Αναζήτηση αυτού του ιστολογίου

Τρίτη 1 Δεκεμβρίου 2020

Μήπως μιλάει γιά το σήμερα ο Ποιητής Άγιος;

Από την σημερινή Ακολουθία, υμνογραφήματα τού Οσίου Θεοφάνη του Γραπτού.

Θεοτοκία.
Μεγάλης διὰ σοῦ εὐεργεσίας Ἄχραντε, τυχόντες σὺν Προφήταις, γεραίρομεν τὸν τόκον σου, τὸν καὶ καταξιώσαντα, ἐκ μήτρας σου τεχθῆναι, δι’ ἄκραν εὐσπλαγχνίαν, καὶ ἀναπλάσαντα τῶν ἀνθρώπων τὸ γένος.

Ὑπερευλογημένη, Παρθένε πάναγνε, τούς σε πίστει καὶ πόθῳ οἷα Θεοῦ Μητέρα σεπτήν ὑμνοῦντας, διάσωσον, τῶν κινδύνων λύουσα τὴν ἀτίθασον ἀγριότητα.

Νοεραὶ δυνάμεις σε, καὶ ἀνθρώπων, πᾶσαι γενεαί, ὡς Θεὸν γεννήσασαν δοξάζουσι διαπαντός, εὐλογημένη Πανάμωμε.

Νεύρωσον, Ἁγνή, τὸν τῆς ψυχῆς μου τόνον, λυθέντα τοῖς πταίσμασι καὶτοῖς παθήμασιν, ὅπως ὑμνήσω, Παρθένε τὸν σὸν τόκον, καὶ ὑπερυψῶσε, τὴν Κεχαριτωμένην.

Ο Προφήτης Ναούμ: Τὸ κρῖμα τῆς κατὰ τῶν ἐχθρῶν ἐκδικήσεως προεώρας, Μάκαρ, θεοπτικώτατα, τῶν καταφρονούντων δυσσεβῶς θείας μακροθυμίας καὶ ἀνοχῆς τε καὶ χρηστότητος, ἐξ ἀθεραπεύτου κακότητος.

Μήπως μιλάει γιά το σήμερα ο Ποιητής Άγιος;

Δεν υπάρχουν σχόλια: