Αναζήτηση αυτού του ιστολογίου

Τετάρτη 6 Αυγούστου 2025

ΠΑΡΑΚΛΗΤΙΚΌΣ ΚΑΝΏΝ†Είςτον Όσιον και Θεοφόρον Πατέρα ημών Νικάνορα τον Ζαβορδηνόν τον Θαυματουργόν.




🕊️⛪ ΠΑΡΑΚΛΗΤΙΚΌΣ ΚΑΝΏΝ⛪🕊️
                    ÷÷÷÷÷÷🕊️📖🕊️÷÷÷÷÷÷

🕊️†Είςτον Όσιον και Θεοφόρον Πατέρα ημών Νικάνορα τον Ζαβορδηνόν τον Θαυματουργόν🕊️

    Διάσωσον, ἐκ            🌹          παντοίων          
        🤍🏵️🕊️            🟡🟢🟡         🤍🏵️🕊️
   κινδύνων ἡμᾶς          🌹     θεῖε Πάτερ, ὅτι  

   πάντες πρὸς Θεόν🕊️⛪🕊️ σε ἔχομεν, 
    διάπυρον πρεσβευτὴν καὶ προστάτην.

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου...

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Eἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀσκητικῶς ἐν Καλλιστράτου τῷ ὄρει, ζήσας Νικάνορ, τῶν θαυμάτων τὴν χάριν, ἀπείληφας καὶ ἤγειρας Μονήν σου ἱεράν· τὴν Μακεδονίαν δέ, κατεφώτισας πᾶσαν, βίῳ τῷ ἐνθέῳ σου, καὶ σημείοις ποικίλοις, ὡς μαρτυροῦσιν καὶ Καστοριείς, οἱ ἐξαιρέτως, τυχόντες σὴς χάριτος.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου...   

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Καστοριείς φύλαττε, πανόσιε Νικάνορ. Ἀ(θανάσιος).

ᾨδὴ α΄ .Ἦχος πλ. δ΄ . Ὑγρὰν διοδεύσας.
Κυρίου τὴν χάριν ἀπὸ παιδός, πλουτήσας Νικάνορ, σκεῦος γέγονας ἱερόν, θαυμάτων πληροῖς τοὺς χριστωνύμους, οἱ εὐγνωμόνως τιμῶμέν σε πάντοτε.

Ἀτέκνους πρὶν ὄντας τοὺς σοὺς γονεῖς, εὐτέκνους Δεσπότης, ἐναπέδειξε θαυμαστώς, σε δούς, παμμακάριστε Νικάνορ, τὸν τῶν ἀτέκνων τὴν στείρωσιν λύοντα.

Σπουδαίως ἠγάπησας τὸν Χριστόν, Νικάνορ τρισμάκαρ, ὥσπερ ἄλλος τὶς Σαμουήλ, ναοῖς αὐλιζόμενος ἐκ βρέφους, ὧν τὴν ἀγάπην ἡμῖν δὸς πρεσβείαις σου.

Θεοτοκίον.
Τὸν Λόγον κυήσασα τοῦ Πατρός, ἡγίασαι ὅλῃ, Θεοτόκε, ὑπερφυῶς· διὸ καὶ ἡμῖν τοῖς σὲ τιμῶσιν, ἁγιασμὸν ἀναφαίρετον πάρεχε.

ᾨδὴ γ΄ . Οὐρανίας ἁψῖδος.
Οὐρανὸν τὴν Μονήν σου ἐπὶ τῆς γῆς ἔδειξας, ἔνθα μοναστῶν αἱ χορεῖαι Χριστὸν ἐδόξασαν, ὅθεν τοὺς ὅσοι σέ, ἐπικαλοῦνται Νικάνορ, οὐρανοὺς ἀνάδειξον, Χριστοῦ οἰκήματα

Ῥυπωθείσας καρδίας ἐκ πονηρῶν πράξεων, κάθαρον Νικάνορ παρέχων, τὴν ἀδιάλειπτον, καὶ ἁγιάζουσαν, τοῦ Ἰησοῦ θείαν μνήμην, ἣν ὡς κτῆμα ἄσυλον, σὺ κατεπλούτησας.

Ἰατρὸς ἐκ Κυρίου Χριστιανοῖς δέδοσαι, πάθη θεραπεύων καὶ νόσους, ψυχῆς καὶ σώματος, ὅθεν προσπίπτομεν, καὶ ἐξαιτοῦμεν Νικάνορ, τάχιστα θεράπευσον, ποικίλως πάσχοντας.

Θεοτοκίον.
Ἐν νυκτὶ καὶ ἡμέρα ἱκετικῶς κράζομεν· Πάναγνε ὡς βρέφη ποιοῦσι, καί σου δεόμεθα, τροφὴν τὴν μένουσαν, καὶ σωτηρίαν ποιοῦσαν, πάρεχε πρεσβείαις σου, πρὸς τὸν Φιλάνθρωπον.

Διάσωσον, ἀπὸ παντοίας ἐχθροῦ ἐπηρείας σοὺς δούλους, ὦ Νικάνορ ὁσίων τὸ καύχημα, καὶ αἴτησαι παρὰ Χριστοῦ αἰτημάτων παντοίων τὴν λύσιν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄ . Πρεσβεία θερμή.
Σωτῆρος Χριστοῦ ἐδείχθης οἰκητήριον, διὸ καὶ μονὴν Αὐτῷ σεπτὴν ἀνήγειρας, ἰατὴρ γενόμενος  τοῖς προστρέχουσι τοῖς λειψάνοις σου καὶ προσκυνοῦσιν εὐλαβῶς, Νικάνορ, τὴν εἰκόνα σου.

ᾨδὴ δ΄ . Εἰσακήκοα, Κύριε.
Ἱερεὺς ἀγγελότροπος, ὤφθης τῷ Κυρίῳ, Νικάνορ τίμιε, ὅθεν βίον καθαρότητος ἰερεύσι πάρεχε τιμῶσί σε.

Στῦλος ἦσθα πανόσιε, ἐν ταῖς προσευχαῖς σου ἀδιατάρακτος, πρὸ ὀμμάτων ἔχων Κύριον, ὃν ἀεὶ ἰλέωσαι τοῖς δούλοις σου.

Φῶς θαβώρειον ἔβλεπες, ὡς κεκαθαρμένος Νικάνορ πάντοτε, οὗ ἀκτῖνα μίαν πάρεχε, τοῖς σε ὑιικῶς ἀεὶ γεραίρουσιν.

Θεοτοκίον.
Ὑπεράγαθε Δέσποινα, δέξαι τὰ αἰτήματα τῶν τιμώντων σε, καὶ Κυρίῳ ταύτᾳ πρόσφερε, ἵνα δῷ ἑκάστῳ τὰ συμφέροντα.

ᾨδὴ ε΄ . Φώτισον ἡμᾶς.
Λύτρωσαι ἡμῶν, πόλιν Πάτερ θεοδόξαστε, ἀπὸ δεινῶν τοῦ πολεμήτορος ἐχθροῦ, ὥσπερ τὸ πάλαι, τοῦ λοιμοῦ ταύτην διέσωσας.

Ἄνισος ἀγών, ἡμῖν πρόκειται τρισόλβιε, κατὰ ἀσάρκων πολεμοῦσιν προσβολῶν, διὸ αἰτοῦμεν, σὴν Νικάνορ, συναντίληψιν.

Τείχισον ἡμᾶς, πατρικὴ ἐπιστασία σου, θεῖε Νικάνορ ὡς ἐτείχισας Μονήν, Ζαβόρδης, τοῦ Σωτῆρος οἰκητήριον.

Θεοτοκίον.
Τραύματα ψυχῶν, Θεοτόκε ἡμῶν ἴασαι, ἡ τὸν σωμάτων καὶ ψυχῶν τὸν ἰατρὸν ἀποτεκοῦσα, Ἰησοῦν τὸν πολυέλεον.

ᾨδὴ ς΄ . Τὴν δέησιν.
Ἐβόησεν, ἐν ἡμέρᾳ θλίψεως, Καστορίας ἡ πληθύς σοι Νικάνορ, καὶ παρευθὺς τοῦ κινδύνου ἐῤῥύσθη, διὸ ἀείποτε πόθῳ προσπίπτει σοί, αἰτοῦσα λύσιν τῶν δεινῶν, μεσιτεία τῇ σῇ πρὸς τὸν Εὔσπλαγχνον.

Πεποίθαμεν, φιλανθρώποις σπλάγχνοις σου, καὶ προβάλλομέν σε πρέσβυν Νικάνορ, πρὸς τὸν Θεὸν ὅπως ἔλεος δείξῃ, ἡμῖν τοῖς ἄμετρα πταίουσιν πάντοτε, καὶ μὴ εἰς πῦρ τὸ φοβερόν, ἀποστείλῃ ἡμέρα τῆς Κρίσεως.

Ἀξίωσον, Θαβωρείου λάμψεως, τοὺς τιμῶντάς σε Νικάνορ τρισμάκαρ, σὺ θεατὴς τῶν ἀῤῥήτων γὰρ ὤφθης, κατὰ τοὺς πάλαι ὁσίως ἀσκήσαντας, καὶ νῦν ἀκτίστων δωρεῶν, ἀπολαύεις οἰκῶν τὸν Παράδεισον.

Θεοτοκίον.
Νοῦν Ἄχραντε, καὶ καρδίας σπήλαια,  Ἰησοῦ ταῖς ἱκεσίαις σου δεῖξον, ὅσοι θερμῶς θεοτόκοι γενέσθαι, ἐπιποθοῦσιν Κυρίου ἐν χάριτι, καὶ μέτοχοι παμποθητοῦ, Παραδείσου γενέσθαι, Πανάμωμε.

Διάσωσον, ἀπὸ παντοίας ἐχθροῦ ἐπηρείας σοὺς δούλους, ὦ Νικάνορ ὁσίων τὸ καύχημα, καὶ αἴτησαι παρὰ Χριστοῦ αἰτημάτων παντοίων τὴν λύσιν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄ . Προστασία τῶν Χριστιανῶν.
Πυρωθεὶς τῇ ἀγάπῃ τοῦ Κτίσαντος, τὸν σταυρὸν τοῖς σοῖς ὤμοις ἀνείληφας, ὅθεν Πάτερ, ἁμιλληθέντα πάλαι ἀσκηταῖς πολλοῖς θαύμασι Χριστός, ὦ αφιέρωσας Μονήν, τὴν ζωήν σου ἐκόσμησεν· ἐν οἷς Καστοριέων λύμην φθορὰς διώξας, Νικάνορ δέξαι εὐμενῶς, τὴν εὐγνώμονα ἀνύμνησιν.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὑτοῦ.
Στίχος. Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄, 27-30).
Εἰπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρὸς με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγὸν μου ἐφ᾽ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἶμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσεται ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὃ γὰρ ζυγὸς μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Εἶτα ψάλλομεν τὸ προσόμοιον.
Ἦχος πλ. β’ .  Ὅλην ἀποθέμενοι.
Ἅπαντα τὸν βίον σου, ἀνατεθεὶς τῷ Δεσπότῃ, τῷ Θαβὼρ ἐκλάμψαντι, τούτῳ ᾠκοδόμησας μονὴν Ὅσιε, ἄσκησιν δ’ ὑπέρλογον, ἐξασκήσας εὗρες τὴν ἀνάπαυσιν, τῶν κόπων σου Νικάνορ, θαύμασι τιμηθεὶς ὡς δοῦλος φιλότιμος, τούτων δὲ πλήσας ἅπασαν τὴν Μακεδονίαν διέσωσας τῶν Καστοριέων, λαὸν ἀπὸ θανάτου λοιμικοῦ, ὑπὲρ οὗ πάντοτε πρέσβευε τῷ Θεῷ, μακάριε.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄ . Οἱ ἐκ τῆς Ἰουδαίας.
Οἱ ὀχλούμενοι νόσοις, καὶ προβλήμασι πλείστοις, συμπιεζόμενοι, πρὸς σὲ σεπτὲ Νικάνορ, προστρέχομεν βοῶντες· τὸν Δεσπότην ἱκέτευε, ἵνα ἐπίδῃ ταχύ, καὶ ἄνεσιν παράσχῃ.

Σὲ εἰδότες ταμεῖον, εὐσπλαγχνίας ἀκένωτον, Πάτερ ὅσιε, καθικετεύομεν σέ, ἐκ μάστιγος καρκίνου, τοὺς νοσοῦντας ἐξίασαι, ὅπως τιμῶμεν ἀεί, Νικάνορ τὴν σὴν μνήμην.

Ἱερώτατον σκεῦος, Παρακλήτου ὑπάρχων, ἀπὸ συλλήψεως, φώτισον τὰς κυούσας, καὶ λύτρωσαι τὰ βρέφη, ἐκ κινδύνου ἐκτρώσεως, ἀναδεικνύων αὐτά, Νικάνορ θεῖα σκεύη.

Θεοτοκίον.
Ἐχαρίσθης θεόθεν, τοῖς ἀνθρώποις μεσῖτις, Παρθένε πάναγνε, καὶ γὰρ ἐν πάσῃ θλίψει, εὑρίσκομέν σε σκέπην, καὶ ἀήττητον πρόμαχον, ἐξιλεοῦσαν ἡμῖν, φιλάνθρωπον Υἱόν σου.

ᾨδὴ η΄ . Τὸν βασιλέα.
Νίκην ἀρίστην, κατὰ ἐχθροῦ διαβόλου, Χριστωνύμοις Νικάνορ δὸς ταχέως, ἀγωνιζομένοις, τηρεῖν Κυρίου νόμον.

Ἱερωσύνης, κοσμηθεὶς τῷ ποδήρει, παρεδρεύοντας θυσιαστηρίῳ, φύλαττε Νικάνορ, ἐκ μιασμοῦ παντοίου.

Καστοριεύσιν, τὸν ἁγνὸν τοῦ Δεσπότου, φόβον δίδου Νικάνορ ὅπως πάγας, τοῦ σατᾶν νικῶσι, πρεσβείαις σου ἁγίαις.

Θεοτοκίον.
Ἁγνὴ Παρθένε, τοὺς ἁγνεύοντας νέους, τήρει ὥσπερ Χριστοῦ ναοὺς ἐμψύχους, ὅπως σὲ ὑμνῶσιν, τὸ πρότυπον ἁγνείας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νικάνορ θεῖε Πάτερ, τοὺς προστρέχοντάς σοι, ἐν ὥρᾳ δίκης ἐσχάτης ἐκλύτρωσαι, ἐκδυσωπῶν τὸν Σωτῆρα, ταῖς ἱκεσίαις σου.

Ὁ οἶκος οὗτος Πάτερ, ὃν ἀνέθηκέ σοι, ἡ Καστορία εἰς μνήμην τοῦ θαύματος, ὡς Σιλωὰμ κολυμβήθρα, ἅπασι γένοιτο.

Ῥεόντων ὑπερόπτα, καὶ τῆς Βασιλείας, τῶν οὐρανῶν κληρονόμε ἀξίωσον, ταύτης τοὺς ὅσοι Νικάνορ, σοὶ καταφεύγουσιν.

Θεοτοκίον.
Ἀπάλλαξον Παρθένε, πόλιν Καστορίας, τὴν σὲ τιμῶσαν Ναοῖς ἐπωνύμοις σου, πάσης ἀνάγκης καὶ νόσου, καὶ περιστάσεως.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, ὦ Νικάνορ θαυματουργέ, τῶν Καστοριέων, πρέσβυς ἔνθερμος πρὸς Θεόν, ὗς διαφυλάττοις ἐκ νόσων καὶ κινδύνων καὶ πάσης ἐπηρείας τοῦ πολεμήτορος.

Ὥσπερ πάλαι ἔσωσας τὸν λαόν, Καστορίας πάτερ, ἀπὸ νόσου τῆς λοιμικῆς, οὕτω καὶ νῦν σῶσον, ἀπὸ τῆς ἁμαρτίας, Νικάνορ ἀπειλούσης ψυχῶν ἀπώλειαν.

Χαίρετε, Νικάνορ σὺν τῷ Μῆνα, οἱ τῆς Καστορίας, ἀντιλήπτορες κραταιοί, δέησιν ποιεῖτε ἀπαύστως πρὸς Δεσπότην, ὅπως ἐκλυτρωθώμεν δεινῆς κολάσεως.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον.  Ἦχος γ . Θείας πίστεως.
Νίκην εἴληφας, ἄφθαρτον στέφος, Πάτερ ὅσιε, παρὰ τοῦ Κτίστου, τῶν σῶν ἀγώνων ἀντάξιον ἔπαλθον, τὴν γὰρ πατρίδα λιπὼν τὴν ἐπίγειον, τῆς οὐρανίου οἰκήτωρ γεγένησαι, ὅθεν πάντες σε πίστει καὶ πόθῳ γεραίρομεν· χαίροις Νικάνορ, Ὁσίων ὁμόσκηνε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄ .  Ὅτε ἐκ τοῦ ξύλου σε.
Ὥσπερ πάλαι τοὺς Καστοριείς, ἔσωσας λοιμοῦ τοῦ παμφθόρου, Νικάνορ ὅσιε, οὕτω καὶ νῦν λύτρωσαι τῆς ἁμαρτίας λοιμοῦ, ἱκετεύω ἑκάστοτε, Σωτῆρα Δεσπότην, οὗπερ ἀφομοίωμα ἐδείχθης ἔκλαμπρον, ὅπως ὑγιαίνοντες πάντες, καὶ κατὰ ψυχὴν καὶ τὸ σῶμα, δόξαν Αὐτῷ δῶμεν τὴν ἐμπρέπουσαν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Αμήν!!!📿🕊️⛪

Δεν υπάρχουν σχόλια: