Αναζήτηση αυτού του ιστολογίου

Δευτέρα 8 Σεπτεμβρίου 2025

Παρακλητικός Κανών εις τον Νεομάρτυρα Κοσμά τον Τρικκαίον τόν εν Προύσσῃ μαρτυρίσαντα.

 





Νεομάρτυς Κοσμᾶς ὁ Τρικκαῖος

ὁ ἐν Προῦσσῃ μαρτυρήσας

τὸ 1490


(̉ Εορτάζει τὴν Κυριακὴν μετὰ τὴν ῞Υψωσιν


τοῦ Τιμίου Σταυροῦ)


῞Αγιος Νεομάρτυς Κοσμᾶς ὁ Τρικκαῖος


῾Ο ἅγιος Νεομάρτυς Κοσμᾶς γεννήθηκε στὰ Τρίκαλα στὶς ἀρχὲς τοῦ 15ου αἰ. γιὰ λόγους ποὺ δὲν γνωρίζουμε ἔφθασε στὴν Προῦσα τῆς Βιθυνίας.

Σὲ χειρόγραφο τῆς ῾Ι. Μ. τῶνΙβήρων τοῦ ῾Αγίου ῎Ορους, ὅπου βρέθηκε ὁ βίος

του διαβάζουμε, ὅτι ἦταν σεμνός, εὐλαβής, ἔγγαμος καὶ ὅτι συκοφαντήθηκε ἀπὸ μία

ἁμαρτωλὴ μουσουλμάνα. ῾Οδηγήθηκε στὸν ἡγεμόνα τῆς Προύσης στὸν ὁποῖο

ὁμολόγησε τὴν πίστη του στὸ Χριστό. Κατάδικάστηκε νὰ καεῖ ζωντανός.Ενῶ ἔτρεχε

πρὸς τὸν τόπο τοῦ μαρτυρίου του χαρούμενος ἕνας τούρκος τὸν μαχαίρωσε στὸ στῆθος

κι ὅπως ἦταν αἱμόφυρτος τὸν ἔρριξαν στὴ φωτιά καὶ ἔλαβε ἐπάξια τὸ στεφάνι τοῦ

μαρτυρίου.


Παρακλητικὸς Κανὼν

εἰς τὸν Νεομάρτυρα Κοσμᾶ


τὸν Τρικκαῖον τὸν ἐν Προῦσσῃ μαρτυρίσαντα


Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις)

καὶ τὰ ἑξῆς:


῏Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ…


Τὸν Νεομάρτυρα, Κοσμᾶ τὸν ἐκ Τρίκκης* εὐσεβοφρόνως οἱ πιστοὶ δεῦτε πάντες,* ἐν κατανύξει ἄσωμεν αὐτῷ ταπεινῶς,* ῥῦσαι τοὺς προστρέχοντας,* λοιμικῆς

ἀσθενείας,* πάσης περιστάσεως καὶ ποικίλων κινδύνων,* ταῖς πρὸς Χριστὸν λιταῖς

σου θαυμαστέ,* σὲ γὰρ προστάτην ἀκοίμητον ἔχομεν.


Δόξα Πατρὶ... Απολυτίκιον ῏Ηχος α’. Τῆς ἐρήμου…


Τῶν Τρικκαίων τὸ κλέος καὶ τῆς Προύσσης τὸ καύχημα,* τῶν Νεομαρτύρων τὴν δόξαν* καὶ πιστῶν καταφύγιον,* Κοσμᾶν τιμήσωμεν πιστοὶ* τὸν νέον τοῦ Σωτῆρος

ἀθλητήν,* τὸν παρέχοντα ἰάσεις παντοδαπὰς* τοῖς εὐλαβῶς κραυγάζουσι˙* δόξα τῷ

σὲ δοξάσαντι Χριστῷ˙* δόξα τῷ σὲ ἐνισχύσαντι˙* δόξα τῷ χορηγοῦντι διὰ σοῦ, ἡμῖν παθῶν

ἐκλύτρωσιν.


Καὶ νῦν καὶ ἀεὶ... Θεοτοκίον.


Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙* εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο* ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ

διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ

δούλους σῴζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.


Εἶτα ὁ Νʹ Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος 2 .

ᾨδὴ αʹ. Ἦχος πλ. δ'.  Ὑγρὰν διοδεύσας…


Θερμῶς ἱκετεύω σε, ἀθλητά,* λιταῖς σου πρὸς Πλάστην καὶ τῶν πάντων Δημιουργόν* χάρισόν μοι, Κοσμᾶ νεομάρτυς,* ὑπομονὴν καὶ ἀγάπην, μακάριε.

Προσπίπτω ὁ τάλας γονυκλινῶς* καὶ χείρας μου αἴρω, Νεομάρτυς θαυματουργέ,* ἀπάλλαξον, Κοσμᾶ, σὸν ἱκέτην* ἐκ τῶν ποικίλων παθῶν, ἀξιάγαστε.

Τὴν Τρίκκην προστάτευσον, ἀθλητά,* ἐκ τοῦ σεισμοῦ τὴν μανίαν καὶ τοῦ πυρὸς ἀπειλήν,* εἰρήνην παράσχου σοῦ ἱκέτας,* Κοσμᾶ Νεομαρτύρων, τὸ σέμνωμα.


Θεοτοκίον.


Προσπίπτω ἱκέτης σοι, Μαριάμ,* καὶ τὴν σὴν ἐξαιτοῦμαι βοήθειαν,Αγαθή,* ἣν τάχος παράσχου τῷ ἀχρείῳ,* ἵνα ῥυσθῶ τοῦ πυρὸς τῆς κολάσεως.


ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…


Ι῾κετεύω σε, μάρτυς,* τὸν ψυχικὸν τάραχον* καὶ τῆς ἀθυμίας τὴν ζάλην* ταχὺ ἐκδίωξόν* συ, Κοσμᾶ θαυμαστέ,* τὸν Λυτρωτὴν καὶ Σωτήρα,* ἐκ παιδὸς

ἠγάπησας* Τρίκκης τὸ καύχημα.

Ο̉ φθαλμοὺς ἀλλοδόξων,* λιταῖς σου Κοσμᾶ, ἄνοιξον* καὶ ἐν τῇ ὀρθῇ ἡμῶν πίστει* τούτους ὁδήγησον* καὶ Χριστῷ λυτρωτῇ* σὺν ἡμῖν, πάτερ, ὑμνεῖσαι* καὶ λατρεύσαι

δέομαί* συ καταξίωσον.

Τῆς ὀσφίος τὰ ἄλγη,* ὁ Πλαστουργὸς Κύριος,* καὶ ποικίλους ὄγκους ἰάται, λιταῖς σου, ἔνδοξε,* διὸ πρὸς σε οἱ πιστοί* μετὰ δακρύων βοῶσιν* καὶ αἰτοῦσιν, ῞Αγιε,* τὴν

μεσιτείαν σου.


Θεοτοκίον.


Ε

2 . Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν,

εἰς δὲ τὰ δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…


̉κ τροχαίου, Παρθένε,* σὺ διαφύλαξον* πάντας τοὺς προστρέχοντας πόθῳ* πρὸ τῆς

εἰκόνος Σου* καὶ ἐξαιτοῦντας, ῾Αγνή* τὴν σὴν βοήθειαν πίστει* καὶ Χριστὸν δοξάζοντας,*

Θεομακάριστε.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, Νεομάρτυς* ὅτι πάντες ἱκετικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησίαν.

Ε̉πίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τήν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία...


Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐδείχθης, σεμνέ,* καὶ κόσμου καταφύγιον* ἐκτενῶς βοῶμεν σοί,* Κοσμᾶ ἀξιάγαστε, πρόφθασον* καὶ ἐκ κινδύνων

λύτρωσαι ἡμᾶς,* τοὺς σοι πόθῳ καὶ πίστει προσφεύγοντας.

ᾨδὴ δʹ. Εἰσακήκοα, Κύριε…


Σὲ προστάτην καὶ πρόμαχον* τῶν ἐν κινδύνοις καὶ θλίψεσι ὄντων* ὀνομάζομεν ἱκέταις σου·* διὸ εἰς σέ, Κοσμᾶ, καταφεύγομεν.

Τέκνα τάχος συ δώρησον* τοῖς ποθοῦσι, Κοσμᾶ θεοειδέστατε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.

Τοὺς νοσοῦντας θεράπευσον,* ἰατρὲ ἀνάργυρε, σοῦ δεόμεθα* καὶ θεραπευτὰς βοήθησον* ποιεῖν καλὰς διαγνώσεις πάντοτε.


Θεοτοκίον.


Ο῾λοψύχως σοῦ δέομαι* τὰ τέλη ἀνώδυνα πᾶσι δώρησε* καὶ κατεύνασον τὸν τάραχον* τοῦ νοὸς μου, Κόρη Θεονύμφευτε.


ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…


Ι῎ασαι, Κοσμᾶ,* τῶν παθῶν μου τὴν ἀσθένει-αν* καὶ ταῖς πρεσβείαις σου παράσχου καμοὶ* ὑγιείαν ὡς καὶ μετάνοιαν, Θεοδόξαστε.

Δέομαι θερμῶς* ὁ ἀνάξιος ἱκέτης σου* τὴν νεότητα προστάτευσον, Κοσμᾶ,* ἐκ τῶν χειρῶν τοῦ ἀλάστορος, πανευφρόσυνε.

Φύλαττε ἀεὶ* τοὺς προστρέχοντας τῇ σκέπῃ σου* ἐκ τῶν ποικίλων λοιμώξεων, ἔνδοξε,* καὶ ἐκ τῶν ὄγκων, Κοσμᾶ,* πιστῶν καταφύγιον.


Θεοτοκίον.


Α῎χραντε θερμῶς,* ἱκετεύω Σε ὁ ἄθλιος,* ἐκ τῶν παγίδων ἀρχεκάκου ἐχθροῦ,* τὸν Σὸν ἱκέτην,* ἀπαύστως Μαριάμ, προστάτευσον.


ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…


Τὰ τέκνα τῶνΟρθοδόξων φύλαττε* ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας, Θεόφρον,* καὶ ταῖς λιταῖς σου, Κοσμᾶ Νεομάρτυς,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγησον˙* δεόμεθά σου

ταπεινῶς,* τὴν πατρίδα ἡμῶν διαφύλαττε.

Ω῾ς τεῖχος, καταφυγῆς καλοῦμέν σε,*Ορθοδόξων οἱ χοροὶ, Νεομάρτυς,* καὶ ἰατρὸν ἐν τοῖς νόσοις παμμάκαρ,* σὲ ὀνομάζομεν, Κοσμᾶ θεοδόξαστε,* δεόμεθά σου

ἀγαθέ,* ἐκ παθῶν καὶ κινδύνων διάσωσον.

Τὰ τέκνα τῶνΟρθοδόξων φύλαττε* ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας, Θεόφρων,* καὶ ταῖς λιταῖς σου, Τρικκαίων τὸ κλέος,* εἰς τὰς νομὰς τοῦ Κυρίου ὁδήγησον˙* δεόμεθά σου

ταπεινῶς,* τῶν πιστῶν σὺ γενοῦ καταφύγιον.

Θεοτοκίον.


Ο̉ρθόδοξοί σε προστάτην ἔχομεν* καὶ φρουρὸν ἀκοίμητον, Θεοτόκε,* σὺ τῶν δαιμόνων τὰ βέλη διώκεις,* σὺ καὶ τὰς νόσους ἰᾷ, Θεοδόξαστε,* διὸ μοναζόντων

χοροὶ* ἀνυμνοῦσιν ἁπαύστως σέ, Δέσποινα.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, Νεομάρτυς* ὅτι πάντες δεητικῶς* εἰς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησίαν.

Α῎χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος βʹ. Προστασία.


Σὲ προστάτην τῶν Χριστιανῶν ὀνομάζομεν* καὶ ἀκοίμητον φρουρὸν ἁπάντων καλοῦμέν σε˙* μὴ παρίδῃς* ἁμαρτωλῶν ἱκέτιδας φωνάς,* ἀλλὰ πρόφθασον,

θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν θερμῶς δεομένων σου.* ῾Ρῦσαι ἡμᾶς ἐκ

νόσων* καὶ σῶσον ἐκ τῶν κινδύνων* τοὺς καταφεύγοντας πρὸς σε,* Κοσμᾶ θεοδόξαστε.


Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.


Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται. (δίς)

Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

 Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου…

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: Εκ τοῦ κατὰ Ματθαῖον ἁγίου…

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων˙ γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.

Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων˙ παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν

ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς

ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν

ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε˙ δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί

λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡμῶν, τὸ λαλοῦν

ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον˙ καὶ

ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ

πάντων διὰ τὸ ὄνομά μου˙ ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.


Δόξα Πατρὶ καὶ Υἱῷ…


Ταῖς τοῦΑθλοφόρου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.


Καὶ νῦν καὶ ἀεὶ…


Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …


Προσόμοιον. Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι…


Μὴ ἐγκαταλείπῃς με τῶνΟρθοδόξων τὸ κλέος* τὸν πρὸς σε προστρέχοντα, καὶ καθικετεύοντα, ὁ ἀνάξιος˙* θλῖψις γὰρ ἔχοιμε, φέρειν οὐ δύναμαι, ἀρχεκάκου τὰ

τοξεύματα,* σκέπην οὐ κέκτημαι,* οὐδὲ καταφύγιον, Πάντιμε,* πάντοθέν εἰμι

δέσμιος,* ἐκ ποικίλων παθῶν ὁ πανάθλιος,* Κοσμᾶ ἀθλοφόρε,* θησαύρισμα τῆς Τρίκκης

καὶ Προύσσης χαρμονή,* μὴ παραβλέπῃς τὴν δέησιν,* ἐμοῦ τοῦ τρισάθλιου.

῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …


῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός: Αμήν.


Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ κανόνος .


ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς Ιουδαίας…


Τοῦ σεισμοῦ τὴν μανίαν* ταῖς λιταῖς σου, Κοσμᾶ καταπαύει ὁ Κύριος,* διὸ σου ἱκεσίας* αἰτούμεθα ἀπαύστως* καὶ μετὰ πόθου ᾄδωμεν˙* τὸν Πλαστουργὸν τοῦ

παντός* εὐμένησον, Θεόφρων.

Οὐρανῶν Κυβερνήτην,* Κοσμᾶ ἀξιάγαστε, σφοδρῶς ἠγάπησας˙* διὸ καὶ τὴν ζωήν σου,* ὡς ἄκακον ἀρνίον,* Αὐτῷ προσενήνοχας,˙* ὦ Νεομάρτυς Χριστοῦ,*

προστάτευσον ἱκέτας.

Λυτρωτὴν καὶ Σωτήρα* καθικέτευε πάντες, Κοσμᾶ, δεόμεθα* παράσχει τοῖς ποθοῦσι* χαρὰν τε καὶ εἰρήνην,* ἵνα πόθῳ σοι ᾄδωμεν˙* χαῖρε, τῆς Τρίκκης βλαστέ* καὶ δόξα

Ορθοδόξων.


Θεοτοκίον.


Θεοτόκε Παρθένε* σοι προσπίπτομεν πάντες θερμῶς δεόμενοι* παράσχου σου ἱκέταις* θάῤῥος ὁμολογίας* ὡς καὶ πίστιν ἀκλόνητον˙* ἵνα δοξάζωμεν Σέ,* τὸ

εὔχος τῶν Αγγέλων.


ᾨδὴ ηʹ. Τὸν Βασιλέα…


Τὸν Βασιλέα* καὶ τῶν ἁπάντων Δεσπότην,* Νέομάρτυς Κοσμᾶ, ἐξαιτοῦμεν* ἀπαύστως δυσώπει,* ἵνα μὴ κολασθῶμεν.

Σέ, Νεομάρτυς,* καθικετεύομεν πάντες* τὸν Δεσπότην τῶν ὅλων δυσώπει,* ὅπως τὴν πατρίδα* ἡμῶν περιφρουρήσῃ.

Τὸν Κύριόν μας* καὶ Λυτρωτὴν τῶν ψυχῶν μας* καθικέτευε, Κοσμᾶ Νεομάρτυς,* ὅπως οἱ ἀχρείοι* ῥυσθῶμεν τῆς γεένης.


Θεοτοκίον.


Ε̉κ τῶν ἀνθρώπων* τὴν ἀνασφάλειαν τάχος* ἐκδιώκεις, Παρθένε Μαρία,* καὶ εἰς τὰς ψυχὰς μας* ἐλπίδαν ἐμφυτεύεις.


ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…


Ε̉ν Προύσσῃ, ἀθλοφόρε* ἤθλησας νομίμως* καὶ τῶν μαρτύρων στεφάνους κατέκτησας˙* διὸ ἡμεῖς, θαυμαστέ,* τὴν σκέπην σου αἰτοῦμεν.

Τὴν ἀνεργίαν, μάρτυς* Πλάστης καταπαύει* καὶ τοῖς ἱκέταις παρέχει τὰ κρείττονα,* διὸ πρὸς σε οἱ πιστοὶ* προσφεύγουσι ἀπαύστως.

Κοσμᾶ, σὲ ἱκετεύω* χείραν βοηθείας* παράσχου τοῖς σοι εἰκόνι προστρέχουσι,* ὅπως τὰ τέλη τοῦ βίου εἰσὶ ἀνώδυνα.


Θεοτοκίον.


Πανάχραντε Μαρία,* σὲ καθικετεύω* τοὺς ὀφθαλμοὺς ἀλλοδόξων διάνοιξον,* καὶ ἐν τῆ πίστει ἡμῶν* ὁδήγησον ταχέως.


Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.


Α῎ξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ,* καὶ

ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως* Θεὸν Λόγον

τεκοῦσαν,* τὴν ὄντως, Θεοτόκον,* σὲ μεγαλύνομεν.


Χαίροις, ὁ ἐν Τρίκκῃ ἰδῶν τὸ φῶς* καὶ ἐν Προύσσῃ πάλαι* μαρτυρήσας διὰ Χριστόν˙* χαίροις,Ορθοδόξων* ἀγλάϊσμα καὶ κλέος* καὶ πάντων τῶν νοσοῦντων* θεράπων,

ἔνδοξε.

Τὸν Κοσμᾶν, ὑμνήσωμεν ἀδελφοὶ* τῶν πιστῶν τὸ κλέος* καὶ νοσοῦντων τὸν ἰατρόν,* τὸν τῆς Τρίκκης γόνον* καὶ Προύσσης, ἀθλοφόρον,* ἔνθα μάρτυρος τὴν χλαίναν*

οὖτος παρέλαβε.

Τῶν Νεομαρτύρων τὴν καλλονήν* καὶ τῶν ἐν ἀνάγκαις ἀντιλήπτορα ταχυνόν.* Τῆς Τρίκκης τὸν γόνον* καὶ Προύσσης τὸ κλέος* Κοσμᾶν τὸν ἀθλοφόρον,* πάντες

τιμήσωμεν.

Τὸν Χριστὸν ἠγάπησας ἐκ παιδός,* Κοσμᾶ Νεομάρτυς* τῶν Τρικκαίων ἡ χαρμονή,* διὸ καὶ ἐν τῇ Προύσσῃ* ἐνήθλισας γενναίως* καὶ ἔλαβες ἐκ Πλάστου* στεφάνους,

ἔνδοξε.

Χαίρουν καὶ ἀγάλλονται, θαυμαστέ,* Τρίκκη τε καὶ Προῦσσα* ὡς καὶ πλήθη Χριστιανῶν* ἔχοντες προστάτην,* φύλακαν καὶ ῥύστην* σέ, τῶν Νέομαρτύρων,*

Κοσμᾶ τὸ καύχημα.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,*Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.

Εἶτα ὁ Χορὸς τὸ Τρισάγιον, Δόξα Πατρί... Παναγία Τριάς... Πάτερ ἡμῶν... ὁ

Ἱερεύς: ῞Οτι Σοῦ... ὁ Χορός: Αμήν.  


Εἶτα τὸ ̉̉̉Απολυτίκιον. ῏Ηχος α’. Τῆς ἐρήμου…


Τῶν Τρικκαίων τὸ κλέος καὶ τῆς Προύσσης τὸ καύχημα,* τῶν Νεομαρτύρων τὴν δόξαν* καὶ πιστῶν καταφύγιον,* Κοσμᾶν τιμήσωμεν πιστοὶ* τὸν νέον τοῦ Σωτῆρος

ἀθλητήν,* τὸν παρέχοντα ἰάσεις παντοδαπὰς* τοῖς εὐλαβῶς κραυγάζουσι˙* δόξα τῷ

σὲ δοξάσαντι Χριστῷ˙* δόξα τῷ σὲ ἐνισχύσαντι˙* δόξα τῷ χορηγοῦντι διὰ σοῦ,* ἡμῖν παθῶν

ἐκλύτρωσιν.

Δέησις. Απόλυσις καὶ τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν τὰ ἑξῆς:


῏Ηχος β’. ῞Οτε ἐκ τοῦ ξύλου…


Πάντων συ προστάτης καὶ φρουρὸς* τῶν καταφευγόντων ἐν πίστει τῇ προστασίᾳ τῇ σῇ* ἄλλον γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεὸν* ἐν κινδύνοις καὶ θλίψεσιν* ἀεὶ σε

μεσίτην* οἱ κατακαμπτόμενοι ὑπὸ ποικίλων παθῶν.* Μάκαρ,Ορθοδόξων τὸ κλέος,*

ὅθεν σοι προσπίπτομεν ῥῦσαι* πάσης περιστάσεως ἱκέτας σου.


῏Ηχος πλ. δ’.


Δέσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.


῏Ηχος β’.


Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ὁ Ἱερεύς: Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον

ἡμᾶς. ̉Αμήν.

Δεν υπάρχουν σχόλια: