Αναζήτηση αυτού του ιστολογίου

Δευτέρα 7 Οκτωβρίου 2024

Παρακλητικός Κανών εις τον Όσιο Ιωάννη τον Ερημίτη και των συν αυτώ 99 Πατέρων Κρήτης.






 Παρακλητικός Κανών εις τον Όσιο Ιωάννη τον Ερημίτη και των συν αυτώ 99 Πατέρων Κρήτης

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου

Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας



†Εορτάζουν στις 7 Οκτωβρίου


Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.


Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Καὶ τὰ παρόντα τροπάρια·


Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν πολυάριθμον χορὸν τῶν Ὁσίων, τῶν ἐκλαμψάντων ἐν τῇ Κρήτῃ ἐνθέως, θερμῶς καθικετεύσωμεν βοῶντες πρὸς αὐτούς· πολυτρόπων θλίψεων, καὶ ποικίλων κινδύνων, ἀσινεῖς τηρήσατε, θεοφόροι Πατέρες, τοὺς ἀδιστάκτῳ πίστει καὶ στοργῆ, τῇ ἱερᾷ ὑμῶν σκέπῃ προστρέχοντας.


Δόξα.

Ὡς τοῦ Προδρόμου μιμητὴς Ἰωάννη, καὶ κοινωνὸς τῶν χαρισμάτων τοῦ Λόγου, ἐκ τοῦ σεπτοῦ πληρώματος τῆς χάριτος τῆς σῆς, δωρεὰν πρυτάνευσον, ἀρωγῆς σου τὸν πλοῦτον καὶ τῆς προμηθείας σου, τὴν θεόσδοτον χάριν, τοῖς αἰτουμένοις, Πάτερ εὐλαβῶς, τῆς προστασίας σου τὴν ἐπισκίασιν.


Καὶ νῦν.

Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ψαλμὸς Ν´(50)

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.


Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·

Πληθύς με σώζοις τῶν ἐν Κρήτῃ Ὁσίων. Γερασίμου.


ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Πληθὺς πολυώνυμε καὶ σεπτή, τῶν διαλαμψάντων, ἐν τῇ Κρήτῃ ἀσκητικῶς, πολύολβον χάριν οὐρανόθεν, τοῖς πολλαχῶς σε τιμῶσι χορήγησον.


Λαμπτῆρες ἀδύτου μαρμαρυγῆς, διὰ πολιτείας, γεγονότες ἀγγελικῆς, φωτὸς οὐρανίου κληρονόμους, δι’ ἐναρέτου ζωῆς ἡμᾶς δείξατε.


Ἡ ἕνωσις ὄντως ἡ θεαυγής, ὑμῶν, θεοφόροι, διεστώτων συναρμογῇ, καὶ σύστασις θείας συμφωνίας, πρόκειται πᾶσι σαφεῖ ὑποδείγματι.


Θαυμάτων τὴν χάριν πεπλουτηκώς, πάτερ Ἰωάννη, ὡς τῆς χάριτος θησαυρός, θαυμάστωσον θείας ἀρωγῆς σου, τοῖς σοῖς οἰκέταις τὴν θείαν ἐνέργειαν.


Θεοτοκίον.

Ὑψίστου ἀνάκτορον ὑψηλόν, ὕψωσον τὸν νοῦν μου, ἐκ κοπρίας τῆς τῶν παθῶν, καὶ πρὸς ἀπαθείας τὰς ὑψώσεις, Θεογγεννῆτορ, ὑψόθεν με ἴθυνον.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Συνδρομὴ μακαρία, ὡς ἀληθῶς ὤφθητε, ὅσιοι Πατέρες ἐμφρόνως, ὁμονοήσαντες, ὅθεν συνδράμετε, καὶ πρὸς ὁμόνοιαν θείαν, καὶ στεῤῥὰν ἑνότητα, ἡμᾶς ἀγείρατε.


Μετανοίας τὴν τρίβον, τὴν τῆς ζωῆς εἴσοδον, οἷα ὁδηγοὶ πρὸς τὰ κρείττω, ἐξωμαλίσατε, τοῖς προσιοῦσι ὑμῖν, οἱ τὴν στενὴν εὐθυπόρως, ἀτραπὸν ὁδεύσαντες, Πατέρες ὅσιοι.


Ἐπιβαίνων ὁσίως, τοῖς Ἡλιοὺ ἴχνεσιν, ἐρημοπολίτης ἐδείχθης, θείῳ σου ἔρωτι, ὦ Ἰωάννη σοφέ, ὅθεν κἀμὲ ἐρημίας, πάσης παραβάσεως, ῥῦσαι καὶ σῶσόν με.


Θεοτοκίον.

Σωτηρίας κρηπίδα, καὶ ἀσφαλῆ ἄγκυρα, τὴν σὴν κραταιὰν προστασίαν, πλουτήσας, Δέσποινα, οὐ δειλιάσω ποτέ, τὰς τοῦ ἐχθροῦ πανουργίας, ἀλλὰ τῇ δυνάμει σου, τούτων ῥυσθήσομαι.


Διάσωσον, ἡ τῶν ἐν Κρήτῃ Ὁσίων χοροστασία, ἐκ παντοίων συμπτωμάτων καὶ θλίψεων, τοὺς ἀφορῶντας τῇ θείᾳ σου ἀντιλήψει.


Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.

Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάται ἡμῶν καὶ ἔφοροι ἀκοίμητοι, καὶ σκέπη στεῤῥά, καὶ βοηθοὶ θερμότατοι, Πατέρες οὐρανόφρονες, πειρασμῶν γεηρῶν ἀπαλλάξατε, τοὺς πεποιθότας ὑμῖν ἀτενῶς, πταισμάτων τὴν ἄφεσιν παρέχοντες.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ὡς θερμοὶ ἀντιλήπτορες, τῶν προσκαλουμένων ὑμᾶς ἑκάστοτε, τὴν λαμπρὰν ὑμῶν προμήθειαν, ἀφ’ ἡμῶν μηδόλως ἀποστήσητε.


Ζωηφόροις δεήσεσι, τὰς θανατηφόρους νόσους νεκρώσατε, καὶ ὑγίειαν χορηγήσατε, ἡμῖν τὴν κατ’ ἄμφω, παμμακάριστοι.


Οὐρανόθεν προκύψατε, τὰς ἱκετηρίους φωνὰς δεχόμενοι, τῶν αἰτούντων ἐν ταῖς θλίψεσι, τῆς ὑμῶν προνοίας τὴν χρηστότητα.


Ἱλασμὸς καὶ ἀνάψυξις, ταῖς κεκακωμέναις ὁρμαῖς τοῦ ὄφεως, γενηθήτω ταῖς πρεσβείαις σου, πάτερ Ἰωάννη ἡ ἐνέργεια.


Θεοτοκίον.

Συμπαθείας με κρείττονος, ἡ τὸν εὐσυμπάθητον Λόγον τέξασα, Θεοτόκε καταξίωσον, ἵνα μακαρίζω σε σωζόμενος.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Τίμιος ὑμῶν ἀναδέδεικται ὁ θάνατος, ἀσκηταὶ Χριστοῦ θεόληπτοι, ὅθεν πάσης ἀτιμίας ἡμᾶς ῥύσασθε.


Ὡς ἑνοειδής συναυλία πλείστοις σώμασι, κοσμικοῖς πολυσχιδίας ἐμπαθοῦς, πρὸς ἑνότητα ζωῆς ἡμᾶς ἀθροίσατε.


Νέκρωσον ἡμῶν, Ἰωάννη θεοδόξαστε, τὴν ὀργῶσαν ἁμαρτίαν τῆς σαρκός, καὶ θανάτου ψυχικοῦ ἡμᾶς ἐξέγειρον.


Θεοτοκίον.

Ἔλαμψεν ἐκ σοῦ, ὁ Ὑπέρθεος, Πανάμωμε, ἐν μορφῇ τῇ καθ’ ἡμᾶς δίχα τροπῆς, καὶ ἐχθροῦ τὴν δυναστείαν ἐτροπώσατο.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.

Ναμάτων, ζωαρχικῶν πληρούμενοι, οὐρανίου εὐφροσύνης τὴν δρόσον, καὶ τῆς εἰρήνης τὰ ἔνθεα ῥεῖθρα, ποταμηδὸν θεοφόροι ἐκβλύσατε, τοῖς θλιβομένοις ἀπηνῶς, προσβολαῖς τοῦ δεινοῦ κοσμοκράτορος.


Κυμάτων, βιωτικῶν τοὺς λαίλαπας, καὶ δεινῶν πειρατηρίων τὴν ζάλην, κυοφοροῦσαν ἡμῖν ἀγωνίας, καὶ τὴν ἀπώλειαν ἤδη ὠδίνουσαν, οἷα λιμένες τῶν πιστῶν, εἰς γαλήνην, Πατέρες, ἀγάγετε.


Ῥημάτων, ἐκπληρωταὶ τῆς χάριτος, θεϊκῶν δικαιωμάτων ἐργάτας, καὶ πληρωτὰς ἐνταλμάτων ἀχράντων, ὁλοσχερεῖ διαθέσει ἐργάσασθε, τοὺς μακαρίζοντας ὑμᾶς, θεοφόροι Πατέρες μακάριοι.


Ἡ χάρις σε, τοῦ Σωτῆρος ἔθαλπε, τὴν τοῦ σώματος γυμνότητα φέρειν· ὅθεν ἡμᾶς νοερῶς γυμνωθέντας, τῇ σωστικῇ σου πρεσβείᾳ περίθαλψον, καὶ ἀρετῶν καταστολαῖς, Ἰωάννη, τοὺς δούλους σου ἔνδυσον.


Θεοτοκίον.

Τὴν ἄστεκτον, καὶ ὑπέρθεον φύσιν, δεξαμένη ἐν γαστρί σου Παρθένε, δίχα φθορᾶς μετὰ σώματος τίκτεις, ὃν ὁ Πατὴρ πρὸ αἰώνων ἐγέννησεν, ἀναγεννήσεως καινῆς, ἀξιοῦντα τοὺς σὲ μακαρίζοντας.


Διάσωσον ἡ ἐν Κρήτῃ Ὁσίων χοροστασίᾳ, ἐκ παντοίων συμπτωμάτων καὶ θλίψεων, τοὺς ἀφορῶντας τῇ θείᾳ σου ἀντιλήψει.


Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.

Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Πολυστέλεχε δῆμε καὶ πάντιμε, καθαρώτατα σκεύη τοῦ Πνεύματος, οἱ τῶν Ἀγγέλων κοινωνοί, Πατέρες εὐκλεεῖς, ἐν πειρασμοῖς ἀναψυχή, καὶ ἐν ταῖς νόσοις ἰατροί, τοῖς βοῶσι γενήθητε, σπεύσατε οὐρανόθεν, καὶ λύσατε τὴν μανίαν, καὶ τὰς δεινὰς ἐπιφοράς, τὰς καθ’ ἡμῶν τοῦ πολεμήτορος.


Προκείμενον.

Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται, ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Στίχος. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν.


Εὐαγγέλιον.

Ἐκ τοῦ κατὰ Ματθαῖον.

(Κεφ. ια΄ 27-30).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.


Δόξα.

Ταῖς τῶν σῶν Ὁσίων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Δῆμε πολυάριθμε, θεοειδὴς συναυλία, ἱερὲ κατάλογε, σύνταγμα ὁμόψυχον καὶ θεόλεκτον· ἀσκηταὶ Ὅσιοι, μοναστῶν κανόνες, ἐν ἀγάπῃ καὶ χρηστότητι, ἡμᾶς ἑνώσατε, τῆς φιλαδελφίας τὸν σύνδεσμον, τηρεῖν ἀδιαχώριστον, καὶ σκανδάλων λύειν τὰ αἴτια· ἵνα ὁμοφρόνως, εὐάρεστοι γενόμενοι Θεῷ, ἐν παῤῥησίᾳ δοξάσωμεν, τὸν ὑμᾶς δοξάσαντα.


Σῶσον ὁ Θεὸς τὸν λαόν σου…


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἠθροισμένοι ἐνθέως, τῇ τοῦ Λόγου ἀγάπῃ, Πατέρες ὅσιοι, συντάξατε νομίμως ἡμᾶς ἐκλελυμένους, ἐπηρείᾳ τοῦ ὄφεως, τοῦ ὁμοφώνως βοᾷν· Χριστὲ εὐλογητὸς εἶ.


Οἱ τὸ ἄφθαρτον ὕδωρ, ἐκ πηγῶν αἰωνίων, Πατέρες, βλύζοντες, τὴν φλόγα τῆς ἀπάτης καὶ πῦρ τῆς ἐμπαθείας, ἐν ἡμῖν κατασβέσατε· καὶ τὰς ἐννοίας ἡμῶν, δροσίσατε ἀύλως.


Συμφορῶν τὰς ὀδύνας, ἀναγκῶν τὰς ἀνίας, παθῶν τὸν τάραχον, σαρκὸς τὰς ἀλγηδόνας καὶ τῶν ψυχῶν τὰ βάρη, ἐξ ἡμῶν ἀπελάσατε, τῶν εὐφημούντων ἡμῶν, Πατέρες, τοὺς ἀγῶνας.


Ἰατὴρ ἀσθενούντων, χορηγὸς ἀπορούντων τῶν ὑπὲρ ἔννοιαν, πυρσὸς θαλαττευόντων καὶ ὅρμος τῶν ἐν ζάλῃ, Ἰωάννη, γεγένησαι· διὸ βοήθει κἀμοί, πάντοθεν βαλλομένῳ.


Θεοτοκίον.

Ὡραιόμορφε Κόρη, ἡ τὸν κάλλει ἀσύγκριτον Υἱὸν τέξασα, ψυχῆς μου τὰς ἀμόρφους ὡράισον ἰδέας καὶ βοῶντά με φώτισον· εὐλογημένη σὺ εἶ, Θεὸν σαρκὶ τεκοῦσα.


ᾨδὴ η΄. Τὸν Βασιλέα.

Νομίμου βίου, καὶ καθαρᾶς πολιτείας, πρὸς ἐγρήγορσιν ἐγείρατε, Πατέρες, τοὺς κεκαρωμένους, ὕπνῳ τῆς ῥαθυμίας.


Γεηπονοῦντες, ἁμαρτημάτων τὴν λύσιν, τοῖς προστρέχουσιν ὑμῶν τῇ ἀντιλήψει, ῥύσασθε Πατέρες, ἡμᾶς τῆς ἐξαπάτης.


Ἐξ ἀφροσύνης, καὶ ἐφαμάρτου ἁγνοίας, διασώσατε ἀλύμαντον τὸν νοῦν μου, γνώσει καὶ φρονήσει, φρουροῦντές με, Πατέρες.


Ῥῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, τοῖς τὸ ἔλεος τὸ σὸν ἐπιζητοῦσι· σὺ γὰρ Ἰωάννη, θαυμάτων βρύεις ῥεῖθρα.


Θεοτοκίον.

Ἀγεωργήτως, τὸν Ποιητὴν τῶν αἰώνων, γεωργήσασα Ὑπερευλογημένη, κατάκαρπόν με δεῖξον, ἐν ἀρεταῖς ἁγίαις.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Συνόντες, θεοφόροι, τάξεσιν ἀύλοις, ἐξ ὑλικῶν καὶ ἀΰλων κακώσεων καὶ πολυπλόκων κινδύνων ἡμᾶς λυτρώσασθε.


Ἰάσεων τὸν πλοῦτον, νέμοντα πλουσίως, τὰ ἱερὰ ὑμῶν λείψανα, Ὅσιοι, ταῖς δωρεαῖς ταῖς ἀῤῥήτοις ἡμᾶς πλουτίζουσι.


Μεγίστων χαρισμάτων, κατηξιωμένος, ὁ τῶν Ὁσίων κατάλογος μέγιστος, μεγίστης δόξης μετόχους ἡμᾶς ἀνάδειξον.


Ὁ τῆς χάριτος τήν κλῆσιν, φέρων, Ἰωάννη, χάριτος θείας ῥανίδα μοι ὄμβρισον, καὶ δωρεὰν σεσωσμένον δεῖξόν με, Ὅσιε.


Θεοτοκίον.

Ὑπέρφωτε λυχνία, Κεχαριτωμένη, τῆς μετανοίας τὸ φέγγος μοι αὔγασον, καὶ κληρονόμον με δεῖξον τῆς ἄνω λήξεως.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.


Καὶ τὰ παρόντα Μεγαλυνάρια,

Τοὺς συνηθροισμένους γνώμῃ στεῤῤᾷ, καὶ ὁμοφροσύνῃ, διαπρέψαντας ἀκραιφνεῖ· τοὺς ἐν νήσῳ Κρήτῃ, ὡς εἶς σώμασι πλείστοις, λαμπρῶς ἀγωνισθέντας, Πατέρας μέλψωμεν.


Χαίροις θεοφόρε παρεμβολή, πανοσία φάλαγξ, ἐκκλησία ἀσκητική· χαίρετε ἀστέρες ἐνθέου ἁρμονίας, Πατέρες θεοφόροι, Ἀγγέλων σύσκηνοι.


Ζήλῳ ἡσυχίας κατατρωθείς, ὤφθης ἰχνηλάτης, τοῦ Προδρόμου ὡς ἀληθῶς· ὅθεν Ἰωάννη, πράξει καὶ θεωρίᾳ, σαφῶς εὐδοκιμήσας, λαμπρῶς δεδόξασαι.


Γύμνωσιν τοῦ σώματος ἐνεγκών, τοῦ ἐχθροῦ τελείως, ἀπεγύμνωσας τὰς βουλάς· ὅθεν γυμνωθέντα, κἀμὲ δι’ ἀγνωσίαν, ἔνδυσον Ἰωάννη, χιτῶνα χάριτος.


Πόνοις ἰσαγγέλου διαγωγῆς, ὄρη τὰ τῆς Κρήτης, ἡγιάσατε μυστικῶς· ἡμῖν δὲ θεοφόροι, ἁγιασμὸν καὶ χάριν, ἐκ τοῦ σεπτοῦ τεμένους, ὑμῶν βραβεύσατε.


Ἤδη συνεστῶτες τοῖς νοεροῖς, καὶ τὴν ὑμνῳδίαν, ἀναφέροντες τῷ Θεῶ, πάρεστε, Πατέρες, ἡμῖν ἐν ταῖς ἀνάγκαις, καὶ ὥρᾳ τοῦ θανάτου, ἀρωγοὶ ἕτοιμοι.


Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,

καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.


Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,

καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.


Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ

τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.


Δόξα.

Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.


Καὶ νῦν.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.


Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·


Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πλήθη ἀναγκῶν καὶ συμφορῶν, καὶ ἀλλεπαλλήλων κινδύνων, ἔφοδοι ἔπνευσαν, καὶ περιταράσσουσιν ἡμῶν τὴν ὕπαρξιν, καὶ τελείαν ἀπώλειαν, ἡμῖν ἀπειλοῦσιν· ὅθεν διασώσατε τῆς τούτων ῥύμης ἡμᾶς· πύργοι γὰρ ἡμῖν σωτηρίας, καὶ παραμυθία ἐν βίῳ, ὅσιοι Πατέρες, ἀνεδείχθητε.


Πλήρης συμπαθείας ὧν θερμῆς, πλήρης ἀγαθότητος, Πάτερ, καὶ ἱλαρότητος, πλήρωσον δεόμεθα τὰς παρακλήσεις ἡμῶν· τῶν πταισμάτων αἰτούμενος, τὴν λύσιν θεόθεν, καὶ τὴν ἀπολύτρωσιν ἐπερχομένων δεινῶν· σὺ γὰρ βοηθὸς, Ἰωάννη, τῶν χειμαζομένων ἐδείχθης, καὶ τῶν σὲ τιμώντων πρέσβυς ἄριστος.


Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.


Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.


Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ἀμήν.



Δεν υπάρχουν σχόλια: