῞Οσιος
Δημήτριος Γκαγκαστάθης
ὁ σεμνός Λευίτης τοῦ Πλατάνου
Παρακλητικὸς Κανὼν εἰς τὸν
῞Οσιον Δημήτριον Γκαγκαστάθην
τὸν σεμνὸν Λευίτην τοῦ Πλατάνου
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.
Εὐλογήσαντος τοῦ ῾Ιερέως, τὸ Κύριε
εἰσάκουσον, μεθ̉ ὃ τὸ Θεὸς Κύριος
(τετράκις) ὡς συνήθως καὶ τὰ ἑξῆς:
῏Ηχος δʹ. ῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ...
Τῷ Δημητρίῳ ἐκτενῶς νῦν προσδράμωμεν* ἁμαρτωλοί καὶ ταπεινοὶ καὶ προσπέσωμεν*
ἐν μετανοίᾳ κραζοντας ἐκ μέσης ψυχῆς,*
῞Οσιε, βοήθησον καὶ διάσωσον πάντας* ἐκ
παντοίων θλίψεων καὶ ποικίλων παγίδων˙* μὴ
ἀποστρέψῃς ἱκέτας κενούς,* σὲ γὰρ μεσίτην,*
πρός Κύριον ἔχομεν.
Δόξα Πατρὶ… Τὸ αὐτὸ ἤ τὸ
̉ Απολυτίκιον ῏Ηχος γ’. Θείας πίστεως...
Νέον κόσμημα τῆςΕκκλησίας* σὲ ἀνέδειξε Τριὰς ῾Αγία,* Γκαγκαστάθη Δημήτριε
ἔνδοξε,* σὺ ἐν Πλατάνῳ ἐνθέως
ἐβίωσας,* καὶ τοὺς ἐν αὐτῷ οἰκοῦντας*
θεαρέστως ἐποίμανας.* Πάτερ ὅσιε,* Χριστὸν
τὸν Θεὸν ἱκέτευε* δωρήσασθε ἡμῖν* εἰρήνην τὴν
ἄνωθεν.
Καὶ νῦν καὶ ἀεὶ... Θεοτοκίον.
4
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι˙* εἰ μὴ
γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς
ἡμᾶς ἐῤῥύσατο* ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ
διεφύλαξεν* ἕως νῦν ἐλευθέρους;* Οὐκ
ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙* σοὺς γὰρ
δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Νʹ Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.
ᾨδὴ αʹ. Ἦχος πλ. δʹ. Ὑγρὰν διοδεύσας…
῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τὸν Πλάστην ἠγάπησας περισσῶς,* Δημήτριε πάτερ,* τοῦ Πλατάνου γόνε
λαμπρέ,* διό σέ ἡ ΜήτηρΕκκλησία* μετά
ἁγίων ἐσχάτως κατέταξεν.
῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Φιλάγγελε δέομαι ταπεινῶς,* Δημήτριε μάκαρ,*Ορθοδόξων ἡ χαρμονή*
παράσχου
ἱκέταις σου εἰρήνην* ὡς καὶ τὰ τέλητοῦ βίου
ἀνώδυνα.
῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Προσέρχονται πάντες πανευλαβῶς,* Δημήτριε μάκαρ, πρὸ εἰκόνος σου τῆς
σεπτῆς* καὶ τὴν σὴν βοήθειαν αἰτοῦσιν*
ἥν συ παράσχου ταχέως ἱκέταις σου.
5
Δόξα Πατρὶ…
Τὰ ἄλγη τοῦ σώματος ταχυνῶς* θεράπευσον πάντες σοῦ δεόμεθα
ταπεινῶς,* Δημήτριε, κλέος ἱερέων* καὶ τῶν
πιστῶν καταφύγιον, ἔνδοξε.
Καὶ νῦν… Θεοτοκίον.
Παρθένε θεόνυμφε Μαριάμ,* ἡ δόξα τῶνΑγγέλων* καὶ τῶν πιστῶν χαρμονή,*
παράσχου ἡμῖν τοῖς ἀναξίοις* τὴν σῇ
βοήθειαν πίστει δεόμεθα.
ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…
῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ποιητὴν τῶν ἁπάντων καὶ Πλαστουργόν, ἔνδοξε* διὰ τῶν λιτῶν σου εὐμένησον
πάντες δεόμεθα,* ὅπως παράσχῃ ἡμῖν*
πίστιν, εἰρήνην, ὑγείαν* καὶ ἁμαρτάδων ἄφεσιν,
μάκαρ Δημήτριε.
῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ι῾ κετεύομεν πάντες τὸν ψυχικὸν τάραχον* καὶ τῆς ἀθυμίας τὴν ζάλην* τάχος ἐκδίωξον* σὺ
γὰρ, Δημήτριε,* τῷ Χριστῷ παῤῥησίαν ἔχεις,*
ὅτι Αὐτὸν ἠγάπησας* καὶ ὑπηρέτησας.
Δόξα Πατρὶ…
Τοῦ Πλατάνου Ποιμένα σὲ Τριὰς ἀνέδειξε* καὶ τῶνΟρθοδόξων προστάτην καὶ
6
καταφύγιον,* διὸ ἐκ σοῦ οἱ πιστοί* μετάνοιαν καὶ
εἰρήνην* ὡς καὶ ῥώσιν ῞Αγιε* αἰτοῦσιν ἅπαντες.
Καὶ νῦν… Θεοτοκίον.
Θεοτόκε Παρθένε Χριστιανῶν καύχημα* σὲ καθικετεύομεν πάντες* ῥῦσαι ἱκέτας σου*
ἐκ τῶν χειρῶν πτερνηστοῦ* καὶ ἐκ δολίων
ἀνθρώπων* καὶ εἰρήνην δώρησαι* οἴκοις τῶν
δούλων Σου.
Διάσωσον* ἀπὸ παντίων σκολόπων* ἱκέτας σου,Αθλοφόρε,* ὅτι πάντες
σεμνοπρεπῶς* εἰς σὲ καταφεύγομεν* ὡς
ἔχοντι τῷ Θεῷ παῤῥησία.
Ε̉ πιβλεψον* ἐν εὐμενεία, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ
σώματος κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς
μου τὸ ἄλγος.
Δέησις καὶ τὸ Κάθισμα. Ἦχος βʹ. Πρεσβεία…
Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐδείχθης, σεμνέ,* καὶ
πιστῶν καταφύγιον* ἐκτενῶς βοῶμέν σοι,*
Δημήτριε πάντιμε, πρόφθασον* καὶ ἐκ κινδύνων
λύτρωσαι ἡμᾶς,* τούς σοι πόθῳ καὶ πίστει
προσφεύγοντας.
ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε…
῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
7
Τὴν καρδίαν μου φύλαττε* ἐκ τῶν παθῶν, Θεοφόρε Δημήτριε,* καὶ τὸν κλείδωνα
κατεύνασον* τῶν ἐμῶν πταισμάτων,
Θεοδόξαστε.
῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Σὲ προστάτην καὶ στήριγμα* καὶ φρουρὸν ἀκοίμητον πάντες ἔχοντες* οὐ πτοούμεθα
ἱκέται σου,* ἀθλοφόρε Δημήτριε ἔνδοξε.
Δόξα Πατρὶ…
Τὴν εἰρήνην τὴν ἄνωθεν* ταῖς λιταῖς σου καταπέμπει ὁ ῞Υψιστος* ἡμῖν τοῖς σοι πόθῳ
προσφεύγουσι,* Δημήτριε τοῦ Πλατάνου
κλέϊσμα.
Καὶ νῦν… Θεοτοκίον.
Ο῾λοψύχως σοῦ δέομαι* τὰ τέλη ἀνώδυνα πᾶσι δώρησαι* καὶ κατεύνασον τὸν
τάραχον* τοῦ νοὸς μου, Κόρη
Θεοδόξαστε.
ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…
῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ι῎ασαι ταχὺ* τῶν παθῶν μου τὴν ἀσθένειαν,* καθικετεύω σε, Δημήτριε,* καὶ ὑγιείαν τῇ
πρεσβείᾳ σου* παράσχου μοι.
῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
8
Υ῞ πνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα
θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ
πάθη κοίμησον.
Δόξα Πατρὶ…
Ρ῾ ῦσαι τοὺς πιστῶς* εὐφημοῦντας τοὺς ἀγῶνας σου* ἐκ παθῶν καὶ δεινῶν,
Δημήτριε σεμνέ,* καὶ ἐκ τῆς πλάνης
διαβόλου
σὺ διάσωσον.
Καὶ νῦν… Θεοτοκίον.
Δέσποινα, θερμῶς* ἱκετεύω σε ὁ ἄθλιος* ὁμόνοιαν, εἰρήνην καὶ χαρὰν* τοῖς οἶκοις
πάντων ἡμῶν* παράσχου, Θεόνυμφε.
ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…
῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τὰ τέκνα τῶνΟρθοδόξων φύλαττε* ἐκ τοῦ λοιμοῦ τῆς ἁμαρτίας, Θεόφρον,* καὶ ταῖς
λιταῖς σου, Πλατάνου τό κλέος,* εἰς τὰς
νομὰς τοῦ Κυρίου ὁδήγησον,* δεόμεθά σου
ταπεινῶς,* Δημήτριε, πιστῶν καταφύγιον.
῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Νεότης σὺ καταφεύγει, ἔνδοξε,* καὶ θερμῶς σὲ ἱκετεύει ἀπαύστως* ῥῦσαι, παμμάκαρ
Δημήτριε, τάχος* ἐκ τῶν ποικίλων
9
λοιμώξεων ἅπαντας* καὶ Κύριον τῶν οὐρανῶν*
καὶ τῆς γῆς καταπράϋνον δέομαι.
Δόξα Πατρὶ…
Ω῾ ς τεῖχος, καταφυγῆς καλοῦμέν σε,*Ορθοδόξων οἱ χοροί, θεοφόρε,* καὶ
ἰατρὸν ἐν τοῖς νόσοις θεόφρων,* σὲ
ὀνομάζομεν ἅπαντες Ὅσιε,* δεόμεθά σου
ταπεινῶς,* ἐκ τῶν παθῶν* ῥῦσαι ἱκέτας σου
τάχυον.
Καὶ νῦν… Θεοτοκίον.
Πανάχραντε,Ορθοδόξους φύλαττε* καὶ διάσωζε ἐκ πάσης κακίας* καὶ ἐν τῇ πίστει
ἡμῶν ἀλλοδόξους* τάχος ὁδήγησον
πάντες δεόμεθα* τοὺς δὲ Ποιμένας ἀκραιφνεῖς*
ὁδηγοὺς ἱκετῶν Σου ἀνάδειξον.
Διάσωσον* ἀπὸ παντίων σκολόπων* ἱκέτας σου,Αθλοφόρε,* ὅτι πάντες
σεμνοπρεπῶς* εἰς σὲ καταφεύγομεν* ὡς
ἔχοντι τῷ Θεῷ παῤῥησία.
Α῎χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν
τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Δέησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Προστασία...
10
Σ ὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν
Ποιητὴν ἀμετάθετος˙* μὴ παρίδῃς*
ἁμαρτωλῶν ἱκέτιδας φωνὰς,* ἀλλὰ σπεῦσον σύ,
θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν
πιστῶς δεομένων σου˙* δέχου ἡμῶν αἰτήσεις*
καὶ ῥῦσαι ἐκ τῶν κινδύνων,* Δημήτριε
θαυμαστέ,* Ορθοδοξίας νέον κόσμημα.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος. δ´.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (δίς)
Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον
καὶ προσέσχε μοι.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….
῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.
῾Ο ῾Ιερεύς: ̉ Εκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-
22) ἁγίου Εὐαγγελίου …
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁΙησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ
πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς
᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου
Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ
11
ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ
ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ
ἐθεραπεύοντο˙ καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι
αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο
πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς
αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε˙ μακάριοι οἱ
πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙
μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε˙
μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε˙
μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ
ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ
ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς
πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Δόξα Πατρὶ καὶ Υἱῷ…
Ταῖς τοῦ ῾Οσίου Δημητρίου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν
ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν
ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην
ἀποθέμενοι...
12
Μὴ ἐγκαταλείπης με εἰς τῶν δαιμόνων τὰς χείρας,* ἀθλητὰ Δημήτριε,* ἀλλὰ δέξαι
δέησιν, τοῦ ἱκέτου σου˙* θλῖψις γὰρ ἔχει
με,* φέρειν οὐ δύναμαι,* ἀρχεκάκου τὰ
τοξεύματα,* σκέπην οὐ κέκτημαι,* οὐδὲ ποῦ
προσφύγω ὁ ἄθλιος,* πάντοθεν πολεμούμενος,
καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου˙* δόξα τῆς
῾Ελλάδος,* καί πάντων τῶν νοσοῦντων ἰατρός,*
μὴ μου παρίδῃς τὴν δέησιν* τὸ συμφέρον
ποίησον.
῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου …
῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: Ελέει καὶ οἰκτιρμοῖς …
῾Ο Χορός: ̉ Αμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς τοῦ
Κανόνος.
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς Ιουδαίας…
῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Παραδείσου οἰκήτωρ,* Δημήτριε, ἀνεδείχθης ἐσχάτοις ἔτεσι,* διὸ ἡμεῖς
ἀπαύστως* πρὸς Κύριον βοῶμεν* καὶ
μετά πίστεως ᾄδομεν˙* ῾Ο τῶν Πατέρων ἡμῶν*
Θεὸς εὐλογητὸς εἶ.
῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τῶν ἀτέκνων κατέστης* καταφύγιον μέγα σύ, ἀξιάγαστε,* καὶ πάντων τῶν
13
ποθοῦντων* ἰδεῖν Θεοῦ τὴν δόξαν* ἀρωγός, διὸ
κράζωμεν,* χαῖρε Πλατάνου βλαστέ* καί
καύχημα τῆς Τρίκκης.
Δόξα Πατρὶ…
Τῶν πιστῶν σωτηρίαν* ἐπεπόθησας, ἀθλοφόρε Δημήτριε,* διὸ καὶ ἐν Πλατάνῳ*
ποιμὴν πιστῶν ἐγένου,* οὗς ἐποίμανας
ἄριστα˙* νῦν ὑπὲρ αὐτῶν σεμνέ,* ἱκέτευε τὸν
Πλάστην
Καὶ νῦν… Θεοτοκίον.
Θεοτόκε Παρθένε*Ορθοδόξων τὸ καύχημα καὶ προπύργιον* μὴ μᾶς ἐγκαταλείπεις*
εἰς χείρας ἀρχεκάκου,* ἵνα πόθω
κραυγάζωμεν,* Χαῖρε, ὦ Μῆτερ Θεοῦ* πιστῶν
χαρὰ καὶ κλέος.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα…
῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τὰς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις* καὶ σαρκός, Δημήτριε, ὀδύνας,* διό σε δοξάζω
ὁ τάλας, μυροβόλε.
῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τοὺς πειρασμούς συ τὰς προσβολὰς ἐκδιώκεις* καὶ παθῶν, Δημήτριε, ἐφόδους*
καὶ ἡμῖν παρέχεις* ἀκλόνητον ὑγείαν.
῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
14
Τῷ φιλαγγέλῳ καὶ τῶν πιστῶν τὸν προστάτην* ἱκετεύσομεν πίστει βοῶντες*
φύλαττε ἱκέτας* ἐκ πλάνης διαβόλου.
Δόξα Πατρὶ…
Τὴν ἀνομβρίαν ὁ Λυτρωτὴς καταπαύει* σαῖς λιταῖς, Δημήτριε φωσφόρε,* καὶ πιστοῖς
παρέχει* ἀέρων εὐφορίαν
Καὶ νῦν… Θεοτοκίον.
Σ ὲ Θεοτόκε, καθικετεύομεν πάντες*Ορθοδόξους φύλαττε λιταῖς σου* ἐξ ἰῶν
ποικίλων* καὶ πάσης ἄλλης νόσου.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον…
῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τὴν δόξαν τοῦ Δεσπότου* ἐν τῷ Παραδείσῳ* ἀπολαμβάνεις, θεόφρων
Δημήτριε,* διὸ πιστοὶ ἐξαιτοῦσι* λιταῖς σου
πρὸς Κύριον.
῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Γονυκλινῶς προστρέχω* πρὸ τῆς σου εἰκόνος* καὶ ἐξαιτῶ σαῖς πρεσβείαις
Δημήτριε,* ἵνα ῥυσθῶ ὁ ἀχρεῖος* ἐκ πάσης
πτώσεως.
Δόξα Πατρὶ…
Νεότητα ἐκ πλάνης* καὶ τῆς ἀθεΐας* φύλαττε πόθῳ καὶ πίστει δεόμεθα* καὶ ἐν
τῇ μάνδρα τοῦ Κτίστου* τάχος ὁδήγησον.
15
Καὶ νῦν… Θεοτοκίον.
Πανάχραντε Παρθένε,* ἐκ τῆς ἀνεργίας* καί ἐκ τροχαίου ἱκέτας σου φύλαττε* καὶ τὸν
Υἱὸν Σου δυσώπει* θερμῶς δεόμεθα.
Καὶ εὐθὺς τά Μεγαλυνάρια.
Α῎ ξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ
παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ
ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ,* καὶ
ἐνδοξοτέραν* ἀσυγκρίτως τῶν Σεραφείμ* τὴν
ἀδιαφθόρως* Θεὸν Λόγον τεκοῦσαν,* τὴν
ὄντως, Θεοτόκον,* σὲ μεγαλύνομεν.
Η῾ μᾶς τοὺς προστρέχοντας ἐπί σε* μὴ ἐγκαταλείπεις,* ὧ Δημήτριε θαυμαστέ,*
ἀλλὰ συ παράσχου* εἰρήνην καὶ
γαλήνην,* θάῤῥος ὁμολογίας* καὶ βίον ἔνθεον.
Τὸν νέον οἰκήτωρα τῆςΕδέμ* καὶ τῆςΕκκλησίας τὸν ἀδάμαντα τὸν λαμπρόν,*
Δημήτριον τὸν νέον,* ἁπάντων
ὁδοδείκτην*
ὑμνήσομεν ἀπαύστως* καὶ μεγαλύνομεν.
Τὸν καταφρονήσαντα τὸν ἐχθρὸν* καὶ καταβαλόντα* δι̉ ἀγώνων πολυειδῶν,* ὡς
καὶ τῆς νηστείας* καὶ προσευχῆς ἐμπόνου,*
Δημήτριον Γκαγκαστάθην,* πάντες τιμήσωμεν.
16
ΧαίροιςΕκκλησίας βότρυς γλυκὺς* καὶ κώμης Πλατάνου* ὁ ἀτίμητος θησαυρός.*
Χαίροις ἱερέων* τὸ πρότυπον καὶ δόξα,*
Δημήτριε Γκαγκαστάθη,* πιστῶν τὸ στήριγμα.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,*Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι
Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε
πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἶτα ὁ Χορὸς
Α῞ γιος ὁ Θεός, ῞Αγιος Ἰσχυρός, ῞ΑγιοςΑθάνατος ἐλέησον ἡμᾶς. (τρίς)
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ ῾Αγίω Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν
αἰώνων. Αμήν.
Παναγία τριάς, ἐλέησον ἡμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα,
συγχώρισον τὰς ἀνομίας ἡμῖν. ῞Αγιε,
ἐπισκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν
τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον (τρίς)
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ ῾Αγίω Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν
αἰώνων. Αμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου,
γεννηθήτῳ τό θέλημά Σου ὡς ἐν οὐρανῷ
17
καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον
δὸς ἡμῖν σήμερον, καὶ ἅφες ἡμῖν τὰ ὀφειλήματα
ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις
ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν,
ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς: ῞Οτι Σοῦ ἐστιν ἡ βασιλεία …
Ὁ Χορός: ̉Αμήν.
Εἶτα τὸ ̉̉̉Απολυτίκιον.
῏Ηχος γ’. Θείας πίστεως...
Νέον κόσμημα τῆςΕκκλησίας* σὲ ἀνέδειξε Τριὰς ῾Αγία,* Γκαγκαστάθη Δημήτριε
ἔνδοξε,* σὺ ἐν Πλατάνῳ ἐνθέως ἐβίωσας*
καὶ τοὺς ἐν αὐτῷ οἰκοῦντας* θεαρέστως
ἐποίμανας.* Πάτερ ὅσιε* Χριστὸν τὸν Θεὸν
ἱκέτευε* δωρήσασθε ἡμῖν* εἰρήνην τὴν ἄνωθεν.
Δέησις. Απόλυσις καὶ
῏Ηχος β’. ῞Οτε ἐκ τοῦ…
Πάντας τοὺς προστρέχοντας πιστῶς* πρὸ τῆς ἱερᾶς σου εἰκόνος,* ὡς ἱκέται θερμοί,*
παράσχου Δημήτριε,* ὑπομονὴν καὶ
χαράν,* φωτισμὸν καὶ ταπείνωσιν,* εἰρήνην καὶ
πίστιν,* ἄγγελον ἀκοίμητον καὶ ὁδηγόν
ἀσφαλῆ.* Πάτερ, τοῦ Πλατάνου ὁ θύτης* καὶ
τῶν ἐν ῾Ελλάδι οἰκοῦντων* φρουρὸς ἀνεδείχθης
ὁ ἀκοίμητος.
῏Ηχος πλ δʹ.
18
Δέσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσε ἡμᾶς* ἀπὸ
πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος βʹ.
Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν
σκέπην σου.
Ὁ Ἱερεύς: Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡµῶν,
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον ἡµᾶς.
Ἀμήν.
῾Ο Παρακλητικὸς κανὼν εἰς τὸν ῞Οσιον
Δημήτριον Γκακγαστάθην ἐποιήθη ὑπὸ τοῦ
διδασκάλου κ. Γεωργίου Θ. Μηλίτση, ἐν
Τρίκκῃ τῇ Θετταλικῇ καὶ ἐπερατώθη τῇ 28ῃ
Ιουλίου τοῦ σωτηρίου ἔτους 2025.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου