Αναζήτηση αυτού του ιστολογίου

Τρίτη 28 Ιουλίου 2026

Παρακλητικός Κανών εις την Οσίαν Ειρήνην Χρυσοβαλάντου.Ποίημα του κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.

 




ΑΓΙΑ ΕΙΡΗΝΗ ΧΡΥΣΟΒΑΛΑΝΤΟΥ

(28ῃ ̉Ιουλίου)

 

Η Οσία Ειρήνη έζησε στα χρόνια της βασίλισσας Θεοδώρας, που αναστήλωσε τις άγιες εικόνες.

   Η Ειρήνη καταγόταν από την Καππαδοκία και διακρινόταν όχι μόνο για την ευσέβειά της, αλλά και για την σωματική ωραιότητά της και για την ευγενή ανατροφή της. Είχε ζητηθεί λοιπόν σε γάμο, από διακεκριμένο άνδρα του παλατιού και ξεκίνησε για το Βυζάντιο. Στη διαδρομή όμως, πέρασε από τη Μονή του Χρυσοβαλάντου και τόσο ελκύστηκε από τη συναναστροφή των καλογριών, ώστε πήρε τη μεγάλη απόφαση να παραμείνει μαζί τους. Έτσι απέρριψε τις κοσμικές δόξες, γύρισε στην πατρίδα της, πούλησε τα υπάρχοντά της, βοηθώντας πολλούς φτωχούς και τα υπόλοιπα χρήματα τα εναπόθεσε στη Μονή. Έγινε μοναχή και η ζωή της μέσα στο μοναστήρι υπήρξε πολύ ασκητική και αγία.

   Όταν πέθανε η ηγουμένη, η Ειρήνη, παρά την άρνηση της, ορίστηκε διάδοχος της. Από τη νέα της θέση, επετέλεσε τα καθήκοντα της άριστα. Ο Θεός μάλιστα, την προίκισε με το προφητικό και θαυματουργικό χάρισμα. Έτσι διά της προσευχής της, απάλλαξε πολλούς από τα δαιμόνια. Προαισθάνθηκε τον θάνατο της και απεβίωσε ειρηνικά, γεμάτη χαρά για το ευχάριστο ουράνιο ταξίδι της.


Παρακλητικὸς Κανὼν

εἰς τὴν ῾Οσίαν Εἰρήνην Χρυσοβαλάντου

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου

 

Ελογήσαντος το Ιερέως, τ Κύριε εσά­κουσον Ψαλμός ρμβ΄ (142), μεθ̉ τ Θες Κύριος (τετράκις) κα τ ξής:

 

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τὴν καλιπάρθενον ἀμνάδα τοῦ Κτίστου* καὶ Ὀρ­θοδόξων βοηθὸν καὶ προστάτην* ἐν κατανύξει κράξωμεν πιστοὶ ταπεινῶς,* ἔνδοξε, ρύσαι ἰκέτας σου* ἐκ παντοίων κινδύνων* σπεῦσον καὶ παράσχου σύ* ὑ­γιείαν καὶ ρώμην* μὴ ἀποστρέψεις σούς δούλους κε­νοὺς* σέ γάρ, Εἰρήνη, προστάτιδαν ἔχομεν.

 

Δόξα Πατρὶ …  Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.

Δόξαν ρέουσαν, ὑπεριδοῦσα,* νύμφη ἄμωμος, ὤ­φθης Κυρίου* δί̉ ἀσκήσεως Ὁσία ἐκλάμψασα* ὡς οὔν Εἰρήνη τυχοῦσα τοῦ πόθου σου* ἐν ὁμονοία ἡμᾶς διαφύλαττε,* ἀξιάγαστε, Χριστῷ τῷ Θεῶ πρεσβεύου­σα* δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν … Θεοτοκίον

Οὐ σιωπήσομεν πότε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀναξιοι˙* εἰ μὴ γὰρ σὺ προίστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύ­νων;* Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀ­ποστῶμεν, Δέσποινα, ἐκ σού˙* σοὺς γὰρ δούλους σώ­ζεις ἀεί,* ἐκ παντοίων δεινῶν.

 

῾Ο Ν΄ (50ος) Ψαλμς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].

 

δὴ αʹ. Ἦχος πλ. δʹ. Ὑγρᾶν διοδεύσας.

Ε

ἰρήνη, προσπίπτω δεητικῶς* πρὸς σὲ ὁ ἀχρεῖος* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἧν τάχος παράσχου σῷ ἱκέτη* καὶ ἐκ παγίδων τοῦ δράκοντος ῥῦσαί με.

 

άσεις ποικίλας, θαυματουργέ,* ἀπαύστως παρέχεις τοῖς σοι προστρέχουσι ταπεινῶς* καὶ τὴν σῇ βοήθειαν παράσχου* τοῖς πρὸς σὲ πόθω προσφεύγουσι, πάντιμε.

 

Ψ

υχᾶς τῶν ἀχρείων σου ἱκετῶν* προστάτευσον, κόρη, ἀπὸ πάσης ἐπιβουλῆς* καὶ μετάνοιαν πᾶσι παράσχου,* Χρυσοβαλάντου τὸ κλέος καὶί καύχημα.


Θεοτοκίον.

Σ

εμνὴ Θεοτόκε μῆτερ Θεοῦ,* πρὸς σὲ καταφεύγω καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἧν τάχος παράσχου σῶ ἱκέτη* καὶ σωτηρίας τυχεῖν καταξίωσον.

 

̉δὴ γ’. Οὐρανίας ἁψῖδος.

Τ

ῶν τυφλῶν βακτηρία καὶ ἀσθενῶν ἴασις* καὶ τῶν ἐν ἀναγκαις, Εἰρήνη,* μέγας ἐπίκουρος* καὶ ὁδηγὸς ἀσφαλὴς*  τῶν  ὀρθοδόξων  ἐφάνης*  ὀρφανῶν δὲ στήριγμα,* ὤ θεοπρόβλητε.

 

Τ

ὴν μονὴν σου, Εἰρήνη ἐκ πειρασμῶν φύλαττε* καὶ τὰς ἐν αὐτῇ ἀσκουμένας* σκέπε, φιλάγαθε.* Τοὺς εἰσιόντας πρὸς σὲ* τέλη ἀνώδυνα δίδου* καὶ εἰρήνην δώρησαι,* ὤ ἀξιάγαστε.

 

κετεύω σέ, νύμφη, τὸν ψυχικόν τάραχον* καὶ τῆς ἀθυμίας τὴν ζάλην σὺ ἀποδίωξον.* Σὲ γὰρ προστάτην ἡμῶν* ὁμολογοῦμεν, Εἰρήνη,* καὶ φρουρόν ἀκοίμητον,* κόρη πανύμνητε.


Θεοτοκίον

῏Ω

 Πανάχραντε κόρη, χριστιανῶν καύχημα* καὶ τῶν ̉Ορθοδόξων τὸ κλέος,* σὺ μὲ προστάτευσον* ἐκ τῶν βελῶν τοῦ ἐχθροῦ* καὶ ἐκ δολίων ἀνθρώπων* καὶ παθῶν, Πανάμωμε,* ψυχῆς ἁπάλλαξον.

 

Δ

ιάσωσον* ἀπὸ κινδύνων ἱκέτας σου, ὦ Εἰρήνη,* ὅτι πάντες δεητικῶς πρὸς σὲ καταφεύγομεν* ὡς χάριν εὑροῦσα παρὰ Κυρίω.

 

πίβλεψον* ἐν εὐμενεία, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴ­ασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Αἴτησις καὶ τὸ κάθισμα. Ἦχος β’. Πρεσβεία θερμὴ.

Σ

ὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον* ἐδείχθης, σεμνὴ* καὶ κόσμου καταφύγιον,* ἐκτε­νῶς βοῶμέν σοι, καλλιπάρθενε κόρη, πρόφθασον* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,* Εἰρήνη, πιστῶν δόξα καὶ καύχημα.

 

̉δὴ δ’. Εἰσακήκοα Κύριε.

Χ

άρισόν μοι κατάνυξιν,* στεναγμοὺς καὶ δάκρυα, θαυματόβρυτε.* Ἱκέτην δίδου, Εἰρήνη* ὑγιείαν καὶ ῥώμην, ἰσάγγελε.

 

Σ

οὶ προσπίπτω καὶ δέομαι* ἐκ παντός κινδύνου ρῦσαί με, πάντιμε,* καὶ τὴν πώρωσιν διαλυσον* τῆς ψυχῆς μου τάχος, μεγαλώνυμε.

 

Τ

ὴν μονὴν σου, πανάριστε,* τῆς ὀρθοδοξίας τεῖχος ἀνάδειξον* καὶ τοὺς εἰς αὐτὴν προστρέχοντας* τέκνα τάχος, Εἰρήνη, σὺ δώρησον.


Θεοτοκίον

πὲρ πάντων ἱκέτευε* τὸν Υἱὸν σου, κόρη ἀξιοτίμητε,* καὶ τὰς τύψεις μου κατεύνασον* διὰ μετανοίας, Θεονύμφευτε.

 

̉δὴ ε’. Φώτισον ἡμᾶς.

Δ

ώρησον καμέ* ὑγιείαν καὶ ταπείνωσιν,* πνεῦμα συνέσεως καὶ φόβον Θεοῦ,* ἵνα ὑμνῶ σέ ἀπαύστως,* Εἰρήνη πάντιμε.

                                  

Π

ίστιν ἀκλινῆ* καὶ ἀγάπην τάχος χάρισον* πάσι τοῖς προστρέχουσι, σεμνή,* καὶ ἑξαιτοῦσι,* Εἰρήνη, τήν σοι βοήθειαν.

 

Ν

έκρωσον, σεμνή,* τῆς σαρκός μου τὰ σκιρτήματα* καὶ τὴν καρδίαν μου πλήρωσον χαρᾶς,* ἴνα δοξάζω, Εἰρήνη,* Χριστὸν τὸν Κύριον.


Θεοτοκίον

῾Ρήματα Θεοῦ* διετήρεις ἐν τῇ καρδίᾳ σου,* Παρθενομήτωρ ἀξιάγαστε,* τοῦτο ἀξίωσον καγῶ* ποιῆσαι δέομαι.

 

̉δή στ’. Τήν δέησιν.

Θ

αυμάτων σὺ κρουνὸς ἀνεδείχθης* καὶ ἀκοίμη­τος φρουρὸς τῶν ἀνθρώπων* τῶν πειρασμῶν διαλύεις παγίδας* καὶ τοῖς πιστοῖς σὺ παρέχεις τὴν ἴ­ασίν* σοῦ δέομαι, ὦ ἀγαθή,* ἐκ παθῶν καὶ κινδύνων διασωσον.

 

Ε

ἰρήνη, Χρυσοβαλάντου τὸ κλέος* σοὶ προσέρχομαι ἐν πόθω καὶ πίστει* καὶ ἐκζητῶ σὴν βοήθειαν, κόρη,* ἵνα ρυσθῶ ἐκ τῶν θλίψεων τάχυον,* ἐκ νόσων τὲ καὶ πειρασμῶν* καὶ ποικίλων παγίδων τοῦ ὄφεως.

 

Θ

ανάτου τοῦ αἰωνίου ρῦσαί με* τὸν ἀνάξιον ἱκέτην, Εἰρήνη,* καὶ ἐκ φθορᾶς καὶ ποικίλων παγίδων* τοῦ ἀρχεκάκου ἐχθροῦ τάχος μὲ λύτρωσον,* ὦ κλέος τῶν χριστιανῶν,* ἐκ παθῶν καὶ κινδύνων διασωσον.


Θεοτοκίον

Π

αρθένε πρὸς σὲ προσφεύγω ὁ τάλας* καὶ πρὸς σὲ χείρας αἴρω ἀπαύστως* τὸν Σὸν Υἱὸν καθικέτευε, κόρη,* ἴνα σωθῶ ὁ ἀχρεῖος ἱκέτης σου* ἐκ πάντων τῶν διαπλοκῶν,* ἃς ὁ ὄφις ἐκφαίνει, Πανύμνητε.

 

Δ

ιασωσον* ἐκ πάσης νόσου ἱκέτας σου, ὤ Εἰρήνη,* ὅτι πάντες δεητικῶς πρὸς σὲ καταφεύγομεν* ὡς χάριν εὑροῦσα παρὰ Κυρίω.

 

χραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Δέησις ὑπὸ τοῦ Ἱερέως καὶ τὸ Κοντάκιον. Ἦχος β’. Προστασία.

Σ

ύ προστάτις τῶν χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτις πρὸς Θεόν, Εἰρήνη, ταχύτατος,* μὴ παρί­δης ἁμαρτωλῶν ἱκέτιδας φωνᾶς,* ἀλλὰ προφθασον, ὦ ἀγαθή,* εἰς τὴν βοήθειαν ἡμῶν* τῶν θερμῶς δεομένων σοί.* Λῦσόν συ τὰς στειρώσεις* καὶ τέκνα πιστοῖς παρά­σχου,* Χρυσοβαλάντου θησαυρέ,* καὶ ἡμῶν δόξα καὶ καύχημα.

 

Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ’.

πομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοί καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

 

Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

πομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοί καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

 

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ Λουκᾶν (ζ’ 36-50) ἁγί­ου...

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

 

Τῷ καιρῷ ἐκείνῳ ἠρώτα τίς αὐτόν τῶν Φαρισαίων τὸν Ἰησοῦν ἵνα φάγῃ μετ᾿ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν τοῦ Φαρισαίου ἀνεκλίθη. Καὶ ἰδοὺ γυνὴ ἐν τῇ πόλει ἥτις ἦν ἁμαρτωλός, καὶ ἐπιγνοῦσα ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφε τῷ μύρῳ. Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· οὗτος εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστι. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. Ὁ δέ φησι· διδάσκαλε, εἰπέ. Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι· ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. Μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο· τίς οὖν αὐτῶν, εἰπέ, πλεῖον αὐτὸν ἀγαπήσει; Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Ὁ δὲ εἶπεν αὐτῷ· ὀρθῶς ἔκρινας. Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας καὶ ταῖς θριξὶ τῆς κεφαλῆς αὐτῆς ἐξέμαξε. Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾿ ἧς εἰσῆλθεν οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας. Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέ μου τοὺς πόδας. Οὗ χάριν λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. Εἶπε δὲ αὐτῇ· ἀφέωνταί σου αἱ ἁμαρτίαι. Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; Εἶπε δὲ πρὸς τὴν γυναῖκα· ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην.

 

Ὁ χορός: Δόξα σοί, Κύριε, δόξα σοί.

 

Δόξα Πατρὶ …

Τ

αῖς τῆς Ὁσιάθλου* πρεσβείαις Ἐλεῆμον,* ἑξάλει­ψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.


Καὶ νῦν …

Τ

αῖς τῆς Θεοτόκου,* πρεσβείαις Ἐλεῆμον,* ἑξάλει­ψων τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχος: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τὸ ἀνόμημά μου.

 

Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι

Μ

ὴ ἐγκαταλείπης μέ,* Χρυσοβαλάντου τὸ κλέος* τῶν πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι δέησιν τοῦ ἰκέτους σου* θλῖψις γὰρ ἔχει μέ,* φέρειν οὐ δύναμαι* ἀρχαικάκου τὰ τοξεύματα˙* σκέπην οὐ κέκτημαι,* οὐδὲ ποὺ προσφύγω, ῾Οσίαθλε,* πάντοθεν πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου.* Σπεῦσον, ὤ Εἰρήνη,* ἀκοίμητε προστάτα καὶ φρουρὲ* τῶν δεομένων σοί, εὔσημε,* καὶ εὐχᾶς ἐκπλήρωσον.

 

Ὁ Ἱερεύς: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου …

Ὁ Χορός: Κύριε, ἐλέησον (δωδεκάκις).

Ὁ Ἱερεύς: Ἐλέει καὶ οἰκτιρμοῖς…

Καὶ αἱ λοιπαὶ δαὶ τοῦ Κανόνος

 

̉δή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τ

ῆς ψυχῆς μου τά ἕλκη* σύ θεράπευσον, κόρη ἀξιοθαύμαστε,* καί τέλη τῆς ζωῆς μου* ἀνώδυνα παρασχου,* ἴνα πόθω κραυγάζω σοί˙* Ὁ τῶν Πατέρων ἠμῶν* Θεός εὐλογητός εἰ.

 

τεκνίαν συζύγων* σὺ παρέχεις τὴν λύσιν, πα­νευωδέστατε,* διὸ καὶ οἱ ποθοῦντες* υἱοὺς καὶ θυ­γατέρας* πρός σε ἔρχονται ᾄδοντες˙* Χαῖρε Εἰρήνη σε­μνή,* Χρυσοβαλάντου κλέος.

 

κ τροχαίου ἰκέτας* σὺ προστάτευσον, κόρη πανοσιώτατε,* καὶ πᾶσι τοῖς αἰτοῦσι μετάνοιαν παράσχου,* ἴνα πάντες κραυγάζωμεν˙* Ὁ τῶν Πατέρων ἡμῶν,* Θεὸς εὐλογητός εἰ.


Θεοτοκίον

Μ

ητροπάρθενε Κόρη* πρὸς σὲ σπεύδω δεόμενος, ὁ ἀνάξιος,* παράσχου ὑγιείαν* καὶ ῥώμην σῷ ἱκέτη,* ἴνα πόθω δοξάζωμέν σε,* Θεοτόκε ἁγνή,* τὴν δόξαν τῶν ἀγγέλων.

 

̉δή η’. Τὸν Βασιλέα.

Τ

ὸν Βασιλέα ὃν ἠγάπησας σφόδρα,* ὦ Εἰρήνη θεοφρον, λιταῖς σου* εὐμένισον τάχος,* ἴνα μὴ κολασθῶμεν.

 

Σ

ύ ὤ Εἰρήνη,* ἡμῶν τὰς καρδίας* εἰρήνης καὶ χαρᾶς πληροῖς, δεδοξασμένη,* διό σε ἀπαύστως* ὑμνοῦμεν, ἀθλοφόρε.

 

Τ

ὰς ἀσθενείας μου* τῆς ψυχῆς ἰατρεύεις* καὶ σαρκὸς τὰς ὀδύνας, Εἰρήνη,* διό σε δοξάζω,* Χρυσοβαλάντου κλέος.


Θεοτοκίον

Τ

ὴν Θεοτόκον* καὶ Λυτρωτοῦ τὴν μητέρα* τῶν ἀγγέλων αἱ τάξεις ὑμνεῖτε* καὶ ὑπερυψοῦτε* εἰς πάντας τοὺς αἰῶνας.

 

̉δή θ’. Κυρίως Θεοτόκον.

Ε

ἰρήνη ἀθληφόρε,* σὲ παρακαλοῦμεν* καὶ δεόμεθα, κόρη πανύμνητε,* τοὺς  ̉Ορθοδόξους ἀπαύστως* σκέπε καὶ φύλαττε.

 

Μ

ονῆς Χρυσοβαλάντου* κλέος ἀνεδείχθης* καὶ τῶν πιστῶν καταφύγιον ἄριστον,* Εἰρήνη κόρη σεμνή,* μοναζουσῶν ἡ δόξα.

 

Κ

ατάνυξιν παράσχου* ἡμῖν τοῖς ἀθλίοις,* ὑπομονὴν καὶ πτωχείαν τοῦ πνεύματος,* καὶ ἀξίωσον λιταῖς σου* ἰδεῖν Χριστοῦ τὴν δόξαν.

 

Θεοτοκίον

Π

ανάμωμε Παρθένε,* σκέπασον ἱκέτας* καὶ ἐκ χειρῶν ἀρχεκάκου διάσωσον* τοῖς δέ ποθοῦσι, Ἁγνή,* μετάνοιαν παρασχου.

 

Καὶ εὐθὺς τὰ παρόντα Μεγαλυνάρια.

ξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν Σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ  παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ* καὶ ἐνδοξοτέραν* ἀσυγκρίτως τῶν Σεραφείμ˙* τὴν ἀδιαφθόρως* Θεὸν Λόγον τεκοῦσαν,* τὴν  ὄντως Θεοτόκον* Σὲ μεγαλύνομεν.

 

Δ

εῦτε ἐφημήσωμεν οἱ πιστοί* Ὁσίαν Εἰρήνην* τῶν ἀτέκνων καταφυγή,* τῶν δὲ  ̉Ορθοδόξων προστάτιδα καὶ κλέος* καὶ πάντων τῶν ἐν θλίψει* τὸ παραμύθιον.

 

κτενῶς ἱκέτευε τὸν Θεὸν* ὑπὲρ τῆς Ἑλλάδος* εἰρηναίαν αὐτὴν τηρεῖν* καὶ λυτροῦσθαι πάντων* δεινῶν τέ καὶ κινδύνων,* μοναζουσῶν τὸ κλέος,* Εἰρήνη Πάνσοφε.

 

λαμψας τῷ πάλαι ἐν τῇ Μονῇ* τοῦ Χρυσοβαλάντου,* ὦ Εἰρήνη θαυματουργέ,* καὶ τῶν μοναζόντων* κατέστης, ἀθλοφόρε,* πρότυπον καὶ κλέος* καὶ πάντων σέμνωμα.

 

δωμεν τοὺς ἄθλους σου, ἀγαθή,* οὖς ἐν τῇ μονῇ σου* σὺ κατήγαγες ταπεινῶς* καὶ τὰς ἀρετᾶς σου* δι̉  ὧν κατεκοσμήθης,* Εἰρήνη χριστοδρόμε,* πιστῶν τὸ κλέϊσμα.

 

Π

ᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρίου,* Ἀποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι πάντες*  μετὰ  τῆς Θεοτόκου,* ποιήσατε   πρεσβείαν*  εἰς τὸ σω­θῆναι ἡμᾶς.

 

῾Ο Χορός τὸ Τρισάγιον, Πάτερ ἡμῶν.. ῾Ο ῾Ιερεύς: ῞Οτι σοῦ ἐστιν… Ὁ Χορός: ̉ Α­μήν. 

 

Εἴτα τό Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.

Δ

όξαν ρέουσαν, ὑπεριδοῦσα,* νύμφη ἄμωμος, ὤ­φθης Κυρίου* δί ̉ ἀσκήσεως, Ὁσία, ἐκλάμψασα,* ὡς οὔν Εἰρήνη τυχοῦσα τοῦ πόθου σου* ἐν ὁμονοία ἡμᾶς διαφύλαττε,* ἀξιάγαστε,* Χριστῷ τῷ Θεῷ πρεσβεύου­σα* δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 

Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ἡ Μικρὰ ἀπόλυσις. Τῶν  πιστῶν  ἀσπαζομένων  τὰς εἰκόνας  ψάλ­λομεν:

 

῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.

Χ

αῖρε, ὦ Εἰρήνη θαυμαστή.* Χαῖρε, ̉Ορθοδόξων προστάτα* καὶ τῶν πιστῶν σὺ φρουρός,* ἄλλην γάρ οὐκ ἔχομεν* ἁμαρτωλοὶ πρὸς Θεὸν* ἐν κινδύνοις καὶ θλίψεσιν* ἀεὶ μεσιτείαν* οἱ κατατρυχόμενοι ὑπὸ ποικίλων παθῶν,* σπεῦσον καὶ ἀτέκνοις παράσχου* τέκνα, θεοδόξαστε κόρη,* ὡς καὶ ὑγιείαν, καλλιπάρ­θενε.

 

Ἦχος πλ. δ΄.

Δ

έσποινα πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων Σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Τ

ὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Δ

ι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν. Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν ἐλέησον ἡμᾶς.   

̉Αμήν.

 

 

 



3. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῾Οσία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πατρὶ…, Καὶ νῦν…

Δεν υπάρχουν σχόλια: