ΟΚΤΩΒΡΙΟΣ
9. ΑΓΙΟΙ ΑΒΡΑΑΜ ΚΑΙ ΛΩΤ ΔΙΚΑΙΟΙ ΠΑΡΑΚΛΗΣΙΣ
ΟΚΤΩΒΡΙΟΣ
Θ΄.
ΑΒΡΑΑΜ
& ΛΩΤ ΔΙΚΑΙΟΙ
ΠΑΡΑΚΛΗΣΙΣ
(Γεωργίου
Γαλανόπουλου)
Ὁ Ἱερεὺς ἄρχεται
τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς
ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος
Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν
τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός
ρμβ’ (142).
Κύριε εἰσάκουσον
τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν
τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν
ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα
ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ
τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε
τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς
καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ
Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν
ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ
ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με
ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις
ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου.
Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός
Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’.
Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’.
Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ
Σταυρῷ.
Τὸν
Πατριάρχη Ἀβραὰμ υἱὸν Θάρα, φιλοξενίας τε καὶ πίστεως ἄνδρα, Θεῷ καθυπακούσαντα
θῦσαι Ἰσαάκ, μέλεσι πνευματικοῖς λαοί, μετὰ Λὼτ ἀνεψιοῦ αὐτοῦ, ἐκφυγόντος εἰς
Σηγώρ, μέλψωμεν τοῦ δικαίου, ἐπεὶ ἱλάσκουσιν ὑπὲρ ἡμῶν, ἄνακτα πάντων, τὰ
κρείττω δωρήσασθαι.
Δόξα. Καὶ
νῦν. Θεοτοκίον.
Οὐ
σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ
προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ
διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους
σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’
(50).
Ἐλέησόν
με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον
τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας
μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου
ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν
δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις
συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας,
τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί
καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν
καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ
τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι
τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους
τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ
Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ
χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ
τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς: Ἀβραὰμ καὶ Λώτ, δέξασθε ὕμνον Γεωργίου.
ᾨδὴ α΄. Ἦχος
πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀλήκτως
προσηύχου ἑνὶ Θεῷ, παντάνακτι ἔχων, πίστιν ἔσωθεν Ἀβραάμ, σὺν Λὼτ τῷ Δικαίῳ
τάχει δοῦναι, καρποφορίαν ἣν πᾶσι παράσχητε.
Βαδίσας ἐξῆλθες
πατρῷαν γῆν, Θεοῦ τῇ προστάξει, ὑπακούσας μονογενῆ, Ἰσαὰκ τοῦ θῦσαι τῷ Κυρίῳ·
διὸ πολλῶν ἀγαθῶν κατηξίωσαι.
Ῥιφθὲν οὐρανόθεν
πῦρ τὸν λαόν, Σοδόμων Γομόῤῥας, πλὴν συζύγου καὶ τέκνων Λώτ, κατέκαυσε τὸν ἡμαρτηκότα,
σὺ δὲ σωθεὶς εἰς Σηγὼρ ἡμῖν ἵλαθι.
Θεοτοκίον.
Ἁγνὴ εἰς
βοήθειαν τῶν πιστῶν, ἐλθὲ Θεομῆτορ, ἡ σαρκὶ τέξασα Χριστόν, τὸν ἥκοντα σῶσαι τοὺς
ἀνθρώπους, Ὃν παρακάλει φθορᾶς πάντας ῥύσασθαι.
ᾨδὴ γ΄. Οὐρανίας
ἁψῖδος.
Ἀῤῥαγῆ
πίστιν ἔχων τὸν Ἰσαὰκ ἔσπευσας, θῦσαι τῷ Θεῷ Πατριάρχα, ὃν ἐλυτρώσατο, εἰς δὲ
Χαρὰν ἐκ τῆς Οὔρ, ἐλθὼν Αὐτῷ συνομίλεις, σπέρμα σου πληθύναντος, ἐν πᾶσιν ἔθνεσι.
Μεταγνοὺς
Λὼτ ἐν τάχει ὑπακοῇ ἤστραψας, τῇ ἐπιστροφῇ ἐκ τῆς μέθης, ᾗ περιπέπτωκας· διὸ
γενοῦ βοηθός, καὶ δὸς εὐχάς σου Κυρίῳ, ἵνα στήλη ἅλατος, μὴ οὖν γενώμεθα.
Κακουργίας
δαιμόνων τὰς καθ’ ἡμῶν Δίκαοι, χάριτι ὑμῶν καὶ δεήσει, διασκορπίσατε, ὡς συνετοὶ
καὶ πιστοί, ὄντες ἀεὶ πρὸς τὸν Κτίστην, ὑφ’ Οὗ ηὐλογήθητε, μεγαλυνόμενοι.
Θεοτοκίον.
Ἀληθῆ
Θεοτόκον ὁμολογῶ Δέσποινα, Σὲ τὴν Θεὸν Λόγον ἀφράστως ἀποκύησασαν, Τοῦτον
δυσώπει ἀεί, ἁμαρτιῶν ἡμῖν δοῦναι, τὴν ὀφλὴν ὡς εὔσπλαγχνος, καὶ μέγα ἔλεος.
Λυτρώσασθε,
ἐκ πάσης βλάβης καὶ νόσων τοὺς ἀνυμνοῦντας, Ἀβραὰμ σὺν Λὼτ ὑμῶν μνήμην λαμπρὰν ἐν
μέλεσι, καὶ δότε πᾶσιν ἡμῖν θεῖα δῶρα.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι
τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος
β΄. Πρεσβεία θερμή.
Ἀνθρώπων
πιστῶν προσδέξασθε παράκλησιν, σὺν Λὼτ Ἀβραάμ, ψαλμοῖς ὡς προγεννήτορας, τοῦ
Χριστοῦ γεραίρομεν, τὴν ὑμῶν μνήμην ἑορτάζοντες, ὅτι Δικαίων τέταχθε χοροῖς, τῷ
θείῳ ὑπήκοντες θελήματι.
ᾨδὴ δ΄. Εἰσακήκοα
Κύριε.
Ἰσχὺν
θείαν εἰλήφατε, παρὰ τοῦ Κυρίου μακαριώτατοι, Ἀβραὰμ καὶ Λὼτ ὡς Δίκαιοι· ὅθεν ὑμᾶς
πρέσβεις Τούτῳ ἔχομεν.
Λῦσον
Πάτερ τὰ ἔνεδρα, τοῦ Ἀδὰμ καὶ Εὔαν δόλῳ ἐλάσαντος, ἐκ τρυφῆς τῆς ξύλου βρώσεως,
καὶ Θεοῦ εὐκλείας ἐπανάγαγε.
ᾨδὰς
πάντων προσδέξασθε, ὡς ὑμεῖς οἰκεῖοι Θεοῦ γενόμενοι, εὐσεβείας πλούτῳ ἕνεκεν,
καὶ πιστοῖς δωρήματα βραβεύσατε.
Θεοτοκίον.
Τὴν βροτῶν
γένος σώσασαν, ὡς Υἱὸν τεκοῦσαν Θεοῦ λυτήριον, ἁμαρτίας ἀειπάρθενον, γλῶσσαι καὶ
φυλαὶ γῆς μακαρίζουσι.
ᾨδὴ ε΄.
Φώτισον ἡμᾶς.
Δότε νῦν ἡμῖν,
Ἀβραὰμ καὶ Λὼτ δωρήματα, ἃ οὐρανόθεν ἐδέξασθε ὑμεῖς, ὅτι ἀπαύστως, πιστῶς τῷ Θεῷ
προσηύξασθε.
Ἔλασον
μακράν, ἀφ’ ἡμῶν βελῶν τοξεύματα, ὡς εἰληφὼς πολλὴν χάριν ἐκ Θεοῦ, ὅτι Ἁγίαν
Τριάδα ἐφιλοξένησας.
Ξένισον ἡμᾶς,
τοῖς σοῖς κόλποις ὡς τὸν Λάζαρον, οὗ κῦνες ἕλκη ἀπείληχον πολλά, Ἀβραὰμ Πάτερ,
καὶ πρόσχες σὺν Λὼτ παντάπασιν.
Θεοτοκίον.
Ἄχραντε Υἱόν,
τοῦ Θεοῦ γαστρὶ κυήσασα, δὸς χαρὰν ἣν ἔλαβες πᾶσιν ἡμῖν, ἰδοῦσα πρώτη, τὴν ἐκ
τάφου Τούτου ἔγερσιν.
ᾨδὴ στ΄.
Τὴν δέησιν.
Σαῤῥήφυτος,
Ἰσαὰκ ἐβλάστησεν, ὥσπερ ἄνθος Ἀβραὰμ ἐξ ὀσφῦος, Πατριαρχῶν, ὁ ἀρχῆθεν γενέτης, ὑπακοῆς
θεϊκῆς τὸ ὑπόδειγμα, ὃν ἀνυμνοῦμεν μετὰ Λώτ, ὡς Δικαίους καὶ ἄνδρας θεόφρονας.
Θεράπευσον,
Ἀβραὰμ νοσήματα, ταῖς πρεσβείαις σου καὶ πάθη δουλείας, ὁμοῦ σὺν Λώτ, τὸν Θεὸν
δυσωποῦντες, ὅτι ὡς λέων ἐχθρὸς ὠρυόμενος, σπαρᾶξαι πᾶσαν ἀπειλεῖ, λογικὴν
ποίμνην ἥνπερ περίσῳζε.
Ἐκλύτρωσαι,
Ἀβραὰμ τοὺς μέλποντας, τὴν σὴν μνήμην πειρασμῶν δὸς λιταῖς σου, ὅπως ἡμᾶς, ἐν
σκηνώσεσι θείαις, τῶν ἐκλεκτῶν κατατάξῃ ὁ Κύριος, ἐν ὥρᾳ δίκης φοβερᾷ, καὶ
δωρήσηται πᾶσι τὸ ἔλεος.
Θεοτοκίον.
Ὑπήκουσα,
συμβουλῇ τοῦ ὄφεως, ὥσπερ Εὔα πάλαι Κόρη ἀλλ’ ἄφες, Σαῖς εὐπροσδέκτοις πρὸς
Τόκον πρεσβείαις, τῶν ἐγκλημάτων σειρᾶς καὶ εἰσάγαγε, τρυφᾶν τῆς δόξης ἀγαθά, σὺν
εὐχαῖς Ἀβραὰμ τοῦ Προπάτορος.
Λυτρώσασθε,
ἐκ πάσης βλάβης καὶ νόσων τοὺς ἀνυμνοῦντας, Ἀβραὰμ σὺν Λὼτ ὑμῶν μνήμην λαμπρὰν ἐν
μέλεσι, καὶ δότε πᾶσιν ἡμῖν θεῖα δῶρα.
Ἄχραντε, ἡ
διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀβραάμ τε
καὶ Λὼτ τοῦ Θεοῦ οἱ Προπάτορες, νῦν χορείαις ταῖς τῶν ἐκλεκτῶν συναυλίζεσθε· ὅθεν
βοῶμεν ἐκτενῶς, δάκρυσι καὶ εὐχαῖς· ταχὺ ῥύσασθε ἐκ δυσχερῶν, τοὺς μακαρίζοντας
ὑμῶν, ἀληθῶς τὸ μνημόσυνον, ὅτι λαοῦ προστᾶται ἐδείχθητε Χαναναίων, καὶ ὑπὲρ τῶν
θεοσεβῶν, τὸν παντάνακτα ἱλάσκετε.
Προκείμενον:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Στ.:
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθηνθύσεται.
Εὐαγγέλιον.
Κατὰ Ματθαῖον (κεφ. Α’, 1-17)
Βίβλος
γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαυῒδ, υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ, Ἰσαὰκ
δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, Ἰούδας
δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ, Φαρὲς δὲ ἐγέννησεν τὸν Ἑσρώμ,
Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ, Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ, Ἀμιναδὰβ δὲ ἐγέννησεν
τὸν Ναασσών, Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών, Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὸζ ἐκ τῆς
Ραχάβ, Βοὸζ δὲ ἐγέννησεν τὸν Ὠβὴδ ἐκ τῆς Ρούθ, Ὠβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί, Ἰεσσαὶ
δὲ ἐγέννησεν τὸν Δαυῒδ τὸν βασιλέα. Δαυῒδ δὲ ἐγέννησεν τὸν Σολομῶντα ἐκ τῆς τοῦ
Οὐρίου, Σολομὼν δὲ ἐγέννησεν τὸν Ροβοάμ, Ροβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά, Ἀβιὰ δὲ ἐγέννησεν
τὸν Ἀσά, Ἀσὰ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ, Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ, Ἰωρὰμ δὲ
ἐγέννησεν τὸν Ὀζίαν, Ὀζίας δὲ ἐγέννησεν τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησεν τὸν Ἀχαζ,
Ἀχαζ δὲ ἐγέννησεν τὸν Ἑζεκίαν, Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησεν
τὸν Ἀμών, Ἀμὼν δὲ ἐγέννησεν τὸν Ἰωσίαν, Ἰωσίας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς
ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος. Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος
Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ, Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβάβελ, Ζοροβάβελ
δὲ ἐγέννησεν τὸν Ἀβιούδ, Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακείμ, Ἐλιακεὶμ δὲ ἐγέννησεν
τὸν Ἀζώρ, Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ, Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχείμ, Ἀχεὶμ δὲ ἐγέννησεν
τὸν Ἐλιούδ, Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν,
Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ, Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ
ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυῒδ
γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες,
καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.
Δόξα: Ταῖς
τῶν Σῶν Δικαίων...
Καὶ νῦν:
Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με...
Μὴ οὖν ἀποῤῥίψητε,
σαρκὸς τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄστατον, εἰς ὑμᾶς πρσφεύγοντα ὦ
πανόλβιοι, Ἀβραὰμ μετὰ Λώτ, Δικαίων πρόκριτοι, ἐκ δεινῶν ἐλευθερώσατε, τοῦ
πολεμήτορος, ἴασιν κατ’ ἄμφω δωρήσασθε, θλίψεων ἐξαιρούμενον, καὶ τῶν χαλεπῶν ἀλγεινῶν
τοῦ βίου, ἵνα μεγαλύνω, τὴν μνήμην ἀρετὰς καὶ θαυμαστά, ἃ κατεργάζῃτε πάντοτε,
τοῖς ψαλμοῖς γεραίρουσιν.
ᾨδὴ ζ΄. Οἱ
ἐκ τῆς Ἰουδαίας.
Μνήμην ὑμῶν
φωσφόρον Ἀβραὰμ ἐκτελοῦντες μετ’ ἀνεψιοῦ σου τοῦ Λώτ, αἰτούμεθα πρεσβείαις,
κολάσεως ῥυσθῆναι, οἱ ἀπαύστως κραυγάζοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Νοσοῦντας
θεραπεύεις ὡς εἰληφὼς τὴν χάριν θεόθεν κατὰ παθῶν τῶν Λώτ, σοὶ προσιόντων καὶ
πόθῳ ἐκβοώντων· μολυσμῶν τάχει ἴασαι, ἄλγους πικροῦ συμφορῶν, ἀνάγκης τε καὶ
βλάβης.
Ὁ ἐξελθὼν
Θεέ μου αὐτοῦ τῆς συγγενείας δείξας ὑπήκοον Σοί, ἀξίως ἐδοξάσθη, ὡς Δίκαιος ἐν
πόνοις, καὶ Πατὴρ ἀναδέδεικται, λαοῦ ἀρδεύων ἡμᾶς, χαρᾶς καὶ εὐφροσύνης.
Θεοτοκίον.
Νεκρώσας ἰσχὺν
ᾍδου ὁ τεχθεὶς ἐκ Σοῦ Μῆτερ ἐν τῷ σπηλαίῳ Χριστός, προσδέχεται τὰ δῶρα, τῶν
Μάγων Νόων ὕμνον, καὶ Ποιμένων προσκύνησιν, τὰς δ’ ἁμαρτίας ἡμῶν, αἰτεῖ τοῦ
συγχωρῆσαι.
ᾨδὴ η΄. Τὸν
Βασιλέα.
Γάννυται
μέγα, πλῆθος ἐν σοὶ Ὀρθοδόξων, καὶ Χριστῷ βοᾷ πανευφροσύνως· σῶσον ἡμᾶς Σῶτερ,
ταῖς Ἀβραὰμ πρεσβείαις.
Ἐλέους
θείου, καὶ δωρεῶν πάντας πλῆσον, ταπεινῶν φρονεῖν ἵν’ ἀνυμνοῦμεν, σὲ Λὼτ ὡς ἐργάτην,
Θεοῦ καὶ ὑπηρέτην.
Ὤφθη Ἀγγέλοις,
τρισσὶ Μαμβρῇ ὑπὸ δρῦν Σοι, Ἀβραὰμ Τριὰς ἡ Παναγία· ἣν ἀεὶ δυσώπει, ὑπὲρ τῶν σὲ
τιμώντων.
Θεοτοκίον.
Ῥῦσαι
γεέννης, τῶν οὐρανῶν πλατυτέρα, καὶ βροτῶν ἁγνὴ ἁγιωτέρα, πάντας τοὺς ὑμνοῦντας,
τὴν Σὴν κηδεμονίαν.
ᾨδὴ θ΄.
Κυρίως Θεοτόκον.
Γαλήνιον
παράσχου, Πατριάρχα βίον, πᾶσιν ἡμῖν ἱερεῦσι καὶ δούλοις Θεοῦ, καὶ ἐξελοῦ λαὸν
Τούτου, βλάβης κακώσεων.
Ἱλάσθητε
Σωτῆρι, ὅπως ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ ἡμᾶς καὶ παθῶν, τοὺς Ἀβραὰμ σὺν Λὼτ
μνήμην, ὑμῶν μελίζοντας.
Ὁ δοὺς λαῷ
σημεῖα, ὡς Θεοῦ οἰκέτης, δὸς ἡμῖν πονηροῦ φεύγειν παγίδων δεσμά, καὶ ἔσο
πρόμαχος Πάτερ, τῶν εὐφημούντων σε.
Θεοτοκίον.
Ὑψίστου
χρυσοῦς Θρόνος, πέλεις Σὺ ἐν πόλῳ· διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῶς
Θεοτόκον, ὁμολογοῦντάς Σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν
ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ
μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Νόσους ἐκδιώξατε
λοιμικάς, ἀφ’ ἡμῶν καὶ πάθη, Ἀβραὰμ σὺν Λὼτ ἀνεψιῷ, σαῖς θερμαῖς πρεσβείαις, Θεὸν
ἐκδυσωποῦντες, τῶν θλίψεων δὲ νέφη, τάχει μακρύνατε.
Εὔξασθε
πταισμάτων δοῦναι ὀφλήν, καὶ ἁμαρτημάτων, Ἀβραὰμ καὶ Δίκαιε Λώτ, σύμπαντος ὁ
Κτίστης, Οὗ τοὔνομα ἐν φόβῳ, πίστει τε καὶ δεήσει, ἐμεγαλύνατε.
Δὸς ἡμῖν ἀμείνω
ταῖς σαῖς εὐχαῖς, τὴν θείαν εἰρήνην, Ἀβραὰμ Πάτερ καὶ χαράν, λύσιν ἐπταικότων,
ταπείνωσιν ἀγάπην, φόβον Θεοῦ σὺν πίστει, καὶ μετανοίᾳ γε.
Ποίει
ποίμνης γαίας ἑλληνικῆς, σαῖς θερμαῖς πρεσβείαις, εἶναι ἄμπελον ἀληθῆ, ἵν’ ἀεὶ
τιμᾷ σε, ἐν ὕμνοις Πατριάρχα, πρὸς τρίβον μετανοίας, ἰθύνων ἕκαστον.
Παύσατε
φρυάγματα τῶν Ἐθνῶν, ἔπαρσιν Βελίαρ, καὶ πολέμους αἱματηρούς, προσευχαῖς ἀπαύστοις,
ὑμῶν θεῖοι Πατέρες, σὺν δήμοις τῶν Δικαίων, καὶ Θεοπάτορσιν.
Ἀπὸ τοῦ
Δικαίου οὖν Ἀβραάμ, ἕως καὶ τοῦ θείου, Ἰωσὴφ Μνήστορος ἁγνῆς, δέξασθε τόνθ’ ὕμνον,
Προπάτορες Κυρίου, τῶν πίστει ἐκτελούντων, ὑμῶν μνημόσυνον.
Πᾶσαι τῶν
Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά
τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό
Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς,
Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα
Πατρί…
Κύριε ἐλέησον
ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν
ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν.
Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας
τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν
διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς,
τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως
Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου,
ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δέξασθε ᾠδὰς
Λὼτ Ἀβραάμ, ὕμνους ἱερῶν τῶν τελούντων, τὴν θείαν μνήμην ὑμῶν, σὺν λοιποῖς
Προπάτορσι, τῆς θείας Γέννας Χριστοῦ, ἧς Προφῆται θεόπνευστοι, προὐδήλωσαν
πάλαι, ἐν σκιαῖς αἰνίγμασι καὶ τύποις ἐμφαντικῶς, οὗς ἀνευφημοῦμεν ἐνθέως, ὅτι ἐκ
φυλῆς τοῦ Ἰούσα, Τούτου προκατήγγειλαν ὴν ἔλευσιν.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Τὴν πᾶσαν
ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Ἀπολυτίκιον.
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Δικαίων τὰ
τάγματα Πατριαρχῶν τοὺς χορούς, Κυρίου Προπάτορας ᾄσωμεν σὺν Ἀβραάμ, καὶ Λὼτ
θείοις μέλεσιν, ἄνδρας τε καὶ γυναῖκας, Προφητῶν τὰς χορείας, ὕμνοις
θεοτερπέσιν, οἱ πιστοὶ κατὰ χρέος· πρεσβεύουσιν ἀεὶ γὰρ Θεῷ, δοῦναι σωτήρια.
Ἕτερον. Ἦχος
γ’. Θείας πίστεως.
Πάτερ ἔνδοξε,
τῆς εὐσεβείας, Ἀβραὰμ πιστὲ Θεοῦ ἐργάτα, τρεῖς Ἀγγέλους ὑπὸ δρῦν ἐξένισας, ὁ Ἰσαὰμ
σπεύσας θῦσαι Κυρίῳ σου, ὡς εὐπειθέστατος δοῦλος καὶ πάνσεπτος· ὅθεν αἴτησαι,
τοῖς Πατριάρχα τιμῶσί σε, πρεσβείαις ταῖς σαῖς πρὸς Δίκαιον Κριτὴν δοῦναι ἡμῖν
χάριν καὶ ἔλεος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου