Αναζήτηση αυτού του ιστολογίου

Τρίτη 21 Ιουνίου 2011

ΔΙΑΤΑΞΗ ΔΕΗΣΕΩΣ ΓΙΑ ΤΗΝ ΔΙΑΤΗΡΗΣΗ ΤΗΣ ΕΙΡΗΝΗΣ ΚΑΙ ΤΗΝ ΕΞΟΔΟ ΤΗΣ ΠΑΤΡΙΔΟΣ ΜΑΣ ΤΗΣ ΕΛΛΑΔΟΣ ΑΠΟ ΤΗΝ ΚΡΙΣΗ ΣΤΗΝ ΟΠΟΙΑ ΕΥΡΙΣΚΕΤΑΙ ΚΥΡΙΑΚΗ ΑΓΙΩΝ ΠΑΝΤΩΝ .

Την Κυριακή 19/6/2011 ανεπέμφθη στους Ναούς της Μητροπόλεως Θεσσαλονίκης Δέησις υπέρ αισίας αντιμετωπίσεως και υπερβάσεως της κρίσεως, την οποίαν διέρχεται η πατρίδα μας. Η πρωτοβουλία αυτή και η αναπεμφθείσα Ευχή ήτο έμπνευσις του Μητροπολίτου Θεσσαλονίκης κ.κ.ΑΝΘΙΜΟΥ.

ΔΙΑΤΑΞΗ ΔΕΗΣΕΩΣ

ΓΙΑ ΤΗΝ ΔΙΑΤΗΡΗΣΗ ΤΗΣ ΕΙΡΗΝΗΣ

ΚΑΙ ΤΗΝ ΕΞΟΔΟ ΤΗΣ ΠΑΤΡΙΔΟΣ ΜΑΣ ΤΗΣ ΕΛΛΑΔΟΣ

ΑΠΟ ΤΗΝ ΚΡΙΣΗ ΣΤΗΝ ΟΠΟΙΑ ΕΥΡΙΣΚΕΤΑΙ

ΚΥΡΙΑΚΗ ΑΓΙΩΝ ΠΑΝΤΩΝ

(19-6-2011)

ὁ Διάκονος : Εὐλόγησον Δέσποτα !

ὁ Ἱερεύς : Εὐλογητὸς ὁ Θεὸς ἡμῶν...

ὁ Χορός : Ἀπολυτίκιον τῶν ἁγίων Πάντων

Ἦχος α´ . Τῆς ἐρήμου πολίτης.

Τῶν ἁγίων ἁπάντων τὰ μυρία συστήματα, σὺν τοῖς Ἀποστόλοις, Προφήτας, Ἱεράρχας καὶ Μάρτυρας, Ὁσίων καὶ Δικαίων τοὺς χορούς, καὶ ἄθροισμα ἁγίων Γυναικῶν, καὶ σὺν πᾶσιν ἀνωνύμοις τε καὶ γνωστοῖς, ὑμνήσωμεν κραυγάζοντες· δὸξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ θαυμαστώσαντι, δόξα τῷ τὴν Ἐκκλησίαν δι᾿ ὑμῶν πυρσεύοντι.

Κοντάκιον. Τῇ Ὑπερμάχῳ Στρατηγῷ τὰ νικητήρια...

ὁ Διάκονος : Ἐλέησον ἡμᾶς ὁ Θεός...

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν...

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Πατρὸς καὶ Ἀρχιεπισκόπου ἡμῶν ...

Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ Κράτει ἡμῶν, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν Στρατοῦ, καὶ τῶν Σωμάτων Ἀσφαλείας.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι...

Ἔτι δεόμεθα ὑπὲρ τοῦ εἰσακοῦσαι...

ὁ Ἱερεύς : Ἐπάκουσον ἡμῶν ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς...

ὁ Ἱερεύς : Εἰρήνη πᾶσι.

ὁ Διάκονος : Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

ὁ Ἱερεύς : Δέσποτα πολυέλεε, Κύριε Ἰησοῦ Χριστέ..

Η ΕΥΧΗ


ὁ Διάκονος : Τοῦ Κυρίου δεηθῶμεν.


ὁ Ἱερεύς : Δέσποτα Κύριε, ὁ ἐν Τριάδι Θεὸς ἡμῶν, Σοῦ δεόμεθα καὶ Σὲ παρακαλοῦμεν, ἡμεῖς, τὰ τέκνα Σου καὶ τῆς ἁγίας Σου Ἐκκλησίας μέλη, ἁμαρτωλοὶ μέν, ἀλλ᾿ ἀγωνιζόμενοι διὰ τὸ ἀγαθὸν καὶ μετανοοῦντες ἐπὶ τοῖς ἡμῶν πλημμελήμασι καὶ εἰς Σὲ διὰ παντὸς ἐλπίζοντες καὶ εἰς Σὲ τὸν αἰώνιον Θεὸν ἡμῶν καταφεύγοντες.


Πολυεύσπλαγχνε Κύριε ὁ Θεὸς ἡμῶν, μὴ παραδώῃς ἡμᾶς εἰς τέλος διὰ τὸ ἔλεός Σου καὶ διὰ τὸ Ὄνομά Σου τὸ Ἅγιον, καὶ μὴ παρίδῃς τὸν λαόν Σου καὶ μὴ ἀποστήσῃς ἀφ᾿ ἡμῶν τὴν χάριν Σου καὶ τοὺς οἰκτιρμούς Σου, Πάτερ ἡμῶν ὁ ἐν τοῖς Οὐρανοῖς, καὶ διὰ τὰ σπλάγχνα τοῦ Μονογενοῦς Σου Υἱοῦ, καὶ διὰ τὸ ἔλεος τοῦ Ἁγίου Πνεύματος, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν.


Βοήθησον ἡμῖν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἕνεκεν τῆς δόξης τοῦ Ὀνόματός Σου. Πρόσδεξαι τὴν ἐξομολόγησιν ἡμῶν τῶν ἁμαρτωλῶν, διὰ τὸ τίμιον καὶ ἅγιον Αἷμα τοῦ Μονογενοῦς Σου Υἱοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃ ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς ἐξέχεε. Διὰ τοὺς ἁγίους Αὐτοῦ Ἀποστόλους καὶ Μάρτυρας, καὶ Ὁσίους καὶ Ὁμολογητάς, οἵτινες ἠγωνίσαντο ὑπὲρ τοῦ ὀνόματος Αὐτοῦ τὸ ἴδιον αἷμα ἔκχεαι. Διὰ τοὺς κεκοιμημένους καὶ θυσιασθέντας μακαριστοὺς ἡμῶν, προγόνους Χριστιανούς, προπάτορας, πάππους, πατέρας καὶ μητέρας καὶ ἀδελφοὺς καὶ ἀδελφάς, οἵτινες κατηγωνίσαντο ὑπὲρ τῆς πίστεως, ὑπὲρ τῆς Πατρίδος ἡμῶν καὶ ὑπὲρ τῶν ὁσίων καὶ ἱερῶν.


Καὶ νῦν Δέσποτα, ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ σῶσον ἡμᾶς διὰ τὸ Ὄνομά Σου τὸ ἅγιον, καὶ ῥῦσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν καὶ τῶν ἀδικούντων τὴν Πατρίδα καὶ τὸν Λαὸν ἡμῶν, ἐκ τῶν μεθοδειῶν καὶ μηχανημάτων καὶ παγίδων καὶ πονηρῶν ἐπιθυμιῶν τῶν ἰσχυρῶν τῆς γῆς κατὰ τῆς πατρίδος ἡμῶν. Καὶ μὴ ἀποστήσῃς ἀφ᾿ ἡμῶν τὴν Σὴν κραταιὰν βοήθειαν ὑπὲρ τῶν δικαίων τοῦ Ἑλληνικοῦ λαοῦ καὶ τῆς κατισχύσεως τῆς δικαιοσύνης εἰς τὰς διαφορᾶς ἡμῶν μετὰ τῶν συμμάχων λαῶν.


Ἐνώπιον τῆς μεγαλωσύνης Σου καὶ τῆς παγγνωσίας Σου, Κύριε ὁ Θεὸς ἡμῶν, ὁμολογοῦμεν ὅτι ἐσφάλαμεν ὡς Κράτος καὶ ὡς λαὸς κατὰ τὴν διαχείρισιν τῶν ἐμπιστευθεισῶν ἡμῖν οἰκονομικῶν καὶ χρηματικῶν εὐεργεσιῶν, ὅτι ἠχμαλωτίσθημεν εἰς τὸν πειρασμὸν τῶν ὑλικῶν ἀπολαύσεων, τοῦ εὐκόλου πλουτισμοῦ καὶ τοῦ ψυχοφθόρου εὐδαιμονισμοῦ, καὶ οὕτως ἐξετέθημεν καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἀλλ᾿ ἐπὶ γῆς, Κύριε, οὐδεὶς τέλειος καὶ οὐδεὶς ἀναμάρτητος.


Διὸ προσερχόμενοι νῦν ἐνώπιόν Σου, Κύριε, ἐκζητοῦμεν τὸ ἔλεός Σου, καὶ παρακαλοῦμεν, ὅπως στηρίξῃς πάντας ἡμᾶς, τούς τε κυβερνῶντας καὶ τὸν δεινῶς δοκιμαζόμενον λαόν, ὥστε νὰ φανῶμεν ἄξιοι τῶν ἁγίων καὶ ἡρωϊκῶν ἡμῶν προγόνων, κρατοῦντες τὴν ἐθνικὴν καὶ κοινωνικὴν ἑνότητα ἡμῶν ἀρραγῆ, καὶ ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, ἀξιωθείημεν τῆς εὐλογίας καὶ τῶν δωρεῶν τῆς Σῆς μεγαλειότητος καὶ ἀγαθωσύνης.



Παναγία Τριάς, Πάτερ, Λόγε, Πνεῦμα, ἐπίβλεψον ἐφ᾿ ἡμᾶς, στήριξον τὸν λαόν Σου, φώτισον τὸν νοῦν καὶ τὴν διάνοιαν ἡμῶν, στερέωσον ἡμᾶς ἐπὶ τὴν ὑπομονὴν καὶ τὴν καρτερίαν, δὸς φωτισμὸν καὶ σύνεσιν τοῖς ἄρχουσι καὶ τῷ λαῷ Σου, καὶ παράσχου ἡμῖν γρήγορον νοῦν, σώφρονα λογισμὸν καὶ εἰρήνην τὴν πάντα νοῦν ὑπερέχουσαν, ὅτι πολλοὶ κυκλόθεν οἱ ἐχθροὶ ἡμῶν.

Ναί, Κύριε ὁ Θεὸς ἡμῶν, διὰ τῶν πρεσβειῶν τῆς Ὑπεραγίας Θεοτόκου καὶ πάντων τῶν Ἁγίων, σῶσον, ἐλέησον, εὐλόγησον καὶ διαφύλαξον ἡμᾶς καὶ τὸν κόσμον σου ἅπαντα. Ἀμήν.

Δεν υπάρχουν σχόλια: