Αναζήτηση αυτού του ιστολογίου

Παρασκευή 27 Δεκεμβρίου 2024

Παρακλητικός Κανών εις τον Όσιο Σίμων τον Μυροβλύτη κτήτορα της Ιεράς Μονής Σιμωνόπετρας. Ποίημα μοναχού Ιακώβου

 





Παρακλητικός Κανών εις τον Όσιο Σίμων τον Μυροβλύτη κτήτορα της Ιεράς Μονής Σιμωνόπετρας

Ποίημα μοναχού Ιακώβου

 

 

† Εορτάζεται στις 28 Δεκεμβρίου

 

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

 

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

 

Εἶτα τὸ τροπάριον·

 

Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Σίμωνος θείου τῷ Ναῷ νῦν προσδράμωμεν, καὶ τῇ εἰκόνι τῇ αὐτοῦ νῦν προσπέσωμεν, οἱ καχεκτοῦντες κράζοντες ἐκ βάθους ψυχῆς· Ὅσιε σπλαγχνίσθητι, ἐφ᾿ ἡμῖν σοῖς ἱκέταις, πρόφθασον καὶ λύτρωσαι, ἀπὸ πάσης ἀνάγκης, μὴ παραβλέψῃς δέησιν οἰκτράν, τῶν προσφυγόντων, τῇ σκέπῃ σου, Ἅγιε.

 

Δόξα.

Ὅμοιον.

Τὸν περιλάλητον πιστοὶ Μυροβλύτην, καὶ πανυπέρτιμον Χριστοῦ μαργαρίτην, καὶ μοναζόντων ἔρεισμα καὶ θεῖον ἀσκητήν, πάντες εὐφημήσωμεν, πρὸς αὐτὸν ἐκβοῶντες· Σίμων μάκαρ, φύλαττε ἐξ ἐχθρῶν ἐπηρείας, ἣν ἐδομήσω νέαν Βηθλεέμ, ὁδηγηθεὶς δι᾿ ἀστέρος, τρισόλβιε.

 

Καὶ νῦν.

Θεοτοκίον. Ὅμοιον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σώζεις ἀεί ἐκ παντοίων δεινῶν.

 

Ὁ Ψαλμὸς Ν´(50)

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

 

Ὁ Κανών.

 

Ἦχος πλ. δ΄.  ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.

Σίμων Μυροβλῦτα πατὴρ ἡμῶν, δέησιν προσάγων, μὴ ἐλλείπης ὑπὲρ ἡμῶν, κινδύνων παντοίων διασῶσαι, τοὺς ἀδιστάκτῳ τῆ πίστει τιμῶντάς σε.

 

Νοσοῦσάν μου ἴασαι τὴν ψυχήν, ὡς τοῦ Ἰωάννου, Βασιλέως κόρην ποτέ, καὶ βαίνειν τὰς τρίβους τοῦ Κυρίου, σῇ μεσιτείᾳ, ὦ Σίμων, ἐνίσχυσον.

 

Πολλοῖς συνεχόμενοι πειρασμοῖς, προσφεύγομεν πίστει, πρὸς σὲ Σίμων ἱκετικῶς, δεόμενοι τῇ σῇ μεσιτείᾳ, τῶν δυσχερῶν καὶ δεινῶν ἡμᾶς λύτρωσαι.

 

Θεοτοκίον.

Δυσώπει Παρθένε τὸν σὸν Υἱόν, σὺν τῷ Μυροβλύτῃ, νεκρωθεῖσάν μου τὴν ψυχήν, ζωῶσαι ὡς πάλαι τὸν τῆς χήρας, υἱὸν ἐζώωσε θείῳ προστάγματι.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ἔχοντές σε μεσίτην, πρὸς τὸν Θεὸν Ὅσιε, οἱ ἐν τῇ Μονῇ σου τιμῶμεν, καὶ ἱκετεύομεν, Σίμων τρισόλβιε, τοὺς σὲ πιστῶς εὐφημοῦντας, πειρασμῶν ἀπάλλαξον τῇ μεσιτείᾳ σου.

 

Ἱκετεύομεν, Πάτερ, τὰ τῆς ψυχῆς  πάθη ἴασαι, καὶ τὰ τραύματα ταύτης, τάχος θεράπευσον, τῶν εὐφημούντων σε, καὶ γεραιρόντων ἐκ πόθου, μοναζόντων καύχημα, Σίμων μακάριε.

 

Εὐμενῆ σε προστάτην, πρὸς τὸν Θεὸν, Ὅσιε, πάντες προβαλλόμεθα, Σίμων, θεομακάριστε, καθικετεύοντες, πειρατηρίων παντοίων, λυτρωθῆναι ἅπαντας τῇ μεσιτείᾳ σου.

 

Θεοτοκίον.

Παναγία Παρθένε, τὸν Λυτρωτὴν τέξασα, λύτρωσαι κινδύνων παντοίων, τοὺς σοὶ προστρέχοντας, καὶ ἀνυμνοῦντάς σε, Θεοκυῆτορ Μαρία, τῶν πιστῶν βοήθεια, μόνη Πανύμνητε.

 

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου ὅσιε Σίμων, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς σὲ καταφεύγοντας, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.

 

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Αἴτησις καὶ τὸ Κάθισμα.

Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτης θερμὸς ὑπάρχεις καὶ ἀντίληψις, τοῖς πόθῳ ἀεὶ τῇ σκέπῃ σου προστρέχουσι, καὶ πιστῶς γεραίρουσι καὶ βοῶσί σοι· πανσεβάσμιε, ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὅσιε Σίμων, πατὴρ ἡμῶν Ἅγιε.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἡ σὴ Ποίμνη κραυγάζει σοι, μίαν μοι ῥανίδα τοῦ θείου μύρου σου, Σίμων πάτερ ἐναπόσταξον, καὶ παθῶν με ζάλης ἐλευθέρωσον.

 

Ἱκετεύω σε, Ὅσιε, τὴν νενεκρωμένην ψυχήν μου ζώωσον, καὶ ἀνάστησον πρεσβείαις σου, ἐκ βυθοῦ θανοῦσαν ἀπογνώσεως.

 

Ἣν ἐπόθησας, Ὅσιε, σάρκα δι’ ὃν ἔτηξας καθικέτευε, τοῖς ὑμνοῦσί σε δωρήσασθαι, τῶν πλημμελημάτων τὴν συγχώρησιν.

 

Θεοτοκίον.

Τῆς Μητρός σου δεήσεσι, καὶ τοῦ σοῦ Ὁσίου δώρησαι Κύριε, τοῖς ἱκέταις σου τὴν ἄφεσιν, τῶν πλημμελημάτων, ὡς Φιλάνθρωπος.

 

ᾨδὴ ε΄. Ἵνα τι με ἀπώσω.

Παρεστὼς τῇ Τριάδι, Πάτερ θεοδόξαστε, Σίμων τρισόλβιε, ὑπὲρ τῶν σῶν δούλων, καθικέτευε Ταύτην, μακάριε, τοῦ ῥυσθῆναι πάντας βιωτικῶν πειρατηρίων, τοὺς προστρέχοντας πίστει τῇ σκέπῃ σου.

 

Σίμωνος τοῦ Ὁσίου, ταῖς πανευπροσδέκτοις ὁ Θεὸς δεήσεσι, σκότους ἐξωτέρου, καὶ γεένης τοὺς δούλους σου λύτρωσαι, καὶ τῆς Βασιλείας τῶν οὐρανῶν, ἀξιωθῆναι καταξίωσον, μόνε Φιλάνθρωπε.

 

Μὴ παρίδῃς με, Πάτερ, πίστει σοι προστρέχουσα, μηδὲ ἀπώσῃ με· γλώσσῃ γὰρ δολίᾳ, κατ᾿ ἐμοῦ οἱ μισοῦντές με φθέγγονται, μάτην πολεμοῦντες, τοῦ ἀπωλέσαι σὴν ποίμνην, ἀλλὰ πρόφθασον σῶσόν με, Ἅγιε.

 

Θεοτοκίον.

Θεοτόκε Παρθένε, καύχημα καὶ στήριγμα πιστῶν, Πανάμωμε, ἡ Θεογεννήτωρ καὶ τῆς κτίσεως πάσης Βασίλισσα, τοὺς ὁμολογοῦντας τὸν σὸν Υἱὸν, λύτρωσαι πάσης ἐπηρείας δεινοῦ πολεμήτορος.

 

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.

Νοός μου, τὰς ἐκτροπὰς θεράπευσον, καὶ καρδίας μου τὰ πάθη, θεόφρον, σωματικῶν ἀλγηδόνων δὲ ῥῦσαι, καὶ ἐπηρείας ἁπάσης ἐκλύτρωσαι, καὶ δεῖξόν με ταῖς σαῖς λιταῖς, τῶν παγίδων δολίου ὑπέρτερον.

 

Συνεῖναί σοι τὸν πολλὰ σὲ ποθοῦντα, πολυπόθητε, εὐδόκησον Πάτερ, σὲ δυσωπῶ τὸν καλόν μου προστάτην, καὶ πίστει κράζω σοι· Σίμων μακάριε, γενήθητί μοι βοηθός, καὶ παντοίας ἀνάγκης με λύτρωσαι.

 

Ἡγίασέ σε ἀσκήσαντα, Πάτερ, ὁ Πανάγαθος Θεὸς ὃν δυσώπει, ἁγιασμὸν τοῖς σοῖς δούλοις ἐκπέμψαι, καὶ φωτισμὸν καὶ πταισμάτων τὴν λύτρωσιν· προστάτης γὰρ παρὰ Θεοῦ, ἐχαρίσθης ἡμῖν ἀνεπαίσχυντος.

 

Θεοτοκίον.

Ῥανίσι,τῆς πρὸς Θεὸν πρεσβείας σου, κατασβέσασα παθῶν μου τὴν φλόγα, καὶ τοῦ νοὸς ἐκτροπὰς Σαῖς πρεσβείαις, ὑπεραγία Παρθένε, θεράπευσον, καὶ κόπασον τὸ χαλεπόν, τῶν παθῶν μου κλυδώνιον, Δέσποινα.

 

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου ὅσιε Σίμων, τοὺς ἐν πίστει εἰλικρινεῖ πρὸς σὲ καταφεύγοντας, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.

 

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Αἴτησις καὶ τὸ Κοντάκιον.

Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.

Ὡς ταχὺν ἐν δεινοῖς ἡμῶν ἀντιλήπτορα, καὶ θερμὸν βοηθὸν ἐν ταῖς θλίψεσιν ἄριστον, σὲ ἱκετεύομεν πιστῶς, ὦ Σίμων ἀσκητά, συμπαθείᾳ σου τῇ πρὶν καὶ νῦν χρησάμενος, σοφέ, τῇ ἐνθέρμῳ πρεσβείᾳ σου, πράυνον τρικυμίας, στῆσον τὰς καταιγίδας τῶν ἐπερχομένων δεινῶν, Ἅγιε, κατὰ τῶν δούλων σου.

 

Προκείμενον.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στίχος. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;

 

Εὐαγγέλιον.

Ἐκ τοῦ κατὰ Ματθαῖον.

(Κεφ. ια΄ 27-30).

 

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

 

Δόξα.

Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

 

Καί νῦν.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅλην ἀνατέθηκας, τὴν σὴν ζωὴν τῷ Κυρίῳ, καὶ θερμῶς ἐχώρησας, πρὸς τὸν τῆς ἀσκήσεως δρόμον, Ὅσιε· προσευχὴν ἀθόλωτον, ἀγρυπνίαν πάννυχον, ὑμνῳδίαν ἀκατάπαυστον, καὶ βίον ἄμεμπτον, καὶ ἀγγελικὸν ἐνδεικνύμενος· ἐντεῦθεν τὴν ἐνέργειαν, τὴν τῶν θαυμασίων ἐπλούτησας, Σίμων Μυροβλῦτα, τοῦ Ἄθω σεμνολόγημα τερπνὸν καὶ τῆς Μονῆς σου διάσωσμα, τῆς ἀεὶ τιμώσης σε.

 

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τοῦ Κριτοῦ τὴν δευτέραν, ἐννοῶν παρουσίαν, ἀπὸ βλεφάρων ψυχῆς, τὸν ὕπνον ἀπεβάλου, σοφὲ, τῆς ἀμελείας, καὶ ἀγρύπνως ἐκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Ἁπαλῶν ἐξ ὀνύχων, ἀγαθὴν ἐξελέξω, μερίδα, πάνσοφε, δουλεύειν τῷ Κυρίῳ, ἐν φόβῳ τε τὰ Τούτου, ἐκτελεῖν δικαιώματα, τοῦ τῶν Πατέρων ἡμῶν, Θεοῦ εὐλογημένου.

 

Ἀμυθήτους ἀγῶνας, ἐπὶ γῆς ἠγωνίσω, Σίμων μακάριε, καὶ νῦν ταῖς οὐρανίαις, συνὼν χοροστασίαις, περιφρούρει τοὺς μέλποντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Θεοτοκίον.

Λυτρωθείημεν πάντες, ἐκ παθῶν καὶ κινδύνων καὶ περιστάσεων, καὶ νόσων πολυτρόπων, πρεσβείαις σου πανάγνοις, Θεομῆτορ, κραυγάζοντες· εὐλογητὸς ὁ Υἱός, τῆς Θεοτόκου Ἁγνῆς.

 

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.

Τοῖς τῶν δακρύων ῥεύμασι, τῶν παθῶν τὰ σκιρτήματα καὶ τοὺς ἀκαθέκτους, λογισμοὺς κατέκλυσας καὶ πέλαγος γέγονας μακροθυμίας, Ὅσιε, πρὸς γαλήνην ἄγων ἱλαρὰν τοὺς βοῶντας· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

 

Ὡς καρτερὸν ἀδάμαντα, τῆς ἀσκήσεως ἔχοντες τὰς σὰς παραινέσεις, Σίμων πάτερ Ὅσιε, καρδίαν στομούμεθα καὶ τῶν παθῶν τὰς φάλαγγας, τρέπομεν ὡς ἔθνη καὶ πιστῶς ἐκβοῶμεν· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας,

 

Τῶν ἡδονῶν τοῦ σώματος τὴν ψυχόλεθρον κάκωσιν καὶ κολαστικὴν τῆς γεένης ἔκκαυσιν, εὐτόνως κατέσβεσας τοῖς τῶν δακρύων ῥεύμασιν· ἀλλὰ καὶ ἡμᾶς ἐξ ἀμφοτέρων ῥυσθῆναι δυσώπει, Μυροβλῦτα, τὸν Σωτῆρα τοῦ κόσμου, Σίμων, ὃν εὐλογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

 

Θεοτοκίον.

Ἱκετικῶς βοῶμέν σοι, Θεοτόκε Πανύμνητε, μετὰ τῶν ἀπείρων νοερῶν Δυνάμεων, Μαρτύρων, Ὁσίων τε καὶ Ἀποστόλων καὶ Προφητῶν, ποίησον πρεσβείαν ὑπὲρ πάντων τῶν πίστει ἐνθέως μελῳδούντων· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Ὡς ῥύστης τῶν ἐν θλίψει, σὲ λιτανευόντων, ῥῦσαι τὴν ποίμνην σου, Πάτερ, κακώσεως, τῶν ὁρωμένων, ὦ Σίμων, καὶ ἀοράτων ἐχθρῶν.

 

Συνὼν ταῖς οὐρανίοις νῦν χοροστασίαις, παναγιώτατε πάτερ Σίμων σοφέ, τὸν Ἀγαθὸν ἐκδυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Φωτὸς ἀδιαδόχου, Πάτερ, ἀπολαύων καὶ τῷ Χριστῷ παρεστώς, Σίμων ὅσιε, τῶν μεμνημένων σου πόθῳ ἀεὶ μνημόνευε.

 

Θεοτοκίον.

Φωτὸς οὖσα δοχεῖον, φώτισον τὸν νοῦν μου, ἐσκοτισμένον, Παρθένε, τοῖς πάθεσι καὶ σὺν τῷ Σίμωνι πρέσβευε, τοῦ σωθῆναί με.

 

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

 

Καὶ τὰ παρόντα Μεγαλυνάρια,

Σίμωνα τὸν μέγαν ἐν ἀσκηταῖς, καὶ τὸν ἐν τῷ Ἄθῳ, μοναζόντων ὑπογραμμόν, τὸν τὰς πανουργίας ἐχθροῦ καταβαλόντα, τὸν θεῖον Μυροβλύτην, πάντες ὑμνήσωμεν.

 

Περιβεβλημένος, Σίμων σοφέ, ποικίλων χαρίτων, ἀμπεχόνην τὴν ἐκ Θεοῦ, τῶν παθῶν τῆς ζάλης ἀπάλαττε, παμμάκαρ, τοὺς πίστει Ὀρθοδόξῳ, ἀνευφημοῦντάς σε.

 

Ἔχεις παῤῥησίαν πρὸς τὸν Θεόν, Σίμων Μυροβλῦτα, ἐπιφάνηθι οὖν, σοφέ, καὶ ἔκτεινον χεῖρα, ἡμῖν τοῖς ἐν ἀνάγκαις, καὶ λύτρωσαι κινδύνων, καὶ περιστάσεων.

 

Σὲ τὸν Μυροβλύτην, Πάτερ, ὑμνῶ, Σίμων θεοφόρε, τῶν Ὁσίων ὑπογραμμόν, τοῦ φωτὸς τὸν στύλον, τὸν ἀστέρα τοῦ Ἄθω, τὴν Δέσποιναν τοῦ κόσμου, ἔργοις δοξάσαντα.

 

Ὕψωσον τὰς χεῖράς σου πρὸς Θεόν, ὑπὲρ τῆς σῆς ποίμνης, θεοφόρε Σίμων σοφέ, καὶ Τοῦτον δυσώπει, πολλῶν ἀμπλακημάτων, ῥυσθῆναι καὶ μελλούσης, ὀργῆς τοὺς δούλους σου.

 

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

 

Τὸ Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,

καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

 

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,

καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

 

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ

τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

 

Δόξα.

Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

 

Καὶ νῦν.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἐξῆς·

 

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ὦ πῶς ἐπὶ πέτραν ἑστηκώς, τοὺς ὑπὲρ τὴν φύσιν ἀγῶνας, ἐτέλεις, Ὅσιε, ἔνθεν σε ὡς ἴδιον ἀπεξεδέχετο, ἡ τρυφὴ ἡ ἀδάπανος, Ἀγγέλων ἡ δόξα, καὶ ἡ ἀνεκλάλητος τῶν μακαρίων χαρά, ἧς περ γεγονὼς κληρονόμος, μέμνησο ἡμῶν τῶν τιμώντων, Σίμων ἀξιάγαστε, τὴν μνήμην σου.

 

Ὦ πῶς ἀπεκάθηρας σοφῶς, φωλεὰν δαιμόνων τὴν οὖσαν, τὸ πρίν, ἀοίδιμε, πέτραν καὶ ἀνήγειρας ναὸν σεπτὸν τοῦ Χριστοῦ, μοναστῶν τε συνήθροισας, χορείαν ἐν ταύτῃ, αἴνεσιν προσάγοντας, Χριστῷ τῷ πάντων Θεῷ, οὓς χειραγωγῶν μὴ ἐλλείπης καὶ πρὸς Βασιλείαν εἰσάγων, Σίμων οὐρανῶν ἀειμακάριστε.

 

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ἀμήν.

Δεν υπάρχουν σχόλια: