Αναζήτηση αυτού του ιστολογίου

Τρίτη 31 Δεκεμβρίου 2024

ΦΟΒΙΕΣ...κλειστοφοβία, ἀγοραφοβία,νοσοφοβία...και ἄλλες φοβίες. Γιὰ νὰ ἠρεμεῖ καὶ θεραπεύει ὁ Θεός.

 


ΦΟΒΙΕΣ...κλειστοφοβία, ἀγοραφοβία,νοσοφοβία...και ἄλλες φοβίες. Γιὰ νὰ ἠρεμεῖ καὶ θεραπεύει ὁ Θεός.

 

 

 

Εἰς τὸ ὄνομα Τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ Καὶ τοῦ Ἁγίου Πνεύματος.Αμήν.

 

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ').

 

Δόξα. Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

 

Καὶ νὺν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων .Ἀμήν.

 

 

 

Παναγία Τριάς, ἐλέησον ἡμᾶς.Κύριε, ἰλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.

 

Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

 

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

 

 

 

Δόξα. Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

 

Καὶ νὺν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων .Ἀμήν.

 

 

 

Πάτερ ἡμῶν ὁ ἐν τοὶς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὤς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὤς καὶ ἡμεῖς ἀφίεμεν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρύσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

 

Δι’ευχών τῶν ἁγίων Πατέρων ἡμῶν κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς .Ἄμην.

 

 

 

Θεοτόκε Παρθένε, χαῖρε, κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ. εὐλογημένη, σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

 

 

 

Βαπτιστὰ τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι, ἵνα ρυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν, σοὶ γὰρ ἐδόθη χάρις, πρεσβεύειν ὑπὲρ ἡμῶν.

 

 

 

Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιον τοῦ Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καὶ τῶν θαυμάτων τὴν χάριν δεξάμενος, πᾶσι παρέχεις ταχεῖαν βοήθειαν, Πάτερ Ὅσιε Χριστὸν τὸν Θεὸν ἰκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 

 

 

      Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

 

      Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ, τῷ βασιλεῖ ἡμῶν Θεῷ.

 

      Δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ, τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

 

 

 

ΨΑΛΜΟΣ 26

 

ΚΥΡΙΟΣ φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω; Ἐν τῷ ἐγγίζειν ἐπ’εμέ κακούντας, τοῦ φαγεῖν τὰς σάρκας μου. Οἱ θλίβοντες μὲ καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσον. Ἐὰν παρατάξηται ἐπ’εμέ παρεμβολῇ, οὗ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ’εμέ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω. Μίαν ἠτησάμην παρὰ Κυρίου, ταύτην ζητήσω· τοῦ κατοικεῖν μὲ ἐν οἴκῳ Κυρίου, πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν μὲ τὴν τερπνότητα Κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ. ’Ὅτι ἔκρυψε μὲ ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου, ἐσκέπασε μὲ ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὐτοῦ, ἐν πέτρᾳ ὕψωσε με. Καὶ νῦν ἰδοὺ ὕψωσε τὴν κεφαλὴν μοῦ ἐπ’εχθρούς μου. Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν αἰνέσεως καὶ ἀλαλαγμοῦ· ἄσω καὶ ψαλῶ τῷ Κυρίω. Εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου, ᾖς ἐκέκραξα· ἐλέησον μὲ καὶ εἰσάκουσον μου. Σοὶ εἶπεν ἡ καρδία μου· Κύριον ζητήσω. Ἐξεζήτησε σὲ τὸ πρόσωπον μου· τὸ πρόσωπον σου, Κύριε, ζητήσω. Μὴ ἀποστρέψης τὸ πρόσωπον σου ἀπ’εμού καὶ μὴ ἐκκλίνης ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου. Βοηθὸς μοῦ γενοῦ, μὴ ἀποσκορακίσης μὲ καὶ μὴ ἐγκαταλίπης με, ὁ Θεός, ὁ σωτήρ μου. ’Ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπον με, ὁ δὲ Κύριος προσελάβετο με. Νομοθέτησον με, Κύριε, ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησον μὲ ἐν τρίβῳ εὐθεῖα, ἕνεκα τῶν ἐχθρῶν μου. Μὴ παραδῷς μὲ εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπανέστησαν μοὶ μάρτυρες ἄδικοι καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτή. Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῆ ζώντων. Ὑπόμεινον τὸν Κύριον· ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.

 

 

 

 

 

ΕΥΑΓΓΕΛΙΟΝ(Ματθ.κη΄1-10)

 

ΟΨΕ δὲ σάββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σάββάτων, ἦλθε Μὰρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μὰρία θεωρῆσαι τὸν τάφον. καὶ ἰδοὺ σεὶσμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας καὶ ἐκάθητο ἐπάνω αὐτοῦ. ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λεὺκὸν ὡσεὶ χίών. ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγένοντο ὡσεὶ νεκροί. ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπε ταῖς γυναιξί· Μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδὲ· ἠγέρθη γὰρ καθὼς εἶπε. δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος. καὶ τὰχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ πρὸάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν. καὶ ἐξελθοῦσαι τὰχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μὲγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ. ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ, καὶ ἰδοὺ Ἰησοῦς ἀπήντησεν αὐταῖς λέγων· Χάίρετε. αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τὸὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ μὲ ὄψονται.

 

 

 

Κομβοσχοίνι Χ 100 φορὲς τὸ «Ἅγιε Ἀρσένιε πρέσβευε ὑπὲρ ἡμῶν.» καὶ ὅσες μετάνοιες δυνάμεθα.

 

 

 

Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἐλέησον καὶ σώσον ἡμᾶς .Αμήν.

 

 

 

(Από ΠΡΟΣΕΥΧΗΤΑΡΙΟΝ ΕΙΔΙΚΩΝ ΠΕΡΙΣΤΑΣΕΩΝ εκδ.ΑΘΩΣ - π.Διονυσίου  Ταμπάκη.)

Δεν υπάρχουν σχόλια: