Αναζήτηση αυτού του ιστολογίου

Τρίτη 2 Αυγούστου 2022

ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ ΈΚΤΗ ΏΡΑ Ευχή.



ΕΥΧΉ ΤΉΣ ΈΚΤΗΣ ΩΡΑΣ
´ Κύριε ῥῦσαι με ἀπὸ θυμοῦ καὶ ὀξυχολίας, καὶ δώρησα
· μοι πραότητα καὶ μακροθυμίαν.
Κύριε ῥῦσαι με ἀπὸ τοῦ ψεύδους καὶ τῆς καταλαλιᾶς καὶ
τῆς κατακρίσεως, καὶ δώρησαί μοι ἐν πάσῃ ἀληθείᾳ καὶ συμπαθείᾳ καὶ προσοχῇ ὁμιλεῖν ἐν τῷ συντυγχάνειν με τοῖς ἀδελφοῖς μου.
Κύριε ῥῦσαι με ἀπὸ τῆς καυχήσεως καὶ τῆς ἀργολογίας,
καὶ δώρησαί μοι ταπείνωσιν καὶ σιωπήν.
Κύριε ῥῦσαι με ἀπὸ τῶν πτωμάτων τῆς γλώττης μου,
ὅτι καθ᾽ ἑκάστην ἁμαρτάνω δι᾿ αὐτῆς ὁ τάλας καὶ οὐκ αἰσθάνομαι.
Κύριε ῥῦσαι με ἀπὸ τῆς ὀλεθρίου κενοδοξίας, καὶ καθάρισόν με ἀπὸ τῶν κρυφίων μου.
Κύριε δώρησαί μοι ταπεινοφροσύνην βαθεῖαν ἀήττητον
καὶ κατάνυξιν τῇ καρδίᾳ μου, ὅπως κλαύσω τὰς ἀνομίας μου.
Κύριε ῥῦσαι με ἀπὸ τῆς ἀτιμίας τῶν αἰσχίστων παθῶν, καὶ τῆς πικρίας τῶν φλογοτρόφων ἡδονῶν.
Κύριε ἐλέησόν με τὸν πάσῃ βδελυρίᾳ μεμολυσμένον, καὶ ἐξάλειψον πάσας τὰς ἁμαρτίας μου· καὶ ἐν μετανοίᾳ ἀληθεῖ
καὶ ἐξομολογήσει καὶ ἐν συνειδότι ἀκαταγνώστῳ, καὶ ἐν πίστει καθαρᾷ καὶ ἀμωμήτῳ, τὴν ἐμὴν εὐδόκησον τελευτήν.
Πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ πάντων σου τῶν Ἁγίων, ὅτι εὐλογητὸς εἰ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια: