Αναζήτηση αυτού του ιστολογίου
Τρίτη 2 Αυγούστου 2022
ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ ΈΚΤΗ ΏΡΑ Ευχή και ύμνος..
Εὐχὴ καὶ Ὕμνος
Δόξα σοι μόνε ἀγαθέ· δόξα σοι μόνε σοφέ.
Δόξα σοι εὐεργέτα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.
Δόξα σοι ὁ ἀνατέλλων τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους· ὁ βρέχων ἐπὶ πονηροὺς καὶ ἀγαθούς.
Δόξα σοι ὁ τρέφων τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰ θηρία καὶ πάντα τὰ ἔνυδρα ὡς στρουθίον εὐτελές.
Δόξα σοι ὁ ὑετοῖς ἀλλεπαλλήλοις ἄρδων τὰ σπέρματα·
δόξα σοι ὁ τῶν δένδρων τὰς ῥίζας καθικνεῖσθαι σοφίζων
τῆς τῆς ταῖς κοιλότησι.
Μεγάλοι σου οἱ οἰκτιρμοὶ ἐπὶ πάντα τὰ ἔργα σου.
Μεγάλη σου ἡ μακροθυμία ὑπεράγαθε Δέσποτα, ἐφ' ἡμᾶς τοὺς καθ᾿ ἑκάστην ἁμαρτάνοντας.
Διὸ δέομαί σου, μὴ ἀπορρίψῃς με μετὰ τῶν λεγόντων
“Κύριε Κύριε” καὶ μὴ ποιούντων τὸ θέλημά σου, ἀλλὰ πρόσδεξαι τὴν δέησιν καὶ τὴν ἐξομολόγησίν μου μετὰ τῶν
εὐαρεστούντων ἐνώπιόν σου.
Πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Αμήν.
[Καὶ εὐθύς· Δεῦτε προσκυνήσωμεν (γ΄), μετανοίας (γ΄), καὶ ἄρξον τοὺς ψαλμούς
Ὁ Θεὸς ἐν τῷ ὀνόματί σου καὶ τὰ λοιπὰ τῆς ἕκτης Ωρας· ὅταν δὲ ἡ Ἀσκητικὴ Ἀκολουθία λέγεται, οὐ λέγουσι Δεῦτε προσκυνήσωμεν, ἀλλ᾿ εὐθὺς τὸ Κάθισμα τοῦ Ψαλτρία, τὰ τροπάρια καὶ τὴν Εὐχὴν (βλ. σελ. 334)].
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου