,* ταχέως, Θεοδοσία πανύμνητε,* καὶ εἰρήνην ταῖς ἱκέταις σου* παράσχου, μάρτυς πανευωδέστατε.

Ε̉ κ τροχαίου διάσωσον* τοὺς πιστῶς ὑμνοῦντας σε, Καλλιπάρθενε,* καὶ τὸν κλύδωνα κατεύνασον* τῶν παθῶν μου, κόρη Θεοδόξαστε.


Θεοτοκίον.


Παναγία πανάχραντε,* τὴν ῾Ελλάδαν σπεῦσον καὶ διαφύλαξον* ἐξ ἐχθρῶν ποικίλων, ἔνθεε,* οἱ πιστοὶ ἀπαύστως* σοῦ δεόμεθα.


ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…


Δίδου τοῖς πιστοῖς* ὑγιείαν, Θεοδόξαστε,* καὶ τοῖς νοσοῦσι γίνου θεραπευτής,* μαρτύρων κλέος* καὶ τῶν πιστῶν καταφύγιον.

Κύριον θερμῶς* Θεοδοσία ἱκέτευε,* ὅπως παράσχῃ ἡμῖν ὑπομονήν,* ὡς καὶ εἰρήνην τοῖς οἴκοις ἡμῶν, ἀήττητε.

Υ ῞ πνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον.


Θεοτοκίον.


Δέσποινα θερμῶς* ἱκετεύω Σε ὁ ἄθλιος* ὁμόνοιαν, εἰρήνην καὶ χαράν,* τοῖς οἴκοις πάντων ἡμῶν* παράσχου, Αμόλυντε.


ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…


Τὰ τέκνα τῶν Ορθοδόξων φύλαττε* ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας, Θεόφρον,* καὶ ταῖς λιταῖς σου, πιστῶν σὺ τὸ κλέος,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγησον* δεόμεθά σου

ταπεινῶς,* Θεοδοσία, πιστῶν καταφύγιον.

Ε̉ κ βλάβης τῶν φρενῶν διαφύλαττε,* Θεοδοσία, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγίδων ἀπαύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον* δεόμεθα

γονυκλινῶς,* Φωτοφόρε, ἡμεῖς οἱ ἀνάξιοι.

Ω ῾ ς τεῖχος, καταφυγῆς καλοῦμέν σε,*Ορθοδόξων οἱ χοροί, θεοφόρε, καὶ ἰατρὸν ἐν τοῖς νόσοις παμμάκαρ,* σὲ ὀνομάζομεν, μάρτυς πανύμνητε, δεόμεθά σου ἀγαθή, ἐκ

τῶν παθῶν ἱκέτας διάσωσον.


Θεοτοκίον.


Πανάχραντε,Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλλοδόξους* τάχος ὁδήγησον πάντες δεόμεθα* τοὺς δὲ Ποιμένας ἀκραιφνεῖς*

ὁδηγοὺς ἱκετῶν Σου ἀνάδειξον.

Διάσωσον* ἀπὸ κινδύνων, Θεοδοσία, σοῦ ἱκέτας* ὅτι πάντες δεητικῶς πρὸς σε καταφεύγομεν* τὸν μέγαν τῶν Ορθοδόξων προστάτην.

Α῎ χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα* δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος βʹ. Προστασία...


Σὺ προστάτις τῶνΟρθοδόξων ἀκαταίσχυντος* καὶ μεσίτις πρὸς τὸν Πλαστουργὸν ἀμετάθετος,* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνάς˙* ἀλλὰ πρόφθασον,

θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν* τῶν πιστῶς δεομένων σοι˙* δέχου τὰς

παρακλήσεις* καὶ σπεῦσον εἰς ἱκεσίαν,* σὺ εἶ ἀκοίμητος φρουρός,* Θεοδοσία μάρτυς,

τῶν τιμῶντών σε.

Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δʹ.

Υ ῾ πομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοί. (δίς)

Στίχος: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Υ ῾ πομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοί.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Εκ τοῦ κατὰ Μᾶρκον (Κεφ. εʹ. 24-34)…

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

Τῷ καιρῶ ἐκείνω, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν. Καὶ γυνὴ τὶς οὖσα ἐν ῥύσει αἵματος, ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ

δαπανήσασα τὰ παρ̉ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ

χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλω ὄπισθεν, ἤψατο τοῦ

ἱματίου αὐτοῦ. Ἔλεγε γὰρ ἐν ἐαυτή, ὅτι καν τῶν ἱματίων αὐτοῦ ἄψωμαι, σωθήσομαι. Καὶ

εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς

μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἐαυτῶ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν,

ἐπιστραφεῖς ἐν τῷ ὄχλω, ἔλεγε: Τὶς μου ἤψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῶ οἱ μαθηταὶ

αὐτοῦ. Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε καὶ λέγεις, τὶς μου ἤψατο; Καὶ περιεβλέπετο

ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυία ὁ γέγονεν ἐπ̉

αὐτή, ἦλθε καὶ προσέπεσεν αὐτῶ καὶ εἶπεν αὐτῶ πάσαν τὴν ἀλήθειαν. ῾Ο δὲ εἶπεν αὐτή:


Θύγατερ, ἡ πίστις σου σέσωκέ σε, ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός

σου.

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.


Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.


Ταῖς τῆς Θεοδοσίας πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.


Καὶ νῦν καὶ ἀεὶ…


Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν

σου, ἐξάλειψον τὸ ἀνόμημά μου.


Προσόμοιον. Ἦχος πλ. βʹ. ῞Ολην ἀποθέμενοι...


Μὴ ἐγκαταλείπεις με τῶνΟρθοδόξων προστάτα* τὸν θερμῶς προστρέχοντα* καὶ γονυκλινῶς αἰτοῦντα βοήθειαν˙* νόσοι κατέβαλον ὅλον μου τὸ σῶμα* καὶ τὴν

ψυχὴν μου κατεράκωσαν πάθη δυσίατα* ὡς καὶ πειρασμοὶ ἀκατάβλητοι,* πάντοθεν

πλεμούμενος καὶ παρηγορίαν οὐκ ἔχω πλὴν σου,* Θεοδοσία μάρτυς,* προπύργιον

ἁπάντων τῶν πιστῶν* καὶ καταφύγιον, ἔνδοξε,* ἡμῶν τῶν ὑμνοῦντων σε.

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός: Αμήν.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.

ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς Ιουδαίας...


Ι̉ ησοῦν τὸν Σωτήρα* ὃν ἠγάπησας, μάρτυς, ταχὺ δυσώπησον* ῥυσθῆναι τῶν πτασμάτων* ψυχῆς τε μολυσμάτων* τοὺς ἐν πίστει κραυγάζοντας˙* χαῖρε, πιστῶν ὁ

φρουρὸς* καὶ πάντων ὁ προστάτης.

Ο̉ ρθοδόξων κατέστης* ἰατρὸς ὁ ἀλάνθαστος καὶ ἀνάργυρος,* Θεοδοσία μάκαρ* καὶ πάντων ὁδοδείκτης* ἀκλινὴς καὶ ἀλάνθαστος* τῶν δὲ πιστῶν σὺ φρουρὸς*

ἀκοίμητος καὶ ῥύστης.

Νικητὰς ἁμαρτίας* τοὺς πιστοὺς σὺ ἀνάδειξον, Θεοδόξαστε,* λιταῖς σου πρὸς τὸν Κτίστην* δεόμεθα ἁπαύστως* διὸ σοι καταφεύγομεν,* Θεοδοσία σεμνή,* πιστῶν ἡ

βακτηρία.


Θεοτοκίον.


Θεοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχομαι ὁ ἀνάξιος* καὶ χείρας μου σοι αἴρω* καὶ πόθῳ ἀνακράζω* ἀποδήμους διάσωσον* ἐκ τῶν χειρῶν πειραστοῦ* καὶ τῶν

αἰρετιζόντων.


ᾨδὴ ηʹ. Τὸν Βασιλέα.


Τὸν Βασιλέα καὶ Ποιητὴν τῶν ἁπάντων* καθικέτευε, Μάρτυς, βοῶμεν,* ἵνα ἀπαλλάξῃ* πιστοὺς ἐκ τοῦ καρκίνου.

Α̉ δυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* θεραπεύει ὁ Κτίστης ταχέως* καὶ εἰς τοὺς γονέας* χαρὰν παρέχει, μάρτυς.

Τὴν ἀνεργίαν,* Θεοδοσία, λιταῖς σου* ὁ Δεσπότης τῶν ὅλων ἀπελαύνει* καὶ πιστοῖς παρέχει* ταχέως ἐργασίαν.


Θεοτοκίον.


Τὴν μαρτυρίαν* τοῦ Σοῦ Υἱοῦ τοῖς ἀνθρώποις* βοήθει, Θεοτόκε, διδῶμεν,* ἵνα λυτρωθῶμεν* πυρὸς τοῦ αἰωνίου.


ᾨδὴ θʹ. Κυρίως Θεοτόκον...


Σεμνὴ Θεοδοσία,* σοι πόθω προσφεύγω* καὶ ἐκζητῶ σὴν βοήθειαν, πάντιμε* ἣν σοι παράσχου ταχέως* ἐμοὶ τῷ τάλανι.

Εἰρήνην καὶ ἀγάπην,* πίστιν καὶ ἐλπίδα* ὑπομονὴν καὶ πραότητα, ἔνθεε,* παράσχου τάχος ἱκέταις,* μάρτυς πανένδοξε.

Μετάνοιαν οὐκ ἔχω* διὸ καὶ πτοοῦμαι* καὶ σοι προσπίπτω δεόμενος, εὔσημε,* ἣν σοι παράσχου ταχέως* ἐμοὶ τῷ τάλανι.


Θεοτοκίον.


Η ῾ μᾶς τοὺςΟρθοδόξους* στήριξον τῇ πίστει* καὶ τοῦ Υἱοῦ Σου τὴν δόξαν ἀξίωσον* ἰδεῖν Θεοτόκε, οἱ ἀχρείοι,* πιστῶν τὸ καύχημα.


Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.


Α ῎ ξιόν ἐστιν ὡς ἀληθῶς* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ* καὶ

ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεὸν Λόγον

τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Χαίροις, τῶν μαρτύρων ἡ καλλονή,* τῶν δὲΟρθοδόξων, Θεοδοσία, καταφυγὴ* καὶ τῶν ἐν ἀνάγκαις ἀκοίμητος προστάτις* καὶ πάντων τῶν ἐν θλίψει* τὸ καταφύγιον.

Πάντας τοὺς προστρέχοντας ἐπὶ σε* μὴ ἐγκαταλείπεις,* ἀλλὰ δίδου ὑπομονήν,* πίστιν καὶ ἀγάπην,* ὑγείαν, σωφροσύνην* καὶ τοῦ Θεοῦ τὴν δόξαν* ἰδεῖν ἀξίωσον.

Τὴν Θεοδοσίαν πανευλαβῶς* ὑμνήσωμεν πόθῳΟρθοδόξων τε οἱ χοροὶ* καὶ πρὸ τῆς εἰκόνος* αὐτῆς ἀκαταπαύστως* προσπέσωμεν αἰτοῦντες,* Χριστοῦ, τὸ ἔλεος.

Χαίροις, τῶν μαρτύρων ἡ καλλονή,* Θεοδοσία μάκαρ,Ορθοδόξων καταφυγὴ* καὶ τῶν ἐν ἀνάγκαις ἀκοίμητος προστάτις* καὶ πάντων τῶν ἐν θλίψει* τὸ καταφύγιον.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου*Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πάντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σωθῆναι ἡμᾶς.

῾Ο Χορός: Τὸ Τρισάγιον, τὸ Πάτερ ἡμῶν… ὁ ῾Ιερεύς: ῞Οτι σοῦ ἐστὶν… καὶ τὸ


Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.


Ω ῾ ς δόσιν θεόσδοτον, τὴν παρθενίαν τὴν σήν,* ἀγῶσιν ἀθλήσεως, Θεοδοσία σεμνή,* τῷ Λόγῳ προσήγαγες˙* ὅθεν πρὸς ἀθανάτους,* μεταστᾶσα νυμφῶνας,*

πρέσβευε Ἀθληφόρε,* τῷ Δεσπότῃ τῶν ὅλων,* ῥυσθῆναι ἐκ πολυτρόπων, ἡμᾶς

συμπτώσεων.

῾Ο ῾Ιερεύς:Ελέησον ἡμᾶς ὁ Θεός…, μνημονεύει τὰ όνόματα καὶ ποιεῖ μικρὰν ἀπόλυσιν:

Δόξα σοι Χριστὲ ὁ Θεὸς, ἡ ἐλπὶς ἡμῶν. Κύριε …

Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:


῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.


Πάντας τούς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱερᾶς σου εἰκόνος,* Θεοδοσία, πιστῶν χαρμονή,* δίδου σὺ μετάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπείνωσιν,*

εἰρήνην καὶ πίστιν,* ἄγγελον ἀκοίμητον καὶ ὁδηγὸν ἀσφαλῆ.* Κόρη,Εκκλησίας τὸ

κλέος* ἀσθενῶν ἐδείχθης θεράπων* καὶ τῶν Ορθοδόξων κατάφύγιον.


῏Ηχος πλ. δʹ.


Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.


῏Ηχος βʹ.


Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.


῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.


Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, ΚύριεΙησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.


̉Αμήν.


῾Ιερός Ναός τῆς ῾Αγίας Θεοδοσίας

Δεν υπάρχουν σχόλια: