Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Θεοτόκου τῇ ἁγίᾳ Εἰκόνι, τῇ χαραχθείσῃ ἐν πλατάνῳ τὸ πάλαι, δι’ ἐνεργείας θείας ὑπὲρ ἔννοιαν, εὐλαβῶς προσπέσωμεν, πρὸς αὐτὴν ἐκβοῶντες· Δέσποινα πανύμνητε, τοὺς πιστῶς προσκυνοῦντας, τὴν ἐν πλατάνῳ θείαν Σου μορφήν, σκέπε καὶ σῶζε, κινδύνων καὶ θλίψεων.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Πλατανιωτίστῃ δέησιν φέρω. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πλατάνῳ Σου πάλαι ὑπερφυῶς, Εἰκὼν ἡ ἁγία, τυπωθεῖσα Μῆτερ Θεοῦ, πάντας συγκαλεῖται ἀνυμνῆσαι, τῶν Σῶν θαυμάτων Παρθένε τὰς χάριτας.

Λυχνία καθάπερ τὸ θεῖον φῶς, τῶν Σῶν χαρισμάτων, ἡ Εἰκών Σου ἡ θαυμαστή, ἡ ἐν τῇ πλατάνῳ διαυγάζει, φωταγωγοῦσα ἡμᾶς Κόρη πάναγνε.

Ἀγγέλων ὑπάρχουσα βασιλίς, ἡμῖν Θεοτόκε, τὴν μορφήν Σου τὴν ἱεράν, δέδωκας ὁρᾷν ἐν τῇ πλατάνῳ, ἣν παραδόξως τὸ πάλαι ἐχάραξας.

Τοῖς πίστει καὶ πόθῳ εἰλικρινεῖ, σπεύδουσι Παρθένε, τῷ ναΐσκῳ Σου τῷ σεπτῷ, τῷ ἐν τῇ πλατάνῳ πανταχόθεν, δίδου ἀεὶ τὴν θερμήν Σου βοήθειαν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἁγιάσματος τόπος νεύσει τῇ Σῇ γέγονε, Κόρη τῆς πλατάνου τὸ κοῖλον, ᾧ προσερχόμενοι, ἁγιαζόμεθα, ἐκ τῆς ἁγίας μορφῆς Σου, τῆς ἐν τούτῳ Δέσποινα, ὥσπερ ηὐδόκησας.

Νοσημάτων λυτροῦνται καὶ πολλαπλῶν θλίψεων, οἱ πανευλαβῶς προσιόντες, τῷ Σῷ τυπώματι, καὶ χαριστήριον, Πλατανιώτισσα Κόρη, ὔμνον Σοι προσάδουσιν, ἀγαλλιώμενοι.

Ἰατρὸν ὡς τεκοῦσα καὶ Λυτρωτὴν ἄχραντε, τὸν ἐκ τῆς ἀρχαίας κατάρας, ἡμᾶς ῥυσάμενον, Χριστὸν τὸν Κύριον, Πλατανιώτισσα Κόρη, ἴασαι καὶ σῶσόν με, τὸν Σὲ δοξάζοντα.

Ὡς μεμόρφωται πάλαι ὑπερφυῶς ἄχραντε, ἡ τῆς Σῆς ἁγίας Εἰκόνος, ὄψις ἐξέπληξε, τοὺς ἀνυμνοῦντάς Σε· ὅθεν προστρέχομεν πίστει, τῇ πλατάνῳ μέλποντες, τὰ μεγαλεῖά Σου.

Διάσωσον, Πλατανιώτισσα Κόρη ἐκ πάσης βλάβης, τοὺς ἐν πίστει ἐν τῇ πλατάνῳ προστρέχοντας, καὶ προσκυνοῦντας μορφήν Σου τὴν παναγίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πηγὴ ἀγαθῶν ὡς ἀληθῶς γεγένηται, τῇ Σῇ μυστικῇ, ἐπισκιάσει Δέσποινα, μορφῇ Σου ἡ ὑπέρτιμος, ἣν ἐχάραξας ὥσπερ ἠθέλησας, ἐν τῇ πλατάνῳ ἐν ᾗ ἱλασμόν, κομίζονται πίστει οἱ προστρέχοντες.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὴν ἁγίαν Εἰκόνα, Μεγασπηλαιώτισσα ἀειπάρθενε, τυπωθεῖσαν τρόπῳ κείττονι, ἐπὶ δένδρου πάντες ἀσπαζόμεθα.

Ἰατρεῖον ἀδάπανον, ψυχῶν καὶ σωμάτων Πλατανιώτισσα, ἡ Εἰκών Σου ἡ ὑπέρτιμος, πρόκειται τοῖς πίστει Σε δοξάζουσι.

Σοῦ τὸ θεῖον ἐκτύπωμα, Μεγασπηλαιώτισσα ἀειπάρθενε, ἐν πλατάνῳ ὡς ἀπέθετο, ἐν αὐτῇ ἡ ὄψις Σου τετύπωται.

Συνερχόμενοι Δέσποινα, ἐν τῇ Σῇ πλατάνῳ Πλατανιώτισσα, χαριστήριόν Σοι αἴνεσιν, ᾄδομεν κηρύττοντες τὴν χάριν Σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἡ τῆς Σῆς μορφῆς, πανταχοῦ διαβεβόηται, ἐν πλατάνῳ ἀποτύπωσις ἁγνή, ἣν ἐν πίστει προσκυνοῦντες ἀνυμνοῦμέν Σε.

Δέξαι τὰς φωνάς, Θεοτόκε Πλατανιώτισσα, τῶν τῇ θείᾳ προσιόντων Σου μορφῇ, καὶ παράσχου ἡμῖν πᾶσι τὰ αἰτήματα.

Ἔῤῥει θαυμαστῶς, τῇ Εἰκόνι Σου πανάχραντε, συμπαθείας Σου ὁ πλοῦτος ὁ πολύς, καὶ εὐφραίνει τὰς καρδίας τῶν ὑμνούντων Σε.

Ἥλιον Χριστόν, τῆς ζωῆς τεκοῦσα ἄχραντε, φωταγώγησον τῇ Σῇ ἐπισκοπῇ, Πλατανιώτισσα τοὺς πίστει Σε δοξάζοντας.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Σωμάτων, καὶ τῶν ψυχῶν τὰς ὀδύνας, καταπαύει Πλατανιώτισσα Κόρη, ἡ προϊοῦσα τῇ Σῇ χορηγίᾳ, ἐκ τῆς Εἰκόνος Σου χάρις ἑκάστοτε· διὸ κηρύττομεν ἀεί, τὴν πολλὴν πρὸς ἡμᾶς Σου προμήθειαν.

Ἰδόντες, τὴν παραδόξως Παρθένε, ἐν πλατάνῳ μορφωθεῖσάν Σου ὄψιν, θάμβους ἐπλήσθησαν πάντες ὑμνοῦντες, τὰ μεγαλεῖα τῆς Σῆς ἀγαθότητος· ἐκ ταύτης γὰρ πᾶσι πιστοῖς, χορηγεῖς καθ’ ἑκάστην τὴν χάριν Σου.

Ναόν Σοι, ἐν τῷ κοιλώματι Κόρη, τῆς πλατάνου καθιέρωσαν πίστει, ἐν ᾧ πιστῶν πανταχόθεν χορεῖαι, μετὰ σπουδῆς συνερχόμενοι μέλπουσιν, Εἰκόνος Σου τῆς ἱερᾶς, ἐν αὐτῷ τὴν παράδοξον μόρφωσιν.

Φωτίζεις, τῶν εὐσεβῶν τὰς καρδίας, ὡς φωτὸς τὸν χορηγὸν τετοκυῖα, καὶ γλυκασμῷ νοητῷ κατευφραίνεις, Πλατανιώτισσα Κόρη ἑκάστοτε, τὰς διανοίας τῶν πιστῶς, ἀνυμνούντων τὰ θεῖά Σου θαύματα.

Διάσωσον, Πλατανιώτισσα Κόρη ἐκ πάσης βλάβης, τοὺς ἐν πίστει ἐν τῇ πλατάνῳ προστρέχοντας, καὶ προσκυνοῦντας μορφήν Σου τὴν παναγίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Πλατανιώτισσα Κόρη πανύμνητε, ἡ προστασία ἡμῶν καὶ ἀντίληψις, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως, ἡμᾶς ἀνωτέρους διάσωζε, ὡς σκέπη ἡμῶν καὶ προπύργιον.

Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι..
Θείᾳ ἐπινεύσει Σου, κατὰ παράδοξον τρόπον, ἐν κορμῷ μεμόρφωται, τῆς πλατάνου Δέσποινα Πλατανιώτισσα, ἡ σεπτὴ ὄψις Σου, ἐκπλήτουσα πάντας, καὶ τῇ θείᾳ χορηγίᾳ Σου, καθαγιάζουσα, τοὺς ἁπανταχόθεν συῤῥέοντας· διὸ ἀναβοῶμέν Σοι, ὡς Μητρὶ τοῦ πάντων δεσπόζοντος· σκέπε ἡμᾶς Κόρη, ἐκ πάσης τοῦ ἐχθροῦ ἐπιβουλῆς, καὶ χαλεπῶν περιστάσεων, τῇ ἐπιστασία Σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν τῷ θείῳ ναῷ Σου τῷ ὑπάρχοντι Κόρη ἐν τῷ κοιλώματι, τοῦ δένδρου προσιόντες, ὑμνοῦμέν Σου τὴν χάριν, καὶ βοῶμεν ἑκάστοτε· χαῖρε Παρθένε ἁγνή, ἡμῶν ἡ προστασία.

Ῥῦσαι πάσης ἀνάγκης, Πλατανιώτισσα Κόρη Θεογεννήτρια, καὶ πάσης ἀθυμίας, καὶ ζάλης καὶ μανίας, τοῦ ἐχθροῦ τοὺς βοῶντάς Σοι· χαῖρε Παρθένε ἁγνή, ἡμῶν ἡ προστασία.

Ὡς μεμόρφωται Κόρη, ἐν πλατάνῳ ἡ ὄψις τῆς ἐμφερείας Σου, ὑπέφηνας τοῖς πᾶσι, τῆς Σῆς κηδεμονίας, πρὸς ἡμᾶς τὴν χρηστότητα· διὸ ὑμνοῦμεν πιστῶς, τὴν ἄφραστόν Σου δοξαν.

Γῆ ἀνήροτος ὥσπερ τῆς ζωῆς Θεοτόκε τὸν στάχυν ἔφυσας· διὸ καὶ παραδόξως, μορφή Σου ἡ ἁγία, τῇ πλατάνῳ τετύπωται, εἰς εὐφροσύνην ἡμῶν, καὶ σωτηρίαν Κόρη.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥάβδῳ Σου θείᾳ, τῆς κραταιᾶς προστασίας, Πλατανιώτισσα Παρθένε Θεοτόκε, στήριζε ἀπαύστως, τοὺς Σὲ ὑπερυψοῦντας.

Ἅπας προστρέχων, τῷ ἐν πλατάνῳ ναῷ Σου, Πλατανιώτισσα ὑπερευλογημένη, χάριτος πληροῦται, κηρύττων Σου τὴν χάριν.

Σύντριψον θᾶττον, τὴν καθ’ ἡμῶν τοῦ βελίαρ, Πλατανιώτισσα δύναμιν ὀλεθρίαν, ἵνα Σε ὑμνῶμεν, οἱ ταπεινοί Σοι δοῦλοι.

Ἴδε τοὺς πίστει, τῇ Σῇ Εἰκόνι ἑστῶτας, Πλατανιώτισσα καὶ πλήρου τὰς αἰτήσεις, τῶν ἐξαιτουμένων, τὴν Σὴν ἐπιστασίαν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μεγίστων χαρισμάτων, πρόξενος ἐγένου, βροτῶν τῷ γένει Θεὸν σωματώσασα· νῦν δὲ Παρθένε ἀπαύστως ἡμῶν προΐστασο.

Οἱ πίστει προσιόντες, τῇ πλατάνῳ Κόρη, καὶ θεωροῦντες τὸ θεῖόν Σου τύπωμα, ἐν ταπεινώσει καρδίας Σὲ μεγαλύνουσιν.

Ὑψόθεν Θεοτόκε, ἐπὶ τὸν λαόν Σου, τὰς σωστικὰς ἐνεργείας ἐφάπλωσον, Πλατανιώτισσα Κόρη τῆς προστασίας Σου.

Ὑπέραγνε Μαρία, τοῦτόν μοι τὸν ὕμνον, Πλατανιώτισσα πρόσδεξαι δέομαι, καὶ τῶν πολλῶν μου σφαλμάτων αἴτει τὴν ἄφεσιν.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Χαῖρε ἀειπάρθενε Μαριάμ, ἄνασσα Ἀγγέλων, σωτηρία δὲ τῶν βροτῶν· χαῖρε ἡ τὴν ὄψιν, τὴν Σὴν ἐν τῇ πλατάνῳ, μορφώσασα Παρθένε, καὶ χαριτώσασα.

Πάλαι παραδόξως ἡ Σὴ Εἰκών, ἐν κοίλῳ τοῦ δένδρου, ἐμορφώθη ὑπερφυῶς, ἣν καὶ προσκυνοῦντες, πολλῇ ἐν εὐλαβείᾳ, προσφόρως Πλατανιώτισσαν, ὀνομάζομεν.

Θεῖον ἐν τῷ κοίλωμᾳ εὐλαβῶς, τῆς πλατάνου Κόρη, καθιέρωσαν οἱ πιστοί, ναόν Σοι Παρθένε, ἐν ᾧ καὶ προσιόντες, ὑμνοῦμέν Σου τὴν δόξαν, Πλατανιώτισσα.

Φῶς θεῖον ὡρᾶτο τῇ Σῇ μορφῇ, τῇ ἐν τῇ πλατάνῳ, κατερχόμενον θαυμαστῶς, βεβαιοῦν τὴν χάριν, τῆς θείας Σου Εἰκόνος, Παρθένε Θεοτόκε, Πλατανιώτισσα.

Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, τῷ ναῷ Σου Κόρη, ἐν πλατάνῳ τῷ ἱερῷ, ῥύου πάσης βλάβης, καὶ πάσης δυσχερείας, τῇ Σῇ ἐπιστασίᾳ, Πλατανιώτισσα.

Δίδου κἀμοὶ Δέσποινα τῷ οἰκτρῷ, ἱκέτῃ Σου λύσιν, τῶν πολλῶν μου ἁμαρτιῶν, καὶ τὸν ὕμνον τοῦτον, ὡς εὐτελές Σοι δῶρον, προσδέχου δυσωπῶ Σε, Πλατανιώτισσα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὴν ἁγίαν μορφήν Σου κατὰ τρόπον παράδοξον, τυπωθεῖσαν τὸ πάλαι ἐν πλατάνῳ τῇ νεύσει Σου, τιμῶμεν Πλατανιώτισσα πιστῶς, λαμβάνοντες ἐκ ταύτης μυστικῶς, τὰς πλουσίας διαδόσεις καὶ δωρεάς, τῆς χάριτός Σου κράζοντες· δόξα τοῖς θαυμασίοις Σου ἁγνή, δόξα τῇ Σῇ λαμπρότητι, δόξα τῇ πρὸς ἡμᾶς Σου προμηθείᾳ ἄχραντε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν το ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάλαι, ἡ ἁγία Σου μορφή, ἔνδον τῆς πλατάνου Παρθένε, τῇ ἐπινεύσει τῇ Σῇ, θαυμαστῶς μεμόρφωται, πιστῶν εἰς ἔκπληξιν, εἰς ἣν δῆμοι συῤῥέοντες, οἱ τῶν εὐσεβούντων, ἐξ αὐτῆς λαμβάνουσι, χάριν καὶ ἔλεος· Σὺ γὰρ Πλατανιώτισσα Κόρη, πάντων προστασία τυγχάνεις, καὶ παρέχεις πᾶσι τὰ αἰτήματα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν ἐλέησον ἡμᾶς.
Ἀμήν.