Αναζήτηση αυτού του ιστολογίου

Παρασκευή 31 Ιουλίου 2026

ΑΥΓΟΥΣΤΟΣ . Ο ΜΗΝΑΣ ΤΗΣ ΠΑΝΑΓΙΑΣ.


Πονηρίας δαιμόνων, καὶ κακίας ἀνθρώπων ῥῦσαί με Δέσποινα, καὶ ψυχῆς τὴν νόσον, καὶ τοῦ σώματος θᾶττον θεράπευσον, ἡ τεκοῦσα μόνη, πάσης σαρκὸς καὶ τῶν πνευμάτων, ἰατρὸν καὶ Σωτῆρα καὶ Κύριον.

Συνεχόμενοις πλείστοις, πειρασμοῖς Πανάχραντε, καὶ περιστάσεσι, πανταχόθεν οἴμοι! Καὶ κλονούμενον ζάλαις καὶ θλίψεσι, περιφρούρησόν με, ὑπὸ τὴν σκέπην σου τὴν θείαν, λυτρουμένη καὶ σώζουσα πάντοτε.

Τῇ θερμῇ σου πρεσβείᾳ, τῇ πρὸς τὸν Υἱόν σου κεχρημένη Πάναγνε, ὑπὲρ τοῦ ἀχρείου, καὶ πολλὰ ἐπτακότος ἱκέτου σου, ὅπως εὕρω λύσιν, ἁμαρτιῶν μου τὸν Σωτῆρα, ἐκδυσώπησον πρὸ τῆς ἐτάσεως.

Θεοτόκε Παρθένε, καύχημα καὶ στήριγμα πιστῶν Πανάμωμε, ὦ Θεογεννῆτορ, τῆς κτίσεως πάσης Βασίλισσα, τοὺς ὐμνολογοῦντας, τὸν σὸν Υἱὸν λύτρωσαι πάσης, ἐπηρείας δεινοῦ πολεμήτορος.





Δεν υπάρχουν σχόλια: