Αναζήτηση αυτού του ιστολογίου

Δευτέρα 8 Σεπτεμβρίου 2025

Παρακλητικός Κανών εἰς τόν ῞Αγιον Βησσαρίωνα Βʹ τόν Θαυματουργὸν καί Επίσκοπον Τρίκκης Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.





 ῞Αγιος Βησσαρίων Βʹ ὁ θαυματουργὸς.

Κτίτωρ τῆς ῾Ιερᾶς Μονῆς Δουσίκου

καὶ Επίσκοπος Τρίκκης


(1540)


(῾Η μνήμη του ἑορτάζεται τὴν 15ῃ Σεπτεμβρίου)

῞Αγιος Βησσαρίων Βʹ ὁ Θαυματουργὸς


Ο ῞Αγιος Βησσαρίων γεννήθηκε στὴ Μεγάλη Πύλη (Πόρτα παζάρ) Τρικάλων τὸ 1487 περίπου. Σὲ μικρὴ ἡλικία (10 ἐτῶν) ἐντάχθηκε στὶς τάξεις τοῦ ἱεροῦ κλήρου. Σὲ

ἡλικία 20 - 23 ἐτῶν χειροτονήθηκε, τὸ 1510, ἐπίσκοπος Δομενίκου καὶ

̉Ελασσῶνος στὰ Τρίκαλα ἀπὸ τὸν ἀρχιεπίσκοπο Λαρίσης Μᾶρκο.Αργότερα ἔγινε

ἐπίσκοπος Σταγῶν καὶ μετὰ τὸν θάνατο τοῦ Λαρίσης Μάρκου τοποθετήθηκε ἀπὸ τὸν

Πατριάρχη ῾Ιερεμία Αρχιεπίσκοπος Λαρίσης μὲ ἕδρα τὰ Τρίκαλα.

Στὸ διάστημα τῆς ἀρχιερατείας του στὴν ἐπισκοπὴ Σταγῶν χτίστηκε ἡ ῾Ιερὰ Μονὴ

Δούσικου, κοντὰ στὴν γενέτειρά του, συνέβαλε στὴν ἀναδιοργάνωση τοῦ μοναχικοῦ βίου

καὶ βοήθησε νὰ χτιστοῦν πολλὲς ῾Ιερὲς Μονὲς τῶν Μετεώρων.Επίσης ἔκτισε γέφυρες,

ὅπως τῆς Πόρτας Παναγιᾶς, τοῦ Κοράκου καὶ τῆς Σαρακίνας, οἱ ὁποῖες διευκόλυναν τὶς

μετακινήσεις τοῦ ποιμνίου του.

῾Ο ῞Αγιος Βησσαρίων κοιμήθηκε στὶς 14 Σεπτεμβρίου 1535 σὲ ἡλικία 50 περίπου

ἐτῶν. ῾Η ἁγία του κάρα, ἡ ὁποία φυλάσσεται ὡς πολύτιμος θησαυρὸς εἰς τὴν ῾Ιερὰ Μονὴ

Δουσίκου, ἐπιτελεῖ πολλὰ θαύματα.

῾Η μνήμη του ἑορτάζεται στὶς 15 Σεπτεμβρίου.


Παρακλητικός Κανών

εἰς τόν ῞Αγιον Βησσαρίωνα Βʹ

τόν Θαυματουργὸν καί Επίσκοπον Τρίκκης

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.


Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος (τετράκις)

καὶ τὰ ἑξῆς:


῏Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ...


ΤὸνΑρχιθύτην ἀνυμνήσωμεν πάντες* τῶνΟρθοδόξων χοροὶ καὶ προσπέσωμεν* ἐν κατανύξει κράζοντες ἐκ βάθους ψυχῆς˙* ῥῦσαι τοὺς προστρέχοντας* Βησσαρίων

παμμάκαρ,* πάσης περιστάσεως καὶ ἐκ νόσων ποικίλων* ταῖς πρὸς Χριστὸν λιταῖς

σου, θαυμαστέ,* σὲ γὰρ προστάτην* ἀκοίμητον ἔχομεν.

Δόξα Πατρὶ... τὸ Απολυτίκιον

῏Ηχος γ ’. Θείας πίστεως...


Τρίκκης πρόμαχος καὶ πολιοῦχος* καὶ ἀκοίμητος φρουρὸς ἐδείχθῃς,*Αρχιθύτα Βησσαρίων τρισμέγιστε,* σὺ τὴν Μονὴν τοῦ Δουσίκου ἀνήγειρας* καὶ σιτοδότης

ποιμνίου σου γέγονας,* θαυματόβρυτε,* τὸν Λόγον Θεὸν ἱκέτευε* δωρήσασθαι ἡμῖν

τὸ μέγα ἔλεος.


Καὶ νῦν καὶ ἀεὶ... Θεοτοκίον.


Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙* εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο* ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ

διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ

δούλους σῴζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.


Εἶτα ὁ Νʹ Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.

ᾨδὴ α.ʹ  Ἦχος πλ. δ' Ὑγρὰν διοδεύσας 1 …


Α῾ γίαν Τριάδαν ἀπὸ παιδὸς* ἠγάπησας, μάκαρ,* Βησσαρίων θαυματουργέ,* καὶ γέγονας χάριτος ταμεῖον* καὶ τῶν ῾Αγίων ῾Απάντων ὁμόσκηνος.

Γυναίων στειρώσεις ὁλοτελῶς* ταχὺ θεραπεύεις* Βησσαρίων θαυματουργέ,* διό σοι καταφεύγουσι πόθῳ* πιστοὶ οἱ τέκνα ποθοῦντες, τρισόλβιε.

Ι̉ άσεις παρέχεις παντοδαπάς,* σοφὲΑρχιθύτα,* τοῖς νοσοῦσι χριστιανοῖς* καὶ τοὺς πίστει πρὸς σὲ εἰσιόντας* ἐκ τῶν χειρῶν τῶν δαιμόνων ἐξάρπασον.


Θεοτοκίον.


Ε̉ νθέρμως σέ, Μῆτερ, τοῦ Λυτρωτοῦ* ἐγὼ ὁ ἀχρεῖος ἱκετεύω γονυκλινῶς* θεράπευσον τάχος τῆς ψυχῆς μου* καὶ σώματός μου τὰ ἕλκη, Θεόνυμφε.


ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…


Βησσαρίων τρισμάκαρ,* γονυκλινῶς δέομαι* ἐμὲ τὸν ἀχρεῖον ἱκέτην* τάχος διάσωσον* ἐκ τῶν χειρῶν τοῦ ἐχθροῦ* καὶ ἐκ δολίων ἀνθρώπων* καὶ χαρὰν

παράσχου μοι,* Θεοκοινώνιτε.

Η ῾ ψυχὴ μου στενάζει* ἐκ τῶν παθῶν, ῞Αγιε,* διὸ τὰς χείρας μου αἴρω,* ὁ ἀκατάστατος,* ὧ Βησσαρίων σοφέ,* ποιμὴν τῆς Τρίκκης καὶ κλέος,*Ιησοῦν

ἱκέτευε* ὑπὲρ τῶν δούλων σου.

Σοι προσπίπτω ἐν πίστει* ὁ μισερός, ῞Αγιε,* καὶ τὴν σὴν προστασίαν αἰτοῦμαι,* ἀξιοθαύμαστε,* δίδου μοι ταύτην, σοφέ,* καὶ ἐξ ἐχθρῶν καὶ κινδύνων* καὶ παντοίων

θλίψεων* ῥῦσαί με δέομαι.


Θεοτοκίον.


Σ

1 . Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο

τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…


ὲ θερμῶς ἱκετεύω,* Μαριάμ, προστάτευσον* ἐμὲ τὸν ἀχρεῖον οἰκέτην* καὶ διαφύλλαξον*

ἐκ τῶν παγίδων ἐχθροῦ* καὶ ἀρχεκάκου τυράννου* καὶ εἰρήνην δώρησε ἐμοί* τῷ

πταίσαντι.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, Βησσαρίων,* ὅτι πάντες σεμνοπρεπῶς* πρός σε καταφεύγομεν* τὸν μέγαν προστάτην τῶν Ορθοδόξων.

Ε̉ πίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εἶτα Δέησις καὶ τὸ Κάθισμα.


Ἦχος βʹ. Πρεσβεία θερμὴ.


Πρεσβείαν τὴν σὴν ποθοῦμεν, ῾Ιερώτατε,* διὸ οἱ πιστοὶ* εἰς σὲ καταφεύγουσι* καὶ θερμῶς βοῶσί σε,* Βησσαρίων, φύλλαξον ἅπαντας* καὶ ἐκ κινδύνων λύτρωσαι

ἡμᾶς,* τῆς Τρίκκης κλέος* δόξα καὶ καύχημα.

ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε…


Α̉ ρετῶν ἐνδιαίτημα* καὶ ῾Αγίου Πνεύματος οἰκητήριον* ἀνεδείχθης, τρισμακάριστε* Βησσαρίων, Ορθοδόξων στήριγμα.

Ρ῾ υπαρὸς καὶ ἀνάλγητος* ὁ ἱκέτης σου, Βησσαρίων, γέγονα* διὸ κλαίων σοι προσέρχομαι* καὶ στενάζων δέομαι, σῶσόν με.

Ι̉ ατρεῖον ἀνέδειξας* τὴν Μονὴν σου, Βησσαρίων πανένδοξε,* διὸ εἰς ταύτην προσφεύγομεν,* ἵνα λάβωμεν ἰάσεις, ἔνθεε.


Θεοτοκίον.


Ω ῏ Πανάχραντε Δέσποινα* τὸν σὸν Υἱιὸν ἀεὶ καθικέτευε,* ἵνα πάντες ἀπολαύσωμεν* Παραδείσου κάλλη οἱ ἀνάξιοι.


ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…


Νέκρωσον, σοφέ,* τῆς καρδίας μου σκιρτήματα* καὶ τοῦ νοὸς μου τὴν ἔπαρσιν ἀεὶ* σύ, Βησσαρίων,* ὁλοτελῶς καταπράϋνον.

Πύλας οὐρανῶν* ταῖς πρεσβείαις σου διάνοιξον,* θαυματουργὲ Βησσαρίων, δέομαι* τῶν Ορθοδόξων* χαρὰ καὶ φρουρὸς ἀκοίμητος.

Ρ῾ άθυμός εἰμι,* Βησσαρίων ἀξιάγαστε,* καὶ ἡ καρδία πληροῦται παθῶν,* διὸ σὺ σπεῦσον* καὶ διάσωσον ἱκέτην σου.


Θεοτοκίον.


Ε῎ λεος αἰτῶ* καὶ εἰρήνην, Παμμακάριστε,* καὶ σὲ προβάλλω πρέσβυν πρὸς Θεόν,* ὃν ἐξευμένισον,* Θεοτόκε Αειπάρθενε.


ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…


Σὺ δόξα Χριστιανῶν, μακάριε,* καὶ νεότητος προπύργιον μέγα,* τοὺς πειρασμούς, Βησσαρίων, διώκεις* σὺ καὶ τὰς νόσους ἰᾷ, Θεοδόξαστε.* Σοῦ δέομαι ἱκετικῶς* ἐκ

παθῶν καὶ κινδύνων διάσωσον.

Βοῶ σὲ ἀκακαπαύστως ὁ τάλας* καὶ θερμῶς σὲ ἱκετεύω, θεόφρον,* θεράπευσόν μου τὰ ἔλκη ταχέως* καὶ τῆς ψυχῆς μου τὸ σκότος διάλυσον* καὶ Κύριον τῶν οὐρανῶν,*

Βησσαρίων, λιταῖς σου εὐμένισον.

Ε̉ ν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι* καὶ τὸ σῶμα μου στενάζει ἐκ πόνων˙* ἡ δὲ ψυχὴ μου τετάρακτε, Πάτερ,* καὶ μαστιγεῖται ἀεὶ ἐκ τῶν τύψεων* διό, Βησσαρίων, εἰς σὲ*

καταφεύγω δεόμενος, σῶσόν με.


Θεοτοκίον.


Υἱόν Σου καὶ Λυτρωτήν, Πανάχραντε,* καθικέτευε ἀπαύστως βοῶμεν,* ἵνα ῥυσθῶμεν ταχέως ἐκ πλάνης* καὶ ἐκ κινδύνων ποικίλων καὶ θλίψεων* ὡς ἔχουσα παρ̉ Αὐτῷ*

παῤῥησίαν, Πανύμνητε Δέσποινα.

Διάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, Βησσαρίων,* ὅτι πάντες σεμνοπρεπῶς* πρὀς σὲ καταφεύγομεν* τὸν μέγαν προστάτην τῶν Ορθοδόξων.

Α῎ χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Δέησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία...


Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυ-ντος* καὶ μεσίτης πρὸς τὸν Λυτρωτὴν ἀμετάθετος˙* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνάς,* ἀλλὰ σπεῦσον σύ,

Θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν* τῶν πιστῶς κραυζόντων σοι.* Δέχου τὰς

παρακλήσεις* καὶ σπεῦσον εἰς τοὺς νοσοῦντας* τῶνΟρθοδόξων ὀχυρόν,* Βησσαρίων,

τὸ ἀπόρθητον.


Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (δίς)

Στίχ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: Εκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-22) …

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁΙησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου

Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ

οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο˙ καὶ πᾶς ὁ ὄχλος ἐζήτει

ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας

τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε˙ μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα

ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε˙ μακάριοι οἱ

κλαίοντες νῦν, ὅτι γελάσετε˙ μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν

ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ

υἱοῦ τοῦ ἀνθρώπου.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.


Δόξα Πατρὶ καὶ Υἱῷ…


Ταῖς τοῦ σοῦ ῾Οσίου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.


Καὶ νῦν καὶ ἀεὶ…


Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …


Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.


Πόθῳ ἱκετεύω σε,* ὦ τοῦ ΧριστοῦΑρχιθύτα,* καὶ θερμῶς σοῦ δέομαι* μὴ παρίδῃς δέησιν τοῦ ἱκέτους σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι* τῶν δαιμόνων τὰ

τοξεύματα˙* σκέπην οὐ κέκτημαι,* οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος,* πάντοθεν

πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου.* Τρίκκης πολιοῦχε,* καὶ πάσης τῆς

῾Ελλάδος ἀρωγὲ* τῶν δὲ πιστῶν καταφύγιον,* Βησσαρίων ἔνδοξε.


῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …

῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: Ελέει καὶ οἰκτιρμοῖς …

῾Ο Χορός: Αμήν.


Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ Κανόνος.


ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς Ιουδαίας…


Ε̉ ραστὴς ἀνεδείχθης* προσευχῆς καὶ νηστείας καὶ ταπεινώσεως* διὸ κρήνη κατέστης* θαυμάτων, Βησσαρίων,* καὶ ταμεῖον τῆς χάριτος˙* ῏ΩΑρχιθύτα

Χριστοῦ,* δοξάζομέν σε πάντες.

Α̉ ρχιθύτα Κυρίου* σοι προσπίπτομεν πάντες καὶ ἱκετεύομεν* ἐκ νόσων δυσιάτων* καὶ πλάνης διαβόλου* ῥῦσαι πάντας, μακάριε˙* ῏Ω Βησσαρίων σοφέ,* χαρὰ τῶν

μοναζόντων.

Πειρασμοὺς ἀπελαύνεις,* Βησσαρίων, μονῆς Δουσίκου θησαύρισμα* διὸ πιστῶν τὰ πλήθη* προσέρχονται ἀσμένως* καὶ πόθῳ κράζουσι˙* ῾Ο τῶν Πατέρων ἡμῶν*

Θεός, εὐλογητὸς εἶ.


Θεοτοκίον.


Α̉ ρετῶν σύ ταμεῖον* ἀνεδείχθης, Μαρία Θεοχαρίτωτε,* διό καί σέ ὑμνοῦμεν* καί πίστει προσκυνοῦμεν* οἱ ἀνάξιοι ᾂδοντες˙* ῾Ο τῶν Πατέρων ἡμῶν* Θεός,

εὐλογητὸς εἶ.


ᾨδὴ ηʹ. Τὸν Βασιλέα…


Υ῾ πὲρ ἁπάντων,* τὸν Λυτρωτὴν καὶ Σωτήραν,* Βησσαρίων, ἀπαύστως δυσώπει* καὶ δώρησον πᾶσι* εἰρήνην, φωτοφόρε.

Σὲ ἱκετεύω* καὶ σοι προσπίπτω ὁ τάλας* ἐξαιτῶν, Βησσαρίων Θεόφρον,* τὴν σὴν προστασίαν,* ἣν τάχος δώρησόν με.

Τὰς ἀσθενείας μου* τῆς ψυχῆς ἰατρεύεις* καὶ σαρκὸς τὰς ὀδύνας, παμμάκαρ,* διὸ σοι προσπίπτω* ὁ τάλας, Βησσαρίων.


Θεοτοκίον.


Ω ῏ Θεοτόκε,* εἰς σὲ καταφεύγω ὁ τάλας* καὶ αἰτοῦμαι τὴν σὴν προστασίαν,* ἣν τάχος παράσχου* ἐμοί τῷ τρισαθλίῳ.


ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…


ΣυνόμιλοςΑγγέλων,* μάκαρ Βησσαρίων,* καὶ πρεσβευτὴςΟρθοδόξων σὺ γέγονας˙* διὸ πιστῶν αἱ χορίαι* σὲ μεγαλύνουσι.

Γαλήνην καὶ εἰρήνην,* σύνεσιν καὶ πίστιν,* ὑπομονὴν καὶ ταπείνωσιν δέομαι* σύ, Βησσαρίων σεμνέ,* παράσχου σῷ ἱκέτῃ.

Ε̉ ποίμανας τὴν Τρίκκην,* μάκαρ θεαρέστως* καὶ τῶν πιστῶν ἀνεδείχθης τὸ πρότυπον,* ὦ Βησσαρίων σοφέ,* χαρὰ τῶν Ορθοδόξων.


Θεοτοκίον.


Ω ῏ δόξα τῶνΑγγέλων,* Κεχαριτωμένη,* τῷ σῷ ἱκέτῃ δίδως ταπείνωσιν,* ἵνα ἁπαύστως ὑμνῶ,* Χριστὸν τὸν ζωοδότην.


Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.


Α῎ ξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ,* καὶ

ἐνδοξοτέραν* ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως* Θεὸν Λόγον τεκοῦσαν,*

τὴν ὄντως, Θεοτόκον,* σὲ μεγαλύνομεν.


Φύλαττε τὰ τέκνα σου, θαυμαστέ,* ἐκ πάσης κακίας* καὶ ἐκ νόσων παντοειδῶν* καὶ τὰς σκοτασθείσας ψυχάς, ὦ Βησσαρίων,* ἡμῶν τῶν σὲ ὑμνοῦντων* τάχος σὺ

φώτισον.

Σκέπε τὴν Μονὴν σου, Θαυματουργέ,* ἣν διὰ ἱδρώτων καὶ ἀγώνων πολυειδῶν* ἔπηξας ἐν Πύλῃ* καὶ ταύτην, Βησσαρίων, νοσούντων ἰατρεῖον,* μάκαρ, ἀνέδειξας.

Γέγονας, φωσφόρε, φῶς τοῦ Χριστοῦ* τὸ φωτίζον πάντας* τοὺς ποθοῦντας ἰδεῖν Χριστόν* καὶ τοῦ Παραδείσου* τὴν πύλην διαβῆναι* εἰς ὃν σὺν τοῖςΑγγέλοις*

ἀγάλλῃ, ἔνδοξε.

Χαίροις, ὁ τῆς Πύλης θεῖος βλαστὸς* καὶ τῆςΕκκλησίας ὁ ἀτίμητος θησαυρός.* Χαίροις, τῶν Τρικκαίων* ἀκοίμητος προστάτης,* Θεόφρων Βησσαρίων,* καὶ

πάντων καύχημα.

Ε῎ ργα εὐποιίας παντοδαπὰ* ἐν τῇ Θεσσαλίᾳ* καὶΗπείρῳ, θαυματουργέ,* ἐποίησας, μάκαρ,* θεόφρων Βησσαρίων,* διὸ πιστῶν τὰ πλήθη* σὲ μεγαλύνουσι.

Πάντας τοὺς ποθοῦντας σὴν ἀρωγὴν* μὴ ἐγκαταλείπῃς,* Βησσαρίων θαυματουργέ,* ἀλλὰ σὺ παράσχου* μετάνοιαν καὶ πίστιν* καὶ δόξαν τοῦ Δεσπότου* ἰδεῖν ἀξίωσον.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,*Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.

Εἶτα ὁ Χορὸς τὸ Τρισάγιον, Δόξα Πατρί... Παναγία Τριάς... Πάτερ ἡμῶν... ὁ

Ἱερεύς: ῞Οτι Σοῦ... ὁ Χορός: Αμήν.  


Εἶτα τὸ ̉̉̉Απολυτίκιον. ῏Ηχος γ’. Θείας πίστεως.


Τρίκκης πρόμαχος καὶ πολιοῦχος* καὶ ἀκοίμητος φρουρὸς ἐδείχθῃς*,*Αρχιθύτα Βησσαρίων τρισμέγιστε,* σὺ τὴν Μονὴν τοῦ Δουσίκου ἀνήγειρας* καὶ σιτοδότης

ποιμνίου σου γέγονας,* θαυματόβρυτε,* τὸν Λόγον Θεὸν ἱκέτευε* δωρήσασθαι ἡμῖν

τὸ μέγα ἔλεος.

Δέησις καὶΑπόλυσις. Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν τὰ ἑξῆς:


῏Ηχος β’. ῞Οτε ἐκ τοῦ ξύλου…


Δέχου παρακλήσεις, θαυμαστέ,* δέχου ἱκεσίας, θεόφρων,* τῶν προσιόντων πιστῶς* ἄλλον γὰρ οὐκ ἔχομεν* ἁμαρτωλοὶ πρεσβευτὴν* οἱ ποθοῦντες τὸν Κύριον,* σοφὲ

Βησσαρίων,* καὶ κατατρυχόμενοι ὑπὸ παντοίων παθῶν.* ΔόξαΕκκλησίας καὶ

κλέος* ὅθεν σοι προσπίπτομεν πόθῳ* πάντες οἱ Ορθόδοξοι, τρισόλβιε.

Δέσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Ὁ Ἱερεύς: Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον

ἡμᾶς.


̉Αμήν

Δεν υπάρχουν σχόλια: