Αναζήτηση αυτού του ιστολογίου

Πέμπτη 12 Δεκεμβρίου 2024

Ἀρχὴ τοῦ Ὄρθρου!!!! ΘΗΚΑΡΑ ΜΟΝΆΧΟΥ ΠΡΟΣΕΥΧΈΣ 14 ΑΙΩΝΑ,




Ἀρχὴ τοῦ Ὄρθρου


Μετὰ τὸ Τρισάγιον, τὸ Σῶσον Κύριε τὸν λαόν σου. Δόξα. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ,
Καὶ νῦν, Προστασία φοβερά. Τὸ Κύριε ἐλέησον (ιβ'). Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ καὶ ζωοποιῷ. 

Δόξα ἐν ὑψίστοις Θεῷ (γ'). Κύριε τὰ χείλη μου ἀνοίξεις (β').

Εἶτα τὸν Ὕμνον τοῦ φιλοσοφωτάτου
καὶ ὁσιωτάτου Νικηφόρου τοῦ Βλεμμύδου


Κύριεο  μόνος ἀγαθός, ὁ ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ
Πνεύματι πάσῃ κτίσει ἀνευφημούμενος, εἷς καὶ μόνος Θεός, καὶ οὐκ ἔστιν ὅριον τῆς σῆς ἀγαθότητος.

Σὺ μόνος δι᾿ ἀγαθότητα, καὶ τὴν σύμπασαν κτίσιν βουλήματι μόνῳ παρήγαγες· τὴν νοητήν, τὴν αἰσθητήν, τὴν μικτήν.

Σὺ μόνος, ὁ τὸ πᾶν συνέχων καὶ συντηρῶν, ὁ τοῦ παντὸς προνοούμενος, ὁ τὸ πᾶν διακυβερνῶν.
Σὺ τῶν ὅλων ἐπόπτης, ἐννοιῶν πασῶν θεατής, καὶ πρὶν ἢ πρώτως κινηθῆναι, ταύτας ἐξεπιστάμενος.
Ἀϊδίως τὰ πάντα εἰδώς, καὶ ὅσα μήπω γεγένηται.
Τὸ πᾶν πληρῶν, τὸ πᾶν περιέχων, ὑπὲρ τὸ πᾶν ὢν καθ᾿ ὕψος ἀδιεξίτητον.

Σὺ μόνος ὄντως ὢν καὶ τοῦ εἶναι πηγή· καὶ ὄντως ζωὴ καὶ ζωῆς χορηγός· καὶ ὄντως φῶς καὶ φωτὸς παροχούς.
Σὺ μόνος δυνατὸς καὶ τῆς δυνάμεώς σου μέτρον οὐκ ἐπινοηθήσεται.
Σὺ μόνος σοφὸς καὶ ἡ τῆς σοφίας σου ἄβυσσος ἀκατάληπτος καὶ ἀνέκφραστος.
Σὺ μόνος ἐλεήμων ἀεὶ καὶ δίκαιος ἀεὶ καὶ τὸ τοῦ ἐλέους σου πέλαγος ἄπειρον· καὶ ἡ δικαιοσύνη σου ὑπερέξοχος.
Σὺ μόνος αὐτοαλήθεια καὶ σφόδρα πιστὸς ἐν τοῖς λόγοις σου.
Σὺ μόνος Κύριος καὶ βασιλεὺς τοῦ παντός· πάντα
ποιῶν, πάντα μετασκευάζων τῇ παντοκρατορικῇ ἐξουσία σου.
Σὺ μόνος ὁ αὐτὸς ὢν ἀναλλοίωτος, ἄτρεπτος, ὑπερανῳκισμένος ἁπάσης μεταβολῆς· ὡσαύτως ἔχων καὶ μένων ἀεί.

Σὺ μόνος Ἅγιος, αὐτοαγιότης, καὶ ἁγιωσύνης ἁπάσης δοτήρ.
Σὺ μέγας ὑπὲρ λόγον· καὶ πᾶν ὑπεροχικὸν ὄνομα, κατόπιν τῆς σῆς μεγαλειότητος φέρεται.

Σὺ μόνος Θεὸς ἄναρχος, ἀτελεύτητος, αἰώνιος καὶ προαιώνιος, καὶ πάντων τῶν αἰώνων δημιουργός.
Τίς ἱκανὸς ἀναγγεῖλαι τὴν αἴνεσίν σου, ὑπερθαύμαστε ἀπερινόητε Δέσποτα;

Περιδεῶς αἰνοῦσιν Ἄγγελοι, Αρχάγγελοι καὶ Ἀρχαὶ
τὴν ὑπεράρχιον Δεσποτείαν σου· καὶ διαπρύσιοι μὲν εἰσὶ θεολόγοι, καὶ ἀσίγητοι καὶ ἀκάματοι· πλήν, ἀτονοῦσι ἀξίαν ἐκτελέσαι τὴν αἴνεσιν. Πῶς γὰρ ἐξαγγελοῦσιν ἅπαντα τὰ θαυμάσιά σου, ἀρχὴν ἀριθμοῦ μὴ ἔχοντα; Πῶς τὴν ἀνέφικτον δόξαν σου διηγήσονται; Πῶς τὰ ἐξαίρετά σου θεολογήσουσιν;

Ἐξουσίαι, Δυνάμεις καὶ Κυριότητες εὐφημοῦσαι τὸ
κράτος σου τὸ ὑπέρθεον, ἀγωνιῶσι καὶ πεφρίκασιν· καὶ ἄπαυστον μὲν καὶ ἀνένδοτον τὴν εὐφημίαν προσάγουσιν, οὐχ ὅσην δὲ καὶ οταν χρεών· οὐ γὰρ ἔχουσι Θρόνοι, Χερουβίμ, Σεραφὶμ τῇ τῆς σῆς βασιλείας ἀστέκτῳν λαμπρότητι, τὸν ὕμνον διακεκράγασι μετὰ θάμβους, μετ᾽ ἐκπλήξεως, σύντονον καὶ ἀδιάλειπτον, ἀλλὰ πολύ λειπόμενον τοῦ προσήκοντος· ποῖος γὰρ ὕμνος ἐκ ποίας ουσίας
τῷ ὑπερουσίῳ καὶ ὑπερυμνήτῳ προσαρμοσθήσεται;

Πάντα τὰ νοερὰ καὶ οὐράνια καὶ ἱερὰ πολυαρίθμητα
τάγματα καὶ συστήματα, σὺν φόβῳ, σὺν τρόμῳ, σὺν
ἐκστάσει, δοξολογεῖ τὴν βασιλείαν σου ἠπειγμένως καὶ ἀκατασχέτως· οὐ μὴν κατάλληλον τῇ σῇ μεγαλοπρεπείᾳ ποιήσασθαι τὴν δοξολογίαν ισχύει σοι. 

Πᾶσαν γὰρ αἴνεσιν, εὐφημίαν, ὕμνησιν, δοξολογίαν, ἐγκόσμιον ὁμοῦ τε καὶ ὑπερκόσμιον, εἰς ταὐτὸ συνεληλυθυῖαν, ἐπιτεταμένην καὶ
ὑπὲρ ὅλην ἰσχύν, ἀμυθήτως ὑπερβαίνει καὶ ἀποσότοις
ὑπερβολαῖς τὸ τῆς ἀπροσίτου σου δόξης μέγεθος.

Κύριε οἶδα μέν, ὅτι γῆ καὶ σποδὸς εἰμὶ καὶ ὅλος πλημμέλεια· πλὴν διὰ τοὺς ὑπερπληθεῖς σου οἰκτιρμούς, ἐπειδὴ
πλάσμα σου εἰμὶ κἀγὼ ὁ ἁμαρτωλὸς καὶ ἀνάξιος, πόθῳ τολμῶ αἰνεῖν σε τὸν ποιητήν μου· καὶ σὺν ἐξομολογήσει καθικετεύειν σε, καὶ βοᾶν ἐνώπιόν σου μετὰ τοῦ θεσπεσίου Δαυΐδ.

Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με, πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ.

Δεν υπάρχουν σχόλια: