Αναζήτηση αυτού του ιστολογίου
Τρίτη 2 Αυγούστου 2022
ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ ΈΚΤΗ ΏΡΑ ΎΜΝΟΣ
Υμνος εἰς τὴν ἕκτην ὥραν
Δόξα τῷ πλήθει τῆς μεγαλωσύνης σου
ἁπάντων, τρισυπόστατε καὶ ὁμοούσιε Παντοκράτορ Κύριε·
ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν· ὁ ὢν πρὸ τῶν
· αἰώνων καὶ διαμένων εἰς τοὺς αἰῶνας· ὁ ἄπειρος καὶ ὑπερμεγέθης, πᾶσαν τὲ διάνοιαν ὑπερβαίνων τῷ μεγέθει καὶ τῇ
δυνάμει καὶ τῇ σοφίᾳ.
Δόξα τῷ πλήθει τῆς μεγαλωσύνης σου· ὁ παντὸς μεγέθους καὶ ὄγκου καὶ ὅρου, καὶ πάσης ἀπειρίας καὶ ὑπεροχῆς
καὶ ἱδρύσεως, ὑποστάτης καὶ συνοχεύς· ὁ ἀπειράκις τῶν
ὅλων ὑπερεξῃρημένος καὶ καθ᾿ ὑπεροχὴν ὑπερούσιος καὶ
ἀμερῶς ἐπιβεβηκὼς· τοῖς ὅλοις· πάντα τε ὁρίζων καὶ σε
αὐτοῦ ἀποπληρῶν, πάντα δυναμῶν ἀγαθοπρεπῶς καὶ
ζωῶν, πάντα ἰθύνων καὶ συνέχων καὶ ἀσφαλίζων· καὶ μὴ
ἐῶν ἀφαιρεθέντα χυθῆναι εἰς τὸ χάος τὸ ἄπειρον καὶ
ἀπύθμαντον· ὁ εἰς πάντα νοῦν ἄβατος καὶ μηδενὶ τῶν
ὄντων ἐκ φυσικῆς διεγνωσμένος ἐμφάσεως.
Δόξα τῷ πλήθει τῆς μεγαλωσύνης σου· ὁ τῷ λόγῳ σου
παραγαγὼν καὶ στερεώσας τοὺς οὐρανούς· ὁ κτίσας τὰς
ἀβύσσους καὶ ἐπ᾿ αὐτῶν τὴν γῆν θεμελιώσας· ὁ κτίσας φῶς
καὶ σκότος καὶ διακρίνας αὐτὰ ἀπ᾽ ἀλλήλων· ὁ ψιλῷ νεύματι μόνῳ καὶ ὁρμῇ τοῦ θελήματός σου πρὸς τὸ δοκοῦν σοι
οὐσιώσας τὰ σύμπαντα.
Διαδοχὴ
Σὺ μόνος βλύζεις φῶς φωταρχικῶς· φωτοπάροχε, φῶς
τῶν φώτων, φωτουργὲ Κύριε.
Σὺ μόνος βρύεις ζωὴν ζωαρχικῶς· ζωοπάροχι, ζωὴ
τῶν ζώντων, ζωοποιὲ Κύριε.
Σὺ μόνος πηγάζεις δυνάμεις δυναμαρχικῶς· δυναμοπάροχε, δύναμις τῶν δυνάμεων, δυναμουργὲ Κύριε.
Ἐκ σοῦ τὰ πάντα ὑπέστη καὶ ἐν σοὶ τὰ πάντα συνέστηχεν, ὡς ἐν παντοκρατορικῷ πυθμένι διακρατούμενα· καὶ
εἰς σὲ τὰ πάντα ἐπιστρέφεται καθάπερ εἰς οἰκεῖον ἕκαστα
πέρας· σὺ πάντων ἀρχὴ καὶ πέρας.
Τριαδικὸν
Αναρχε, ἀόρατε, ἀκατανόητε Πάτερ μετὰ τοῦ ζῶντος
καὶ ἐνυποστάτου Λόγου σου καὶ τοῦ παρὰ σοῦ ἐκπορευομένου ζωοποιοῦ Πνεύματος· ἐν τρισὶν ἁγιασμοῖς μία φύσις
καὶ δόξα καὶ ἰσχύς·
Τριῶν ἀπείρων ἄπειρος συμφυΐα·
Τρίφωτε, ὑπέρρωτε, μία ἔλλαμψις.
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου