Αναζήτηση αυτού του ιστολογίου

Παρασκευή 31 Οκτωβρίου 2025

Παρακλητικὸς Κανὼν εἰς τὸν ῾Οσιομάρτυρα Ιάκωβον Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.





 ῾Οσιομάρτυς ̉Ιάκωβος (1520)


(῾Η μνήμη του ἑορτάζεται τὴν 1ῃ Νοεμβρίου)


῾Οσιομάρτυς ̉ Ιάκωβος


῾Ο ῾ΟσιομάρτυςΙάκωβος γεννήθηκε στὴν Κορισὸ τῆς Καστοριᾶς. ῎Εγινε βοσκὸς καὶ ἀπέκτησε ἀρκετὸ πλοῦτο, μὲ ἀποτέλεσμα νὰ τὸν φθονήσει ὁ ἀδελφός του καὶ

νὰ τὸν διαβάλει στὸν κριτή, ὅτι δῆθεν βρῆκε θησαυρό. Μετὰ ἀπ̉ αὐτὸ πῆγε στὴν

Βασιλεύουσα, ὅπου ἐργαζόμενος σὰν ἔμπορος προβάτων ἔγινε ξανὰ πλούσιος. Κάποια

μέρα ἀφοῦ ἐξομολογήθηκε, μοίρασε τὴν περιουσία του καί πῆγε στὸ ῞Αγιον ῎Ορος,

ὅπου μετὰ ἀπὸ δοκιμασία ἐκάρη μοναχὸς στὴν Μονὴ Δοχειαρίου.Αργότερα ἀφοῦ

πῆγε σὲ διάφορες περιοχὲς τοῦ ῎Ορους πῆγε στὰ Μετέωρα, ὅπου δίδαξε τοὺς ἐκεὶ

μοναχούς. ῎Επειτα πῆγε στὴ Μονὴ τοῦ Προδρόμου Δεβέρκιστας ὅπου ζοῦσε

προσευχόμενος. Συνάνθρωποί του ὅμως, τὸν συκοφάντησαν στοὺς Τούρκους, ὅτι

ἐξεγείρει τοὺς χριστιανοὺς κατὰ τῆς ἐξουσίας. Συνελλήφθηκε καὶ ὁδηγήθηκε μαζὶ μὲ δύο

μαθητὲς του στὸν Μπέη τῶν Τρικάλων, ποὺ τὸν ἔκλεισε στὴ φυλακή.Απὸ ἐδῶ

ὁδηγήθηκε μαζὶ μὲ τοὺς μαθητὲς του,Ιάκωβο διάκονο καὶ Διονύσιο μοναχό, στὸ

Διδυμότειχο.Εκεῖ βρισκόταν ὁ Σουλτάνος Σελήμ ὁ ὁποῖος ἀφοῦ τοὺς βασάνισε, τοὺς

ἔστειλε στὴνΑδριανούπολη, ὅπου ὁμολόγησαν τὴν πίστη τους καὶ μετὰ ἀπὸ φοβερὰ

βασανιστήρια καὶ τελικὰ μὲ ἀπαγχονισμὸ παρέδωσαν τὴν ψυχὴν τους στὸν Κύριο τὴν

1ῃ Νοεμβρίου τοῦ 1520 μ. Χ.


Παρακλητικὸς Κανὼν

εἰς τὸν ῾Οσιομάρτυρα Ιάκωβον

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου


Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις)

ὡς συνήθως καὶ τὰ ἑξῆς:


῏Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ...


Τῷ ἀθλοφόρῳ, ἐκτενῶς νῦν προσδράμωμεν* ἁμαρτωλοί καὶ ταπεινοὶ καὶ

προσπέσωμεν* ἐν μετανοίᾳ κραζοντας ἐκ μέσης ψυχῆς,* ῞Αγιε, βοήθησον καί

διάσωσον πάντας* ἐκ παντοίων θλίψεων καί ποικίλων παγίδων˙* μὴ ἀποστρέψῃς

ἱκέτας κενούς,* σὲ γὰρ μεσίτην,* Ιάκωβε, ἔχομεν.

Δόξα Πατρὶ… Τὸ αὐτὸ ἤ τὸ

̉ Απολυτίκιον ῏Ηχος α’. Τῆς ἐρήμου πολίτης.


Κ αστορίας τὸν γόνον καὶ Τρικάλων τὸ καύχημα* τῶν ῾Οσιομαρτύρων τὸ κλέος* καὶ

πιστῶν καταφύγιον,*Ιάκωβον, τιμήσωμεν πιστοὶ* τὸν μέγαν τοῦ Σωτῆρος ἀθλητήν,*

τὸν παρέχοντα ἰάσεις παντοδαπᾶς* τοὺς πίστει ἀνακράζοντας˙* δόξα τῷ σε δοξάσαντι

Χριστῷ,* δόξα τῷ σὲ ἐνισχύσαντι,* δόξα τῷ σὲ ἀναδείξαντι ἡμῶν φρουρὸν ἀκοίμητον.


Καὶ νῦν καὶ ἀεὶ... Θεοτοκίον.


Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙* εἰ μὴ γὰρ σὺ

προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐρρύσατο* ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ

διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ

δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.


Εἶτα ὁ Νʹ Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος 1 .

ᾨδὴ αʹ. Ἦχος πλ. δʹ.  Ὑγρὰν διοδεύσας…


Ι̉ άκωβε, δέχου τὰς προσευχὰς* ἡμῶν τῶν ἀθλίων* καὶ ταῦτας πρόσαγαγε τῷ Θεῷ* καὶ

αἴτει δοθεῖναι σοῦ ἱκέταις* ὑπομονὴν καὶ εἰρήνην, πανόλβιε.

Χριστὸν καθικέτευε ταπεινῶς* δεόμεθα πάντες,* ὅπως πέμψῃ ἡμῖν ταχύ* ὁμόνοια,

πίστιν καὶ ἐλπίδα* ὡς καὶ εἰρήνην, παμμάκαρ* Ιάκωβε.

Ι̉άκωβε, κλέος Χριστιανῶν* πιστοὺς μὴ παρίδης,* ἀλλὰ δίδου ὑπομονήν,* ταπείωσιν,*

μάκαρ καί ὑγείαν,* ἵνα δοξάζωμεν πάντες τὸν Κύριον.

Θεοτοκίον.


ΠαρθένεΑμόλυντε Μαριάμ,* ἱκέτευε πάντες* σοῦ δεόμεθα ταπεινῶς* Υἱὸν Σου καὶ

Κτίστην τῶν ἁπάντων,* ὅπως παράσχῃ ἱκέταις μετάνοιαν.

ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…


Ι῾κετεύω σε Μάρτυς, καὶ θεῖεΙάκωβε,* παράσχου ἡμῖν θεοφόρε,* πᾶσαν βοήθειαν.*

Τοῖς εὐφημοῦσι, σοφέ,* καὶ καταφεύγουσι πόθῳ,* πειρασμῶν ἀπάλλαξον,* τῇ μεσιτείᾳ

σου.

Τοῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβεσον,* ἀγρούς, ποίμνια ὡς καὶ οἰκίας* συ

διαφύλαξον,* ἵνα ὑμνοῦμεν σε* τὸν τοῦ Χριστοῦ στρατιώτην* τῶν πιστῶν τὸ

στήριγμα* καὶ καταφύγιον.

Ε̉ κ ποικίλων παγίδων, σεμνέ σύ προστάτευσον* πάντας τοὺς προστρέχοντας πόθῳ*

πρὸ τῆς εἰκόνος Σου* καὶ ἐξαιτοῦντας θερμῶς* τὴν σὴν βοήθειαν, μάκαρ* καὶ

Χριστὸν δοξάζοντας,* Πανευωδέστατε.

Θεοτοκίον.


Θεοτόκε Παρθένε Χριστιανῶν καύχημα* σὲ καθικετεύομεν πάντες* ῥῦσαι ἱκέτας σου*

ἐκ τῶν χειρῶν πτερνηστοῦ* καὶ ἐκ δολίων ἀνθρώπων* καὶ εἰρήνην δώρισαι* οἴκοις

τῶν δούλων Σου.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,Αθλοφόρε,* ὅτι πάντες δεητικῶς* εἰς σὲ

καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησία.

Ε̉ πιβλεψον* ἐν εὐμενεία, πανύμνητε Θεοτόκε,* ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος

κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία…


Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐδείχθης, σεμνέ,* καὶ πιστῶν

καταφύγιον* ἐκτενῶς βοῶμέν σοι,*Ιάκωβε ἔνδοξε, πρόφθασον* καὶ ἐκ κινδύνων

λύτρωσαι ἡμᾶς,* τοὺς σοι πόθῳ καὶ πίστει προσφεύγοντας.

ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε…


Τοὺς νοσοῦντας θεράπευσον,* μάρτυς θαυματόβρυτεΙάκωβε,* καὶ θεραπευτὰς

βοήθησον* ποιεῖν καλὰς διαγνώσεις πάντοτε.

1 . Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ

δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…


Τέκνα τάχος συ δώρησον* τοῖς ποθοῦσι,Ιάκωβε πανάριστε,* καὶ παράσχου ῥώσιν

ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

Ο̉ρθοδόξους προστάτευσον* ἐκ τῆς κατακρίσεως, ἀκατάβλητε,* καὶ ταπείνωσιν

παράσχου σύ,* ἵνα λάβωμεν ἁμαρτιῶν ἄφεσιν.

Θεοτοκίον.


Ο῾λοψύχως σοῦ δέομαι* τὰ τέλη ἀνώδυνα πᾶσι δώρησε* καὶ κατεύνασον τὸν τάραχον*

τοῦ νοὸς μου, Κόρη Θεοδόξαστε.


ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…


Φόβον τοῦ Θεοῦ* τῇ καρδίᾳ μου ἐμφύτευσον* καὶ ὑγιείαν συ παράσχου σοφέ,* τῷ

ἀναξίῳ ἱκέτῃ, μάκαρ Ιάκωβε.

Σκέπασον ἡμᾶς* ὑπὸ τὴν σκέπην σου ἔνδοξε,* καὶ τοὺς πιστοὺς συ προστάτευσον

ταχύ* ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, μάρτυς Ιάκωβε.

Δέχου προσευχὰς* καὶ προσάγαγε ταχὺ αὐτὰς* τῷ Πλαστουργῷ,Ιάκωβε θαυμαστέ,*

ἵνα δοξάζωμεν πάντες σέ, Θαυματόβρυτε.

Θεοτοκίον.


Πάντας τοὺς πιστοὺς* ἐντρυφῆσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς, Θεοτόκε Μαριάμ,* καὶ

βιώσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.


ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…


Α̉ παύστως σοι καταφεύγω, ἔνθεε,* καὶ αἰτῶ σὴν βοήθειαν, θεόφρων,* ἣν σὺ

παράσχου ἐμοὶ τῷ ἀθλίῳ,* ἵνα ὑμνῶ καὶ δοξάζω, πανάριστε* τὸν Κτίστην καὶ

Δημιουργὸν* τῶν ἁπάντων, τρισμάκαρ, Ιάκωβε.

Προστάτην σὲ τῆς ζωῆς ἐπίσταμαι,* καὶ θερμὸν ἐν περιστάσεσι πρέσβυν,* τῶν

πειρασμῶν διαλύεις τὰ νέφη,* καὶ πάσαν νόσον καὶ βλάβην ἐλαύνουσα* σοῦ δέομαι ὁ

δυσμενής,* ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναι μέ.

Τὰ τέκνα τῶνΟρθοδόξων φύλαττε* ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας, Θεόφρον,* καὶ ταῖς

λιταῖς σου, τῆς Τρίκκης τὸ κλέος,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγησον* δεόμεθά σου

ταπεινῶς,* Ιάκωβε, πιστῶν κατάφύγιον.


Θεοτοκίον.


Ο̉ ρθόδοξοί σε προστάτην ἔχομεν* καὶ φρουρὸν ἀκοίμητον, Θεοτόκε,* σὺ τῶν

δαιμόνων τὰ βέλη διώκεις,* σὺ καὶ τὰς νόσους ἰᾷ, Θεοδόξαστε,* διὸ τῶν πιστῶν οἱ

χοροὶ* ἀνυμνοῦσιν ἁπαύστως σέ, Δέσποινα.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου,Αθλοφόρε,* ὅτι πάντες δεητικῶς* εἰς σὲ

καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησίαν.

Α῎χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα

δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία...


Σ ὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυ-ντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν

ἀμετάθετος˙* μὴ παρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνὰς,* ἀλλὰ σπεῦσον σύ,

θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς δεομένων σου˙* δέχου ἡμῶν

αἰτήσεις* καὶ ῥῦσε ἐκ τῶν κινδύνων,* Ιάκωβε θαυμαστέ,* τῶν Ορθοδόξων καταφύγιον.


Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δʹ.


Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ῾Αγίοις αὐτοῦ. (δίς)


Στίχος: Τοῖς ῾Αγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυ-μάστωσεν ὁ Κύριος.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ῾Αγίοις αὐτοῦ.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ…

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς:Εκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ιʹ 9 – 16) ἁγίου Εὐαγγελίου ...

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν

μέσῳ λύκων˙ γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.

Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων˙ παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς

συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε

ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ

μεριμνήσητε πῶς ἢ τί λαλήσητε˙ δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐ

γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡμῶν, τὸ λαλοῦν ἐν ὑμῖν.

Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον˙ καὶ ἐπαναστήσονται

τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ

ὄνομά μου˙ ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος

σωθήσεται.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.


Δόξα Πατρὶ καὶ Υἱῷ…


Ταῖς τοῦ ῾Οσιομάρτυρος πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν

ἐγκλημάτων.


Καὶ νῦν καὶ ἀεὶ…


Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου…


Προσόμοιον. Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι...


Μή ἐγκαταλείπης με* τῶνΟρθοδόξων προστάτα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι

δέησιν τοῦ ἱκέτους σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι* ἀρχεκάκου τὰ

τοξεύματα˙* σκέπην οὐ κέκτημαι* οὐδὲ ποῦ πρσφύγω ὁ ἄθλιος,* πάντοθεν

πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦσον, ῾Οσιομάρτυς*Ιάκωβε,

ἀκοίμητε φρουρέ* τῶν δεομένων σοι, ἔνδοξε,* καὶ εὐχὰς ἐκπλήρωσον.

῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…

῾Ο Χορός: Κύριε ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός: Αμήν.


ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς Ιουδαίας…


Ρ῾αθυμίας ἀμέτρου* καὶ δεινῆς ἀῤῥωστίας ταῖς ἱκεσίαις σου,*Ιάκωβε τρισμάκαρ,*

προστρέχοντά σοι ῥῦσαι,* τῇ σῇ σκέπῃ κραυγάζοντας˙* ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς

εὐλογητὸς εἶ.

Ο̉ ρθοδόξων κατέστης* ἰατρὸς ὁ ἀλάνθαστος καὶ ἀνάργυρος,* καὶ Τρίκκης, θεοφόρε,*

ἀκοίμητος προστάτης* καὶ φρουρὸς ὁ ἀνύστακτος,* διὸ πιστῶν οἱ χοροί,* Χριστὸν

δοξολογοῦσι.

Α̉ τεκνίαν γυναίων* θεραπεύεις ταχέως, σεμνὲΙάκωβε,* διὸ καὶ αἱ ποθοῦσαι* υἱοὺς καὶ

θυγατέρας* ἱκετικῶς σοῦ δέονται˙* τέκνα παράσχου ἡμῖν,* λιταῖς σου, Θεοφόρε.


Θεοτοκίον.


Μητροπάρθενε Κόρη,* σὸν Υἱὸν καθικέτευε σοῦ δεόμεθα* ὑπὲρ τῶν σὲ ὑμνοῦντων* καὶ

σὲ δοξολογοῦντων* καὶ ἁπαύστως βοώντων σοι˙* Χαῖρε, λιμὴν ἀσφαλὴς* ἡμῶν τῶν

Ορθοδόξων.


ᾨδὴ ηʹ. Τὸν Βασιλέα…


Τὸν Βασιλέα* καὶ ποιητὴν ἐκδυσώπῃ* τοῦ δοθεῖναι ἱκέταις εἰρήνην,* ἵνα σὺνΑγγέλοις*

δοξάζωμεν τὸν Κτίστην.

Α̉ δυναμίας* τῶν μαθητῶν ταῖς λιταῖς σου* ἰάται,Ιάκωβε, ὁ Κτίστης* καὶ εἰς τοὺς

γονέας* χαρὰν παρέχει, μάρτυς.

Τὴν ἀνεργίαν* ταῖς σαῖς λιταῖς, φωτοφόρε, * ὁ Δεσπότης τῶν ὅλων ἀπελαύνει* καὶ

πιστοῖς παρέχει* ταχέως ἐργασίαν.


Θεοτοκίον.


Τὴν Θεοτόκον* τῶνΟρθοδόξων τὰ πλήθη* ἀνυμνοῦσι ἁπαύστως βοῶντες˙* Χαῖρε,

Παναγία,* ἡ τέξασα τὸν Κτίστην.


ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…


Ι̉ άκωβε παμμάκαρ,* σὲ καθικετεύω* μετάνοιαν παράσχου ἡμῖν τοῖς ἀναξίοις* καὶ τοῦ

Χριστοῦ τὴν δόξαν* ἰδεῖν βοήθησον.

Α̉ γάπην καὶ εἰρήνην,* ῥώμην καὶ ὑγείαν,* ὑπομονήν καὶ πραότητα δίδου ἡμῖν* καὶ τῆς

ὀσφῦος τὰ ἄλγη* λιταῖς σου ἴασον.

Ε̉ ργάτας τοῦ Κυρίου* μὴ ἐγκαταλείπεις* ἀλλὰ παράσχου ὑγείαν καὶ σύνεσιν,* ἵνα

Χριστόν, Χριστοδρόμε,* πάντες δοξάζωμεν.

Θεοτοκίον.


Παρθένε Θεοτόκε,* σὲ καθικετεύω* καὶ σοι προσπίπτω δεόμενος, Δέσποινα,* τοὺς

Ορθοδόξους ἐκ πλάνης* σὺ διαφύλαττε.


Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.


Α῎ ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ

παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ

ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν

ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Χαίροις, Καστορίας γόνος λαμπρὸς* καὶ τῶν ἐν τῇ Τρίκκῃ* ὁ ἀσύλητος θησαυρός˙*

Χαίροις,Ορθοδόξων,Ιάκωβε, προστάτης* καὶ πάντων τῶν νοσοῦντων*

θεράπων, ἔνδοξε.

Χαίρουν καὶ ἀγάλλονται οἱ πιστοὶ* οἱ ἐν τῇ Τρίκκῃ, μάκαρ,* οἰκοῦντες θεοφιλῶς,* ὡς

ἔχοντες προστάτην* σὲ τὸν ἀθλοφόρο* τὸν ἐν Ανδριανουπόλῃ* Χριστὸν δοξάσαντα.

Ο῾ σιομαρτύρων τὴν κορυφὴν* καὶ τῶνΟρθοδόξων* ἀντιλήπτορα καὶ φρουρόν,* τὸν

ἐν Ανδριανουπόλει* τοῦ μάρτυρος τὴν χλαίνα* λαβόντα ἐπαξίως* ὕμνοις τιμήσωμεν.

Ε̉ ν τῇ Καστορίᾳ, θαυματουργέ,* πίστιν ἐδιδάχθης* παρὰ γονέων θεοσεβῶν* καὶ ἐν τῷ

῾Αγίῳ* τῷ ῎Ορει σὺ ἠσκήθης* καὶ ἐν Ανδριανουπόλει* στεφάνους ἔλαβες.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,*Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι

Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.

Εἶτα ὁ Χορὸς τὸ Τρισάγιον, Δόξα Πατρί... Παναγία Τριάς... Πάτερ ἡμῶν... ὁ

Ἱερεύς: ῞Οτι Σοῦ... ὁ Χορός: Αμήν καὶ τὸ ̉̉̉Απολυτίκιον.

῏Ηχος α’. Τῆς ἐρήμου…


Κ αστορίας τὸν γόνον καὶ Τρικάλων τὸ καύχημα* τῶν ῾Οσιομαρτύρων τὸ κλέος* καὶ

πιστῶν κατάφύγιον,*Ιάκωβον, τιμήσωμεν πιστοὶ* τὸν μέγαν τοῦ Σωτῆρος ἀθλητήν,*

τὸν παρέχοντα ἰάσεις παντοδαπᾶς* τοὺς πίστει ἀνακράζοντας˙* δόξα τῷ σὲ δοξάσαντι

Χριστῷ,* δόξα τῷ σὲ ἐνισχύσαντι,* δόξα τῷ σὲ ἀναδείξαντι ἡμῶν* φρουρὸν ἀκοίμητον.

Δέησις καὶ ὁ ῾Ιερεύς ποιεῖ τὴν ἀπόλυσιν. Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας


ψάλλομεν:


῏Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου…


Πάντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱερᾶς σου εἰκόνας,*Ιἀκωβε ἔνδοξε,*

δίδου συ μετάνοιαν,* ὑπομονὴν καὶ χαράν,* φωτισμὸν καὶ ταπείνωσιν,* εἰρήνην καὶ

πίστιν,* ἄγγελον ἀκοίμητον καὶ ὁδηγόν ἀσφαλῆ.* Πάτερ, ῾Οσιομαρτύρων τὸ κλέος,*

χηρῶν ἀνεδείχθης προστάτης* καὶ τῶν ἐν ἀνάγκαις καταφύγιον.


῏Ηχος πλ. δʹ.


Δέσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης

ἀνάγκης καὶ θλίψεως.


῏Ηχος βʹ.


Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν

σκέπην σου.

Ὁ Ἱερεύς: Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον

ἡμᾶς.

Ὁ Χορός: ̉ Αμήν.

Δεν υπάρχουν σχόλια: