Αναζήτηση αυτού του ιστολογίου

Σάββατο 1 Μαρτίου 2025

῾Αγία Εὐθαλία ἡ Παρθενομάρτυς (2 Μαρτίου)

 



῾Αγία Εὐθαλία ἡ Παρθενομάρτυς

 

(2 Μαρτίου)

 

Η

 ῾Αγία καί Παρθενομάρτυς Εὐθαλία καταγό­ταν ἀπὸ τὴ Σικελία καὶ ζοῦσε στοὺς Λεοντί­νους. Ἡ μητέρα της, ποὺ ὀνομαζόταν καὶ αὐτὴ Εὐθαλία, ἔπασχε ἀπὸ αἱμορραγία. Μία μέρα φά­νηκαν στὸν ὕπνο της οἱ ῞Αγιοι  ̉Αλφειός, Φιλά­δεφος καὶ Κυπρίνος († 10 Μαΐου) καὶ τῆς εἶπαν, ὅτι θὰ θεραπευθεῖ μόνο ἐὰν πιστέψει στὸν Χρι­στὸ καὶ βαπτισθεῖ. Ἡ γυναῖκα πραγ­ματικὰ πί­στεψε καὶ βαπτίσθηκε. Ὁ εἰδωλολά­τρης γιὸς της, Σιρμιλιανός, ὅταν τὸ ἄκουσε αὐτό, ἐπιτέθηκε κατὰ τῆς μητέρας του γιὰ νὰ τὴν πνίξει. Ἐκείνη ὅμως διέφυγε μὲ τὴν βοήθεια τῆς δούλης της.

   Τότε, ἡ Μάρτυς Εὐθαλία ἔλεγξε μὲ δριμύτητα τὸν ἀδελφό της γιὰ τὴν πράξη του αὐτή. Ἐκεῖ­νος, μόλις ἄκουσε ὅτι καὶ αὐτὴ ἦταν Χριστιανή, τὴν παρέδωσε σὲ ἕναν ὑπηρέτη, γιὰ ἀτιμία καὶ στὴν συνέχεια μὲ τὰ ἴδια του τὰ χέρια τὴν ἀπο­κεφάλισε.

   Ἔτσι ἡ Μάρτυς Εὐθαλία εἰσῆλθε στὴ χαρὰ τοῦ Κυρίου της. Ἦταν τὸ ἔτος 252 μ.Χ.

 ῾Η  ̉Εκκλησία μας τιμᾶ τή μνήμη της στίς 2 Μαρτίου ἑκάστου ἔτους.

 

Παρακλητικός Κανών

 ες τήν Παρθενομάρτυρα Εὐθαλία

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου

 

Ελογήσαντος το Ιερέως, τ Κύριε εσάκουσον, μεθ̉ ὃ τ Θες Κύριος (τετράκις) κα τ ξής:

 

Ἦχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τήν καλλιπάρθενον ἀμνάδαν τοῦ Κτίστου, τῶν  ̉Ορθοδόξων οἱ χοροί ἀνυμνήσομεν, καί ἱ­κετεύσομεν αὐτήν ἐκ μέσης ψυχῆς, ῥῦσαι τοὺς ἱκέτας σου, Εὐθαλία θεόφρων, πάσης πε­ριστά­σε­ως καὶ ἐκ νόσων ποικίλων, ταῖς πρὸς Χριστὸν λιταῖς σου, θαυ­μαστή, σὲ γὰρ προστά­τιδαν ἅ­παντες ἔχο­μεν.

 

Δόξα Πατρὶ καὶ Υἱῷ…  ̉Απολυτίκιον: χος γ’. Θείας πίστεως…

Α῎νθος εὔοσμον ̉Ορθοδοξίας, καὶ ἀκοίμητος φρουρὸς ἐδείχθης, καὶ πιστῶν καταφύγιον, ἔνδοξε, σὺ μαρτυρίου τὴν χλαίναν κατέκτησας,  καὶ ἀμαράντους στεφάνους ἐφόρεσας˙ Μάρτυς ἔνδοξε, Εὐθαλία, ἀξιάγαστε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τὸ μέγα ἔλεος.

 

Καὶ νῦν καὶ ἀεὶ… Θεοτοκίον.

Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τὰς δυναστεί­ας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐ­στα­σο πρε­σβεύουσα, τς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσού­των κινδύ­νων; Τς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέ­ρους; Οὐκ ἀ­ποστῶμεν, Δέσποινα ἐκ σοῦ˙ σοὺς γὰρ δού­λους σώ­ζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.

 

῾Ο Ν΄ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.[1]

 

ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας…

Πρὸς σὲ καταφεύγω δεητικῶς, μάρτυς Εὐθα­λία,  ̉Ορθοδόξων καταφυγὴ, καὶ τὴν σὴν  βοήθειαν αἰ­τοῦμαι, ὅπως ῥυσθῶ τοῦ πυρός τῆς κολάσεως.

 

Πολλοῖς συνεχόμενος πειρασμοῖς, καὶ νόσοις ποικίλαις, σοι προσφεύγω μάρτυς Χριστοῦ, καὶ σέ γονυκλινῶς ἱκετεύω, σῶσον με, κόρη, πιστῶν καταφύγιον.

 

Ι̒κέτευε δέομαι ταπεινῶς, τὸν Πλάστην τοῦ κόσμου, Εὐθαλία νύμφη Χριστοῦ, καὶ αἴτει παράσχῃ σοῦ ἱκέτας, ὑπομονὴν καὶ εἰρήνην, Πανάριστε.

 

Θεοτοκίον.

Πανάχραντε κόρη τῆς Ναζαρέτ,  πρὸς σὲ κα­τάφεύγω, σὴν βοήθειαν ἐκζητῶν, ἣν τάχος παράσχου σῷ ἱκέτῃ, τῶν  ̉Ορθοδόξων πιστῶν καταφύγιον.

 

ᾨδὴ γʹ. Οὐρανίας ἁψίδος…

Α̉ νεργίαν διώκει ταῑς σαῖς λιταῖς, Παντιμε, ὁ τῶν οὐ­ρανῶν Κυβερνήτης, διὸ σοι ἅπαντες, γο­νυκλι­νῶς, θαυμαστέ, τὰς χείρας αἴρομεν πό­θῳ, καὶ αἰτούμεθα πίστει, τὴν μεσιτείαν σου. 

 

Ε ̉ κ τροχαίου, Τρισμάκαρ, σὺ διαφύλαξον, πά­ντας τοὺς προστρέχοντας πίστει, πρὸ τῆς εἰ­κό­νος Σου, καὶ  ἐξαιτοῦντας θερμῶς,  τὴν  σὴν  βοήθει­αν, Κόρη, καὶ Χριστὸν δοξάζοντας, Μά­ρτυς ἀτίμητε.

 

Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάθεσιν, κατακείμενος, Εὐθαλία, σύ μοι βοήθησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, κρου­νόν, Θεοδόξαστε, τὸν ἀδαπάνητον.

Θεοτοκίον.

Ω ῎ Πανάχραντε κόρη, χριστιανῶν καύχημα, καὶ τῶν ὀρθοδόξων τὸ κλέος, σὺ μὲ προστά­τευσον, ἐκ τῶν βελῶν τοῦ ἐχθροῦ, καὶ ἐκ δολίων ἀνθρώπων, καὶ παθῶν, Πανάμωμε, ψυχῆς ἁ­πάλλαξον.

 

Διάσωσον, ἐκ πάσης βλάβης ἱκέτας σου, Εὐ­θαλία, ὅτι πάντες πρὸς σὲ ἀεὶ, πιστῶς κατά­φεύγο­μεν, ὡς ἔχουσα τῷ Θεῷ παῤῥησία.

 

Ε ̉ πίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐ­πὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴα­σαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Εἶτα Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ...

Σύ πρέσβυς θερμὸς, καὶ τεῖχος ἀπροσμάχη­τον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμέν σοι· Εὐθαλία πάντιμε, πρό­φθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μό­νη ταχέως προστατεύουσα.

 

ᾨδὴ δʹ.Εἰσακήκοα Κύριε…

Τῶν παθῶν μου τὸν τάραχον, σύ κατεύνασον, Κόρη ἀξιάγαστε, καὶ τὸν κλύδωνα κατεύνα­σον, τῶν ἐμῶν πταισμάτων, Θεοδόξαστε.

 

Σὲ προστάτην καὶ στήριγμα, καὶ φρουρὸν ἀ­κοίμητον οἱ  ̉Ορθόδοξοι, Εὐθαλία μάρτυς, ἔ­χοντες, οὐ πτοούμεθα, Θεοκοινώνιτε.

 

Τὰς ψυχὰς ἡμῶν ἴασαι, ταπεινῶς δεόμεθα οἱ ἀ­νάξιοι, ἐκ τῶν παθῶν ἃ τιτρώσκουσι ταύτην, Εὐθαλία ἀκατάβλητε.

 

Θεοτοκίον.

Τέκνα τάχος σὺ δώρησον, τοῖς ποθοῦσι, Δέ­σποι­να Θεονύμφευτε, καὶ παράσχου ῥώσιν ἅπασι, τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

 

ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…

Δέομαι θερμῶς, Εὐθαλία θαυματόβρυτε, τὴν μανί­αν τοῦ πυρός σὺ, θαυματουργέ, ταῖς πρὸς τὸν Κύ­ριον ἐντεύξεσι κατάπαυσον.   

 

Πάντας τοὺς πιστοὺς, ἐντρυφήσαι καταξίω­σον, ἐν ταῖς Γραφαῖς, Εὐθαλία θαυμαστή, καὶ βιώσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμα­σι. 

 

Εὔσημε, θερμῶς, ἱκετεύω Σε ὁ ἄθλιος, ἐκ τῶν παγίδων ἀρχεκάκου ἐχθροῦ, τὸν Σὸν ἱκέτην, ἀπαύστως, Εὐθαλία, φύλαττε.

 

Θεοτοκίον.

Δέσποινα θερμῶς, ἱκετεύω Σε ὁ ἄθλιος, ὁμό­νοιαν, εἰρήνην καὶ χαράν,* τοῖς οἴκοις πά­ντων ἡμῶν, παράσχου, ̉Αμόλυντε.

 

ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ

Ω̉ ς τεῖχος, καταφυγῆς καλοῦμέν σε,  ̉Ορθοδό­ξων οἱ χοροί, Εὐθαλία, καὶ ἰατρὸν ἐν τοῖς νόσοις παμμάκαρ, σὲ ὀνομάζομεν Κόρη Πανύ­μνητε, δεόμεθά σου ἀγαθή, ἐκ παθῶν καὶ κινδύνων διάσωσον.

Ε ̉ κ βλάβης τῶν φρενῶν διαφύλαττε,* Εὐθαλία, τοὺς ἱκέτας σου τάχος* καὶ ἐκ ποικίλων παγί­δων ἀ­παύστως* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσω­σον* δεόμε­θα γονυκλινῶς,* Φωτοφόρε, ἡμεῖς οἱ ἀνάξιοι.

 

Τῶν  ̉Ορθοδόξων τὰ πλήθη, ἔνδοξε, σοῦ θερ­μῶς δέονται, κόρη, ἀπαύστως˙ ῥῦσαι ἱκέτας, μάρτυς Εὐθαλία, ἐκ τῶν ποικίλων ἰώσεων τά­χιον, καί Κύριον τῶν οὐρανῶν, ἐξευμένησον πάντες δεόμεθα.

 

Θεοτοκίον.

Παρθένε, πρὸς σ προσφεύγομεν πάντες, καὶ θερ­μῶς Σ ἱκετεύομεν πίστει, τὸν σὸν Υἱὸν, ἐξευμένι­σον, κόρη, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλί­ψεων, ὡς καὶ ἐκ τῶν διαπλοκῶν, ἃς ὁ ὄφις ἐκφαίνει, Πανύμνη­τε.

 

Διάσωσον, ἀπὸ κινδύνων, ἱκέτας, μάρ­τυς Εὐ­θαλία, ὅτι πάντες δεητικῶς πρὸς σε καταφεύγο­μεν, ὡς ἔ­χουσα τῷ Θεῷ παῤῥησίαν.

 

Α ῎ χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως, ἐπ̉  ἐσχάτων  τῶν  ἡμερῶν   τεκοῦσα,  δυσώ­πησον,  ὡς  ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ τὸ Κοντάκιον.  Ἦχος βʹ. Προστασία...

Σὺ προστάτις τῶν Χριστιανῶν ἀκαταίσχυντος, καὶ μεσῖτις πρὸς τὸν Ποιητὴν ἀμετάθετος, μὴ παρίδης ἁμαρτωλῶν ἱκέτιδας φωνᾶς, ἀλλὰ σπεῦσον σύ, θαυματουργέ, εἰς τὴν βοήθειαν ἡ­μῶν, τῶν θερμῶς δεομένων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, σὺ εἶ προ­στάτις, σθενα­ρός, Εὐθαλία, τῶν τιμῶντων σε.

 

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δʹ.

Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ  προσέσχε μοί. (δίς)

 

Στίχος:  Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοί.

 

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς:  ̉Εκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγε­λί­ου, (Κεφ. εʹ. 24-34)

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

 

Τῷ καιρῶ ἐκείνω, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πο­λὺς καὶ συνέθλιβον αὐτόν. Καὶ γυνὴ τὶς οὖσα ἐν ῥύσει αἵματος, ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑ­πὸ πολ­λῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ̉ ἑαυτῆς πά­ντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖ­ρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλω ὄπισθεν, ἤψατο τοῦ ἱματίου αὐτοῦ. Ἔλεγε γὰρ ἐν ἐαυτή, ὅτι καν τῶν ἱματίων αὐτοῦ ἄψωμαι, σω­θήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵμα­τος αὐτῆς, καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστι­γος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἐαυ­τῶ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστρα­φεῖς ἐν τῷ ὄ­χλω, ἔλεγε: Τὶς μου ἤψατο τῶν ἱμα­τίων; Καὶ ἔλεγον αὐτῶ οἱ μαθηταὶ αὐτοῦ. Βλέ­πεις τὸν ὄχλον συνθλί­βοντά σε καὶ λέγεις, τὶς μου ἤψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμου­σα, εἰδυία ὁ γέγονεν ἐπ̉ αὐτή, ἦλθε καὶ προσέ­πεσεν αὐτῶ καὶ εἶπεν αὐτῶ πάσαν τὴν ἀλήθειαν. ῾Ο δὲ εἶ­πεν αὐτή: Θύγατερ, ἡ πίστις σου σέσωκέ σε, ὕπα­γε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μά­στιγός σου.

῾Ο Χορός: Δόξα σοι, Κύριε, δόξα σοι.

 

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Ταῖς τῆς Ἀθλοφόρου, πρεσβείαις, Ἐλεῆμον, ἐξά­λειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

 

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξά­λει­ψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχος: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου…

Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι.

Μὴ ἐγκαταλείπῃς με, εἰς τῶν δαιμόνων τὰς χεί­ρας, Εὐθαλία ἔνδοξε, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέ­τους σου˙ θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύνα­μαι, ἀρχεκάκου τὰ τοξευματα· σκέπην οὐ κέκτη­μαι, οὐ­δὲ καταφύγιον, Πάντιμε, πάντο­θεν πολεμούμενος καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου, κλέος μοναζό­ντων, καὶ δόξα  ̉Ορθο­δόξων, θαυμαστέ, μὴ μοῦ παρί­δῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.

 

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉ Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός:  ̉Αμήν.

 

Καὶ ἀποπληροῦμεν τὰς λοιπᾶς ᾨδὰς τοῦ Κανό­νος.

δή ζ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...

Θελητὴν τοῦ ἐλέους, ὃν ἠγάπησας, Εὐθαλια, δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυ­χῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζο­ντας· Ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

 

Νικητὰς ἁμαρτίας, τοὺς πιστοὺς σὺ ἀνάδειξον, Θεοδόξαστε, λιταῖς σου πρὸς τὸν Κτίστην, δεόμεθα ἁπαύστως, διὸ σοι καταφεύγομεν, Εὐ­θαλία σεμνή, πιστῶν ἡ βακτηρία. 

 

Ρ῾ αθυμίας ἀμέτρου, καὶ δεινῆς ἀῤῥωστίας ταῖς ἱκεσίαις σου, Παμμάκαρ Εὐθαλία, προ­στρέχοντά σοι ῥῦσαι, τῇ σῇ σκέπῃ κραυγάζο­ντα˙ ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Θεοτοκίον.

Θεοτόκε Παρθένε, πρὸς σὲ πίστει προσέρχο­μαι ὁ ἀνάξιος, καὶ χείρας μου σοι αἴρω, καὶ πόθῳ ἀ­νακράζω, ἀποδήμους διάσωσον, ἐκ τῶν χειρῶν πει­ραστοῦ, καὶ τῶν αἰρετιζόντων.     

 

ᾨδὴ ηʹ. Τὸν Βασιλέα…

Τῶν ἰαμάτων, τὸ δαψιλές, ἐπιχέεις, τοῖς θερμῶς σοι προστρέχουσι Εὐθαλία, καὶ δοξολογοῦσί, σε, Μάρ­τυς ἀθλοφόρε.

 

Τὰς ἀσθενείας, ἡμῶν ταχύ ἰατρεύεις, καὶ σαρ­κὸς τὰς ὀδύνας, Εὐθαλία, διὸ σε ὑμνοῦμεν, εἰς πά­ντας τοὺς αἰῶνας.

 

Τῶν πειρασμῶν σὺ, τὰς προσβολὰς ἀπελαύ­νεις, καὶ παθῶν τὰς ἐφόδους, Εὐθαλία· διό σοι προστρέχομεν, μάρτυς ἀθλοφόρε.

 

Θεοτοκίον.

Τὴν ἀνομβρίαν, ὁ Σὸς Υἱὸς καταπαύει, λιταῖς Σου, Παρθένε Θεοτόκε, καὶ πιστοῖς  παρέ­χει, ὑγείαν καὶ εἰρήνην.

 

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…

Λιμὴν τε καὶ προστάτης, τῶν σοὶ προσφευγό­ντων, γενοῦ, Εὐθαλία, καὶ τεῖχος ἀπόρθη­τον, καταφυγὴ τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.

 

Τοὺς ὄγκους θεραπεύει, ὡς καὶ τὰς ἰώσεις, ταῖς λιταῖς σου, ὁ ῎Αναρχος, διὸ πρὸς σέ, Εὐ­θαλία, πάντες προσφεύγουσι.

 

Τοὺς ῾Ιεραποστόλους, φύλαττε λιταῖς σου, ἐκ τῶν ποικίλων κινδύνων, Εὐθαλία σεμνή, καὶ  ̉Ορθο­δόξους ἀπαύστως, σκέπε καὶ φύλαττε. 

 

Θεοτοκίον.

Τοὺς ῾Ιεραποστόλους, φύλαττε λιταῖς σου, ἐκ τῶν ποικίλων κινδύνων, Θεοτόκε ἁγνή, καὶ  ̉Ορθο­δόξους ἀπαύστως, σκέπε δεόμεθα. 

 

Καὶ εὐ­θὺς τὰ πα­ρόν­τα Με­γα­λυ­νά­ρια.

Α῎ ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώ­μη­τον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιω­τέ­ραν τῶν Χε­ρουβεὶμ, καὶ ἐνδοξοτέραν ἀσυγκρί­τως τῶν Σε­ρα­φείμ,  τὴν  ἀδιαφθόρως  Θεὸν Λό­γον τε­κοῦ­σαν, τὴν ὄ­ντως Θεοτόκον σὲ μεγαλύ­νομεν.

 

Χαίροις Σικελίας ἄνθος τερπνὸν, καὶ τῶν  ̉Ορ­θοδόξων ἀντιλήπτωρ καὶ βοηθός˙ Χαίροις τῶν νοσοῦντων, ἀνάργυρος θεράπων, καὶ τῆς νεολαίας τὸ καταφύγιον.

 

Ε῎ λαβες τήν χάριν παρά Θεοῦ, μάρτυς Εὐθα­λία, θεραπεύειν ὁλοτελῶς, ὄγκους καί ἰώ­σεις, διό καί οἱ νοσοῦντες, βοήθειαν αἰτοῦσι, Κόρη πανύμνητε.

 

Τὴν ῾Ελλάδαν σκέπε, θαυματουργέ, Εὐθαλία μάρτυς, σοῦ δεόμεθα ταπεινῶς, καί ἐκ τῶν κυ­κλοῦντων, αὐτὴν ἐχθρῶν, φωσφόρε, διάσω­σον λι­ταῖς σου, ταῖς πρὸς τὸν ῞Υψιστον.

 

Δόξα ἐκκλησίας καὶ χαρμονή, Μἀρτυς, ἀνε­δεί­χθης, καὶ προπύργιον τῶν πιστῶν, καὶ τῆς νέο­λαίας, φρουρὸς τε καὶ προστάτης, Εὐθαλία μά­καρ,  ̉Αγγέλων σύσκηνε.

 

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυ­ρί­ου,  ̉Αποστόλων ἡ δωδεκάς, οἱ ῞Αγιοι Πά­ντες, με­τὰ τῆς Θεοτόκου, ποιήσατε πρε­σβείαν, εἰς τὸ σωθῆ­ναι ἡμᾶς.

 

῾Ο Χορός, τὸ Τρισάγιον, Πάτερ ἡμῶν, ὁ ῾Ιερεύς Ὅτι σοῦ ἐστιν… καὶ τὸ  ̉Απολυτίκιον.

χος γ’. Θείας πίστεως…

Α ῎νθος εὔοσμον ̉Ορθοδοξίας, καὶ ἀκοίμητος φρουρὸς ἐδείχθης, καὶ πιστῶν καταφύγιον, ἔνδοξε, σὺ μαρτυρίου τὴν χλαίναν κατέκτησας, καὶ ἀμαράντους στεφάνους ἐφόρεσας˙ Μάρτυς ἔνδοξε, Εὐθαλία, ἀξιάγαστε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τὸ μέγα ἔλεος.

 

Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ στὴ συνέχεια μικρὰ ἀ­πόλυσις. Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:

 

῏Ηχος β´. ῞Οτε ἐκ τοῦ ξύλου...

Πᾶσι τοῖς προστρέχουσι πιστῶς, πρὸ τῆς ἱε­ρᾶς σου εἰκόνας, καί ἐξαιτοῦντας θερμῶς, δίδου σὺ με­τάνοιαν, ὑπομονὴν καὶ χαράν, φωτισμὸν καὶ ταπεί­νωσιν, εἰρήνην καὶ πίστιν, ἄγγελον ἀκοί­μη­τον καὶ ὁδηγὸν ἀσφαλῆ. Μάρτυς,  ̉Ορθο­δόξων τὸ κλέ­ος, ἀ­σθενῶν ἐδείχθης θεράπων, καὶ τῶν ἐν ἀνάγκαις  καταφύγιον.

 

῏Ηχος πλ. δ´.

Δέσποινα, πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνά­γκης καὶ θλί­ψεως.

 

῏Ηχος β´.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆ­τερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

῾Ο ῾Ιερεύς ἤ ὁ Προεστώς.

Δὶ' εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.

῾Ο Χορός:  ̉Αμήν.

 



[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῾Αγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πα­τρὶ…, Καὶ νῦν…   

Δεν υπάρχουν σχόλια: