Αναζήτηση αυτού του ιστολογίου

Πέμπτη 11 Ιουλίου 2024

Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Σωφρόνιον τον του Έσσεξ τον Αθωνίτη.



 
Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών Σωφρόνιον τον του Έσσεξ τον Αθωνίτη
Συντεθείς υπ’ ανωνύμου λαϊκού υμνογράφου, κενοδόξου και αμαρτωλού, υπέρ σωτηρίας του οποίου εύχεσθε. Έτει σωτηρίω 2006


†Εορτάζεται στις 11 Ιουλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ ἐξῇς Τροπάρια·

Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Διψῶσιν οἱ λαοὶ διδασκάλους ἁγίους, ἀγάπης ὁδηγούς, θεοφόρους Πατέρας, καὶ Κύριος ἐδώρισεν, ὡς πηγὴν ἁγιάσματός σε, Σωφρόνιε, τὸν ἀληθῆ θεομύστην, τὸν ἀντλήσαντα ἐκ τῆς ἀῤῥήτου σοφίας καὶ κόσμον ἀρδεύοντα.

Δόξα.
Ὅμοιον.
Ῥωσίας ὁ πυρσός, ἡ λαμπᾶς τῆς Εὐρώπης, τοῦ Ἄθωνος φωστήρ, Βρεταννίας ἡ δόξα, Θεοῦ εἰκόνα ἔνδοθεν σεαυτὸν ἐζωγράφισας· ὅθεν φύλαττε τοὺς αἰτουμένους εὐχήν σου, ὦ Σωφρόνιε, τῇ πρὸς Θεὸν παῤῥησία ἣν εὗρες ὡς Ἅγιος.

Καὶ νῦν.
Θεοτοκίον. Ὅμοιον.
Ὦ Δέσποινα ἐμὴ καὶ τῶν πάντων πλασμάτων, κλαιόντων ἡ στοργὴ καὶ χαιρόντων ἡ χάρις, ἐκ ζήλου νῦν κινούμενος, πλὴν ἀφρόνου, ὡς ἄσοφος, κἂν ἀκάθαρτος, Θεοτοκίον ψελλίζω, κἂν ἀδέξιος, ὕμνον δειλῶς ἐξυφαίνω, ὃν δέξαι ὡς εὔσπλαγχνος.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ κανὼν φέρων ἀκροστιχίδα·
Τήρει τὸν νοῦν σου ἐν ᾅδῃ καὶ μὴ ἀπελπίζου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τιτρώσκουσι βέλη τὰ τῶν παθῶν, ψυχὴν καὶ καρδίαν καὶ συνείδησιν τὴν ἐμήν, πὼς ὕμνον πρὸς ἅγιον συνθέσω; Κύριε, δός μοι καὶ νοῦν καὶ κατάνυξιν.

Ἡφαίστειον μέγα καὶ φοβερὸν εἰς βάθη ψυχῆς μου ὑποφώσκει πυριφλεγές· ἐκ τούτου ζητῶ τὴν σωτηρίαν τῇ προστασίᾳ σου, πάτερ Σωφρόνιε.

Ῥωγμὴν ὑφιστάμενος τῇ ψυχῇ, ἀπώλεσα, Πάτερ, αὐτεξούσιον ἀληθές· ἀνεύρεσιν τούτου δίδαξόν με, ὡς Ἐκκλησίας πατὴρ καὶ διδάσκαλος.

Ἐν πόνοις ὑπάρχω καὶ στεναγμοῖς, ψυχικῇ ὀδύνη, ἀσθενείᾳ σωματική· σὺ Πάτερ, ὑγίειαν μοι παράσχου, τῇ φλογερᾷ σου πρεσβείᾳ πρὸς Κύριον.

Θεοτοκίον.
Ἰσοῦται τῷ βίῳ μου τὸ μηδέν, ἄβυσσος ἐντός μου καὶ σκοτία ὀλισθηρά· ἄπλωσόν μοι χεῖρα, Θεοτόκε, καὶ πρὸς οὐράνιον ὕψος ἀνέλκυσον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τὸν θεόπτην πατέρα καὶ ταπεινὸν σέβομαι· εἰ καὶ ταπεινὸς οὐχ ὑπάρχω, τούτῳ προσέρχομαι, πάτερ Σωφρόνιε, σύ μοι ταπείνωσιν δεῖξον, φλέγων μου ὡς ἄκανθαν τὴν ἐγωπάθειαν.

Οὐρανοῦ διδασκάλῳ γονυπετὴς ἔρχομαι, πλὴν ἐγωισμοῦ τὰς ἀκάνθας οὐκ ἐξερίζωσα· ὡς γὰρ ζιζάνια, ἐμὴν σπορὰν καταπνίγει, σύ μοι Πάτερ συνδραμόν, πρὸς ἐκβοτάνισιν.

Νοῦν Χριστοῦ κατακτήσας καὶ λαμπρυνθεὶς Πνεύματι, βάθη ταπεινώσεως ἔχεις, πάτερ Σωφρόνιε, καὶ προσευχόμενος ὑπὲρ τοῦ κόσμου δακρύζεις, πλὴν μὴ παύσῃ, Ἅγιε, πάντες δεόμεθα.

Θεοτοκίον.
Νῦν βεβύθισμαι πάλιν εἰς φοβερὰν ἄβυσσον, ᾗς ἀβυσσοτόκε Ἀγάπης, σπεῦσον ἀνάσυρε! Τῇ γὰρ δυνάμει σου ἄβυσσος πᾶσα πληροῦται, γεφυρούνται χάσματα, βράχοι βλαστάνουσι.

Διάσωσον, τὴν οἰκουμένην ἐκ φόνων καὶ μολυσμάτων, σβέσον δε τοῦ μίσους τὰς φλόγας, πάτερ Σωφρόνιε, καὶ ἴασαι πεπληγμένην ψυχήν μου.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἡμῶν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῶν ψυχῶν τὰς διχάσεις.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῶ.
Ἐν τῷ ἀύλῳ σου φωτί, ὁ Θεός μου, πᾶσα καρδία ταπεινὴ λελουμένη καταλαμπρύνει σύμπαντα πυρὶ νοερῷ, οὕτω καὶ ἡμῶν Σωφρόνιος ὁ πατὴρ καὶ διδάσκαλος, ὡς φωστὴρ πολύφλογος πυρπολεῖ δι’ ἀγάπης, βάθη συνειδήσεων καὶ ψυχῶν καταυγάζων, τούτου τοὺς λόγους, φίλοι, ταπεινῶς, ἐγκολπωθῶμεν πρὸς ὕψους ἀνάβασιν.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ὁ ἐκπλύνων τὰ πταίσματα καὶ τὰς ἁμαρτίας καθαίρων Κύριος, τοὺς μισοῦντας με συγχώρησον τῇ ἁγνῇ πρεσβείᾳ Σωφρονίου σου.

Ὑπὲρ πάντων τῶν φίλων μου καὶ ἐχθρῶν μου πρέσβευε, πάτερ Ἅγιε, κἂν ἀνάξιος ὑπάρχω σου, ἐνθυμούμενος σοὺς λόγους δέομαι.

Νέον Ἅγιον ἔδειξας τοῖς ἀνθρώποις, Δέσποτα, καὶ διδάσκαλον, τοῦτον φέρω σοι δεόμενος ὡς σπουδαῖον πρέσβυν ὑπὲρ κόσμου σου.

Σωφρονιῶ προσέρχομαι, τῆς αὑτοῦ πρεσβείας ἱκέτης ἄθλιος, ὡς ταπείνωσιν διδάξαντι καὶ Χριστοῦ ἀγάπην ἐφαρμόσαντι.

Θεοτοκίον.
Οὐρανοῦ πλατυτέρα, σὺ καὶ Θεοῦ παντάνακτος θρόνε πύρινε, τῇ πρεσβείᾳ σου πρὸς Κύριον οἰκουμένην πίπτουσαν ἀνόρθωσον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψωσον ἡμᾶς, προσευχή σου πάτερ Ὅσιε, πρὸς τῆς ζωῆς τὸν Τριπλοῦν Ποταμόν, ὅστις απαύστως ἀρδεύει συμπάντων πέρατα.

Ἕνωσον ἡμᾶς τῇ πρεσβείᾳ σου, Σωφρόνιε, διῃρημένους μαχαίρᾳ ἐγωισμοῦ, Θεοῦ εἰρήνην ἐμπνέων τὴν παραδείσιον.

Νέφη τὰ πυκνὰ καὶ ζοφώδη τῆς καρδίας μου πνοή σου, Πάτερ, ὡς ἄνεμος, δίωξον, ὁδὸν ἀνοίγων χαρὰς πρὸς ἡλιοφάνειαν.

Θεοτοκίον.
Ἄνασσα σεμνή, κλῖμαξ γῆθεν ἄνω φέρουσα, ὡς ἐν ἀγκάλαις βαστάσασσα τὸν Θεόν, σῷζε στοργή σου γλυκείᾳ βρέφη καὶ νήπια.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Δεδούλονται, ταῖς ἀνάγκαις πένητες, οἱ δε πλούσιοι φθαρτοῖς ἀργυρίοις, καὶ ἰσχυροὶ κατεδούλωσαν πλήθη καὶ τῷ χρυσίῳ λαοὶ θυσιάζονται! Ὦ πάτερ, ἄνωθεν ἐλθών, τοὺς ἀθῴους βασάνων διάσωσον!

Ἡ σκέψις μου, τοῦ Θεοῦ μακρύνεται, καὶ συνείδησις ἐμὴ καθιζάνει, καὶ ἀρετῆς μου ἀγρὸς ἐρημοῦται καὶ τῆς ἀγάπης οἰκία κρημνίζεται! Ὦ Πάτερ, ἄνωθεν ἐλθών, σῷζε φρένας ἐμάς, ὦ Σωφρόνιε.

Κατέκαυσα, ὡς τὸ πρὶν Ἀλέξανδρος, τῆς ἐλπίδος μου τὸν στόλον ὁ ἄφρων, καὶ νῦν ὀρῷ τῶν ἐχθρῶν μου τὰ στίφη καὶ εἰς ἀπέλπιδα ζόφον βυθίζομαι, ἀλλ’ ἄνωθεν ὡς ἀετὸς πεπτωκότα με, Πάτερ, ἀνόρθωσον.

Θεοτοκίον.
Ἀστέρισον, τῆς ζωῆς μου, Δέσποινα, τὴν πικρὰν τε καὶ ἀσέληνον νύκτα, ἵνα φωτὸς ἀπολαύσω ἰκμάδα καὶ λυτρωθῶ σκοτασμοῦ, ὃν ἐπέλεξα, καὶ ὤθησον πρὸς οὐρανόν, τῇ εὐόσμῳ χειρί σου, πανθαύμαστε!

Διάσωσον, τὴν οἰκουμένην ὀλέθρου τῆς ἀπληστίας, σβέσον ἐκδικήσεως φλόγας, πάτερ Σωφρόνιε, καὶ φύλαττε ὀρφανοὺς ἐκ τοῦ μίσους.

Ἐπίβλεψον ἐν εὐλογία, πανάχραντε Θεομήτωρ, ἐπὶ τὴν ἐχθρῶν μου καὶ φίλων λύμην κακώσεων καὶ λύτρωσον ἀθεΐας καὶ πλάνης.

Αἴτησις καί τὸ Κοντάκιον.
Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Κυψέλης ἐκ φωτὸς ὡς βασίλισσα, Πάτερ, μελίσσων λογικῶν ἐξεγέννησας σμῆνος, καὶ μέλι τὸ ἀθάνατον καὶ κηρίον συνήγαγες, καὶ κηρόπλαστον καθεδρικόν τοῦ Θεοῦ σου ὑπερύψωσας εἰς Βρεταννίας τὴν νῆσον, Σωφρόνιε ὅσιε.

Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ανθίσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὑτῶν ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ι΄ 1-4 καὶ 17-24).
Τῷ καιρῶ ἐκείνῳ, ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἑβδομήκοντα, καὶ ἀπέστειλεν αὑτοὺς ἀνὰ δύο πρὸ προσώπου αὑτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν καὶ αὐτὸς ἔρχεσθαι. Ἔλεγεν οὖν πρὸς αὑτούς· ὁ μὲν θερισμὸς πολύς, οἱ δε ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὑτοῦ. Ὑπάγετε· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. Ὑπέστρεψαν δε οἱ ἑβδομήκοντα μετὰ χαρὰς λέγοντες· Κύριε, καί τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματι σου. Εἶπε δε αὑτοῖς• ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σπορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δε ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὑτῇ τῇ ὤρα ηγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαι σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καί τῆς γῆς, ὅτι ἀπέκρυψας ταύτᾳ ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὑτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθεν σου. Καὶ στραφεὶς πρός τοὺς μαθητὰς εἶπε· πάντα μοι παρεδόθη ὑπό τοῦ πατρὸς μου· καὶ οὐδεὶς επιγινώσκει τὶς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ, καί τὶς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱὸς καὶ ὦ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Καὶ στραφεὶς πρός τοὺς μαθητὰς κατ’ ἰδίαν εἶπε· μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἆ βλέπετε. Λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἆ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκούσαι ἆ ἀκούετε, καὶ οὐκ ἤκουσαν.

Δόξα.
Ταῖς τοῦ σου Ἁγίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοια.
Ὅλην ἀποθέμενοι. Ἦχος πλ. β΄.
Τάδε λέγει Κύριος· τοῖς ταπεινοῖς ὁμοιάζω, τοὺς πτωχοὺς ἠγάπησα, εἰς βρεφῶν συνείδησιν ἀναπαύομαι· κόσμῳ δεδώρημαι, ἐν ἐσχάτοις χρόνοις, τὸν μακάριον Σωφρόνιον, φωτὸς διδάσκαλον, καὶ Σιλουανὸν τὸν παμμέγιστον· τούτων οὖν τοῖς λόγοις εὐήκοον ποιήσατε τὸ οὓς, καὶ ἐξ ἀμπέλου τῆς χάριτος θεῖον οἶνον γεύσασθε.

Οὐδεὶς προστρέχων ἐπὶ σοι.
Σοφὲ σοφότερε σοφῶν, σῶφρον σωφρόνων σωφρονέστερε Πνεύματι, φιλοσοφότερε Σωκράτους, τοὺς ἀσόφους σοφίζων, σωφρονίζων τοὺς ἄφρονας, κάλεσον πάντας εἰς ἑνότητα.

Μεταβολή τῶν θλιβομένων.
Ἐν τῇ τοῦ λόγου τυραννίδι καὶ τῇ τῶν πάντων καταχρήσει, Σωφρόνιε, ὡς ἀστὴρ ἀνατείλας, πῦρ ἀνάπτων τοῖς λαοῖς, πάντας τοὺς ἀλήθειαν διψῶντας, πάντας τοὺς εἰρήνευσιν πεινῶντας, πρὸς νέαν καθοδηγεῖ Βηθλεέμ.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱερεῦ τοῦ Ὑψίστου, σεαυτὸν ὁ προσφέρων εἰς ὁλοκαύτωμα, Σταυρῶ τῷ τῆς ἀγάπης, ὑψώθης τῶν γηίνων, προσευχόμενος πάντοτε, πρὸς τὸν σωτῆρα Χριστόν, ὑπὲρ παντὸς τοῦ κόσμου.

Μὴ παρίδῃς, ὦ Πάτερ, τὴν ἐμὴν ἀγωνίαν ὑπὲρ οἰκείων μου, καὶ στήριξον εὐχαῖς σου, κινδύνων ἀπαλλάττων καὶ καλῶν εἰς Παράδεισον, ὅπου λαμπρῶς ἐνοικεῖς, σὺν πᾶσι τοῖς Ἁγίοις.

Ἡ σοφία σου, Πάτερ, θεολόγους ἐκπλήσσει, ἀνδρίζει νήπια, διὸ καὶ σοὶ προσφεύγω, ζητῶν τὴν εὐλογίαν καὶ ψυχῶν καθοδήγησιν, πρὸς τὸν νυμφῶνα Χριστοῦ, ἐχθρῶν μου τε καὶ φίλων.

Θεοτοκίον.
Ἀληθῶς Θεοτόκε, οὐκ ἀξίως ὑφαίνω τὴν σὴν παράκλησιν, πλὴν θάῤῥος προσπορίζω, ἐκ σῆς τῆς βαθυτάτης, ταπεινῆς ἀγαπήσεως, ὦ Βασιλίς τῶν λαῶν, εὐλόγει τοὺς σοὺς φίλους.

ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν οὐρανῶν.
Πύργον ἀγάπης οἰκοδομῶν ἐν καρδίᾳ, σύ μοι σύνδραμε, Σωφρόνιε πάτερ, ἵνα κατοικήσω σὺν φίλοις καὶ Θεῷ μου.

Ἐν ᾅδῃ φίλους καὶ τοὺς προγόνους μου πάντας ἔχω, Ἅγιε, καὶ δέησιν ψάλλω, σκότους ἑκουσίου σωθῆναι σαῖς πρεσβείαις.

Λάμψον εὐχαῖς σου τοῖς ἐν τῷ ᾅδῃ νεκροῖς μου, καὶ πρὸς Κύριον μεσίτευε, Πάτερ, ὑπὲρ σωτηρίας πάντων τῶν τεθνεώτων.

Θεοτοκίον.
Πάντας σωθῆναι, οὕτως ποθεῖ ὁ Υἱός σου, πλὴν ἀγάπην ὁ τυφλὸς ἀποῤῥίπτει, πρέσβευε οὖν, Κόρη, ὑπὲρ ψυχῶν ἐν σκότει.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάσεων ἡ βρύσις, ὁ κρουνὸς σοφίας, ὁ ποταμὸς τῶν χαρίτων ὁ Ἅγιος, ἡμιθανὴς καὶ διψῶν σοι, Πάτερ, προσέρχομαι.

Ζωὴν τοῖς τεθνήκωσι, φῶς τοῖς σκοτισθείσι δίδου πρεσβείαις σου, Πάτερ, πρὸς Κύριον, ἔμπιστος φίλος ὑπάρχων Αὐτοῦ, Σωφρόνιε.

Οὐράνιον λειμῶνα, πάμφωτον αὐλαία, ἔμπροσθεν πάντων, σοῖς λόγοις, διάνοιξον, ἵνα ποθώντες Χριστὸν ἔνδον ἔλθωμεν.

Θεοτοκίον.
Ὑψίστη προστασία, δειλῶν παῤῥησία, παρηγορία πενθούντων, Θεόνυμφε, τῶν ὀρφανῶν ψυχοτρόφε, σῷζε τοὺς πάσχοντας.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Σωφρόνιε πάτερ, ὁ ταπεινός, πὼς τολμῶ ψελλίσαι σοι ὑμνίδιον πενιχρόν; Ἀνάξιος ὅλως ὑπάρχω σε τιμήσαι, πλὴν θάῤῥος μοι παρέχεις τῇ ταπεινώσει σου.

Διδάσκαλον ἤθους ἐπὶ τῆς γῆς, θησαυρὸν ἀγάπης καὶ ἐλπίδα τῶν ταπεινῶν, ἀνέδειξας, Σῶτερ, Σωφρόνιον τὸν μέγαν, ὡς ἔφηβον ἀστέρα εἰς νύκτα δύσβατον.

Τίς γνωρίσει, πάτερ, ἐπακριβῶς τὴν ὑψίστην γνῶσιν ἣν ἐγνώρισας ἐν Χριστῷ; Οὐ σχολῶν ἑδράνοις καὶ θύραθεν παιδεία, ἀλλ’ εἰς τὸ τῆς ἀγάπης πανεπιστήμιον!

Ἀγάπην ἐδίδαξας ἐν Χριστῷ, ταύτην ἐφαρμόσας ἐν τῷ βίῳ σου ταπεινῶς, ὅλον δαπανήσας ὑπὲρ τῶν ἀδελφῶν σου καὶ λαμπρυνθεὶς ὡς μέγας ἀνὴρ παγκόσμιος!

Τραφεὶς ὡς ἐν βράχῳ ἄνθος λευκόν, Σωφρόνιε πάτερ, ὑψιπέτα καὶ φλογερέ, δίδου σου τοὺς λόγους, τροφὴν ἀθανασίας, πεινῶσι καὶ διψῶσι πρὸς ἐπιβίωσιν.

Στρέψατε τὰ ὦτα, ὦ ἀδελφοί, σοφοῦ διδασκάλου θεοδίδακτον διδαχὴν τηρήσατε πάντες, μανθάνοντες ἀγάπην, καὶ κῆπον Παραδείσου τὴν γῆν ποιήσατε.

Ὡς ἄνευ ἀκάνθων ῥόδα σεπτά, Σωφρόνιον μέγαν καὶ πατέρα Σιλουανόν, ζητήσωμεν πάντες εἰς Ἄθωνος λειμῶνα, ὡς μέλισσαι τρυγήσαι νέκταρ τῆς χάριτος.

Παγκόσμιε πάτερ Σιλουανέ, τὶς ἐστιν ἀλήθεια, δεῦρο, δίδαξον τοὺς λαούς, σὺν τῷ Σωφρονιῶ πρεσβεύων ὑπὲρ πάντων καὶ πᾶσι τοῖς Ἁγίοις τοῖς ἐν τῷ Ἄθωνι.

Φώτισον, Σωφρόνιε, λαμπηδόν, ἄνθος τῆς ψυχῆς μου τοῦ στραφῆναι πρὸς οὐρανόν, ἵνα δρέψῃ θέρμην, τοῦ νοητοῦ Ἡλίου καὶ σπόρον ὡριμάση τῆς ταπεινώσεως.

Ὦ πάτερ πατέρων, ποιμὴν ἁγνέ, ἐν ἀγάπῃ στήσας τὸν σταυρὸν ἵνα σταυρωθῇς, Βρεταννίας νῆσον καὶ χώρας τῆς Εὐρώπης καὶ πᾶσαν οἰκουμένην εὐχαῖς σου στήριξον!

Ὦ πάτερ πατέρων, ποιμὴν ἁγνέ, τοῦ Προδρόμου φίλε, τῶν ἁγίων ὦ μαθητά, ἀδελφούς μου πάντας καὶ τέκνα καὶ γονεῖς μου, ἐχθρούς μου τε καὶ φίλους εὐχαῖς σου στήριξον!

Τάξεις τῶν ἀγγέλων αἱ φωτεινέ, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου σὺν θείω Σωφρονιῶ κόσμῳ συνδράμετε!

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιο. Ἦχος α΄. Τοὺς τρεῖς μεγίστους φωστῆρας.
Μητρὸς Ῥωσίας τὸ ῥόδον, ἁγνὸν πατέρα Σωφρόνιον, τὸν εἰς Βρεταννίαν φρουροῦντα κῆπον ἀγάπης καὶ χάριτος, τὸν ὡς τὰ βρέφη καθαρὸν τῇ καρδίᾳ καὶ ἀντὶ μελάνης σοφῶς κινοῦντα φλογὸς γραφίδα καὶ Πνεύματος, τὸν μέγαν θεολόγον καὶ πρωτίστως πράξει διδάξαντα καὶ συγγραφέα τὸν θεῖον παγκοσμίων μεταφράσεων, ὡς φίλον Κυρίου τιμῶμεν αὐτόν, μαθητὴν ἁγίων καὶ ἅγιον, ἐκεῖνος δε φυλάττει τοὺς ἀγαπῶντας ἐκ προθέσεως.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίῳ Πνεύματι.
Οὐδεὶς προστρέχων ἐπὶ σοι.
Ἁγνῶν Γερόντων μαθητὰ καὶ τῶν ἁγίων ἁπάντων ἰσάξιε, πάτερ Σωφρόνιε τρισμάκαρ, Βρεταννίαν, Ἑλλάδα καὶ Ῥωσίαν ἁγίασον καὶ τὴν Εὐρώπην πᾶσαν δίδαξον.

Καὶ νῦν.
Θεοτοκίον. Ὅμοιον.
Περαίνων ὕμνον ταπεινῶς, ὦ Θεομήτωρ, ὡς κλέπτης ἐντρέπομαι ὑπὸ τοὺς πράους ὀφθαλμοὺς σου, πλὴν θαῤῥῶν τῇ στοργῇ σου ὡς υἱός σοι προσέρχομαι, τὸν ἐμὸν βίον καταθετῶν σοι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

 

Τέλος καὶ τῷ Θεῶ δόξα.

Δεν υπάρχουν σχόλια: