Αναζήτηση αυτού του ιστολογίου
Σάββατο 20 Νοεμβρίου 2021
Εὐχὴ εἰς τὴν ἑορτὴν τῶν Εἰσοδίων τῆς Θεοτόκου
Εὐχὴ εἰς τὴν ἑορτὴν τῶν Εἰσοδίων τῆς Θεοτόκου
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, οἰκτίρμον καὶ ἐλεῆμον, ὁ τοῦ ἀνάρχου καὶ ἀϊδίου σου Πατρὸς συνάναρχος καὶ συναΐδιος Υἱὸς ὑπάρχων, ὁ καταξιώσας ἡμᾶς εἰρηνικῶς φθάσαι τὴν ἡμέραν τῆς ἐν τῷ ναῷ Εἰσόδου τῆς παναχράντου σου Μητρός, ἧς ταῖς εὐπειθέσι μεσιτείαις δυσωπηθείς, εἰσάκουσον, ὡς ἀγαθός, τῆς προσευχῆς καὶ δεήσεως ἡμῶν, ἐξαιτούντων σωτηρίαν’ καὶ ἐλευθερώσας ἡμᾶς ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, καὶ πάσης ἄλλης θλίψεως, παρασχοὺ ἡμῖν εἰρήνην καὶ ὑγείαν τῆς τε ψυχῆς καὶ τοῦ νοὸς καὶ τοῦ σώματος, ἵνα εὐχαρίστως σε λατρεύωμεν, καὶ καθ’ ἑκάστην σὲ προσκυνῶμεν πάσας τὰς ἡμέρας τῆς ζωῆς ἠμῶν’ ὅπως ἑκατέρωθεν εὐεκτοῦντες, καὶ τὴν τερπνὴν πανήγυριν ταύτην ἐτησίως ἑορτάζοντες, καταξιωθῶμεν τῷ ἐλέει σου, καὶ νῦν, καὶ ἐν τῷ μέλλοντι εὐαρεστῆσαί σοι, καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσαι. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Προσευχὴ ἀπὸ τὸ Μέγα Προσευχητάριον (Σιμώνωφ).
φωτογραφία: Ιερά Μονή Τιμίου Προδρόμου Βομβοκούς
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου