Αναζήτηση αυτού του ιστολογίου

Παρασκευή 18 Οκτωβρίου 2024

Παρακλητικός Κανών εις τον Απόστολο και Ευαγγελιστή Λουκά

 


Παρακλητικός Κανών εις τον Απόστολο και Ευαγγελιστή Λουκά

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 18 Οκτωβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια·

 

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ὑποφήτης τῶν Χριστοῦ μυστηρίων, Λουκᾶ θεόφρον Μαθητὰ τοῦ Σωτῆρος, διὰ παντὸς ἱκέτευε δεόμεθα· πάσης ἡμᾶς ῥύεσθαι, συμφορᾶς καὶ ἀνάγκης, τοὺς πιστῶς προστρέχοντας, τῷ ἁγίῳ ναῷ σου· σὺ γὰρ προστάτης πέφηνας ἡμῶν, καὶ ἀρωγός, καὶ μεσίτης πρὸς Κύριον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Βοήθει ἡμῖν Λουκᾶ παμμάκαρ. Γερασίμου.

Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Βοήθειαν δίδου ταῖς σαῖς λιταῖς, Λουκᾶ θεηγόρε, τοῖς ἐν πίστει εἰλικρινεῖ, τῷ θείῳ προστρέχουσι ναῷ σου, καὶ τὴν θερμήν σου αἰτοῦσιν ἀντίληψιν.

Ὁ μέγας προστάτης τῶν εὐσεβῶν, Λουκᾶ θεηγόρε, ἀπὸ πάσης ἐπιβουλῆς, καὶ βλάβης ἐχθροῦ τοῦ ἀοράτου, ῥύου ἡμᾶς τοὺς ἀεὶ σὲ γεραίροντας.

Ἡλίου ἀκτῖσι τοῦ νοητοῦ, λαμπόμενος μάκαρ, ὡς Ἀπόστολος εὐκλεής, λῦσον τῶν παθῶν ἡμῶν τὸ σκότος, Λουκᾶ θεόφρον φωτὶ τῆς σῆς χάριτος.

Θεοτοκίον.
Θεὸν συλλαβοῦσα ἄνευ φθορᾶς, καὶ τέξασα Κόρη, ὑπὲρ φύσιν μετὰ σαρκός, ἐκ φθοροποιῶν με νοημάτων, τῶν τυῤῥανούντων με θᾶττον ἀπάλλαξον.

Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐκ παντοίων κινδύνων καὶ συμφορῶν λύτρωσαι, καὶ πολυειδῶν συμπτωμάτων καὶ περιστάσεων, τῇ προστασίᾳ σου, τὸν σὸν λαὸν θεηγόρε, τὸν προσατενίζοντα, τῇ ἀντιλήψει σου.

Ἰσχυρόν σε προστάτην καὶ βοηθὸν ἕτοιμον, ἔχοντες Λουκᾶ θεηγόρε ἐκ πάσης θλίψεως, ἄτρωτοι μένομεν, καὶ εὐχαρίστῳ καρδίᾳ, τὴν κηδεμονίαν σου, ἀνακηρύττομεν.

Τῇ θερμῇ σου πρεσβείᾳ πρὸς τὸν Χριστὸν ἔνδοξε, τεῖχος ἡμῖν γένοιτο θεῖον, καὶ ἀπερίτρεπτον, ἐχθρῶν ἀπείργουσα, τὰς χαλεπὰς ἐπιθέσεις, καὶ χαρὰν τὴν κρείττονα, ἡμῖν παρέχουσα.

Θεοτοκίον.
Μητροπάρθενε Κόρη ἡ τὸν Θεὸν τέξασα, καὶ μετὰ τὸν ἄφραστον τόκον παρθένος μείνασα, τὸν νοῦν μου κάθαρoν, ἐκ μολυσμῶν ἀκαθάρτων, καὶ παθῶν χειρώσεως, ῥῦσαί με δέομαι.

Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἀπόστολε θεηγόρε, ἐκ παντοίων ἐπιφορῶν τε καὶ θλίψεων, Λουκᾶ τοὺς σπεύδοντας πίστει τῇ χάριτί σου.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Χριστοῦ Μαθητής, καὶ ἱερὸς Ἀπόστολος, ὑπάρχων Λουκᾶ, προστάτης ἑτοιμότατος, ἡμῶν ἐδείχθης Ἅγιε· διὰ τοῦτο πιστῶς ἐκβοῶμέν σοι· μὴ διαλίπῃς πρεσβεύων Χριστῷ, διδόναι ἡμῖν πταισμάτων ἄφεσιν.

Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰατρὸς πέλων ἔνθεος, ἴασαι τὰ πάθη ψυχῆς καὶ σώματος, τῷ φαρμάκῳ τῆς σῆς χάριτος, ὦ Λουκᾶ τῶν πίστει προσιόντων σοι.

Νοσημάτων καὶ θλίψεων, καὶ δυσπραγιῶν ποικίλων ἁπάλλαξον, τοὺς προστρέχοντας τῇ σκέπῃ, Εὐαγγελιστὰ Λουκᾶ μακάριε.

Λαμπρυνόμενος χάριτι, τοῦ σοῦ διδασκάλου Λουκᾶ Ἀπόστολε, λάμπρυνόν μου τὴν διάνοιαν, τὴν ἐσκοτισμένην πολλοῖς πάθεσι.

Θεοτοκίον.
Ὄρος θεῖον προγράφει σε, κατασκιαζόμενον θείῳ Πνεύματι, ὁ Ἀββακοὺμ ὁ ἐνθεώτατος, Θεοτόκε μόνη Μητροπάρθενε.

Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψιστον Θεόν, τοῖς βροτοῖς προσομιλήσαντα, ὃν ἐκήρυξας Λουκᾶ ἐπὶ τῆς γῆς, καθικέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κόπασον Λουκᾶ, τῶν παθῶν ἄγρια κύματα, ἀπειλοῦντα ἡμῖν ὄλεθρον δεινόν, καὶ εἰρήνην ἡμῖν αἴτει ἀστασίαστον.

Ἄνωθεν ἡμῖν, συμπαθῶς βλέψον Ἀπόστολε, τοῖς ἑστῶσι τῇ Εἰκόνι σου πιστῶς, καὶ παράσχου ἡμῖν πᾶσι τὰ αἰτήματα.

Θεοτοκίον.
Πάθεσι σαρκός, ὑποτέταγμαι ὁ δείλαιος, ἀλλὰ Δέσποινα σὺ δίδου μοι ἰσχύν, τοῦ ἐκφεύγειν τοῦ ἀλάστορος πᾶν νόημα.

Ὠδὴ στ΄. Τὴν δέησιν, ἐκχεῶ.
Ἀχείμαστον, οἷα ὅρμον εὑρόντες, τὸν σὸν ἅγιον ναὸν θεηγόρε, τῷ ἐν τρικυμίαις καὶ ζάλαις τοῦ βίου, τούτῳ Λουκᾷ εὐλαβῶς καταφεύγοντες, λυτρούμεθα τῶν δυσχερῶν, καὶ γαλήνης τελείας πληρούμεθα.

Μεγίστων, ἀξιωθεὶς χαρισμάτων, ὡς Ἀπόστολος Χριστοῦ θεηγόρος, μεγάλων πόνων ἡμᾶς ἀπαλλάττεις, καὶ πάσης βλάβης καὶ λύπης καὶ θλίψεως, τοὺς πολιοῦχόν σε θερμόν, κεκτημένους Λουκᾶ ἱερώτατε.

Μὴ παύσῃ, ταύτῃ τῇ πόλει παρέχων, τὴν σεπτήν σου προστασίαν καὶ χάριν, ὅτι τῇ σῇ ἀρωγῇ ἐγκαυχᾶται, καὶ τῷ ναῷ σου προστρέχει κραυγάζουσα· ῥύου ἡμᾶς ἀεὶ Λουκᾶ, δυσπραγίας ἁπάσης καὶ θλίψεως.

Θεοτοκίον.
Ἀγγέλων, ἁγιωτέρα ὑπάρχεις, ἀσυγκρίτως Παναγία παρθένε, ὡς τὸν πανάγιον Λόγον τεκοῦσα, ἁγιασμὸν ἡμῖν πᾶσι παρέχοντα· διὸ ἁγίασον κἀμοῦ, καὶ ψυχὴν καὶ καρδίαν καὶ ἔννοιαν.

Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἀπόστολε θεηγόρε, ἐκ παντοίων ἐπιφορῶν τε καὶ θλίψεων, Λουκᾶ τοὺς σπεύδοντας πίστει τῇ χάριτί σου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.

Ὥσπερ λιμένα κατέχοντες ἄκλυστον, τὸν σὸν ναὸν ἐν αὐτῷ καταφεύγομεν, καὶ ζάλης ἁπάσης ῥυόμεθα, Λουκᾶ τῇ σῇ ἀντιλήψει καὶ χάριτι, Χριστὸν τὸν Σωτῆρα δοξάζοντες.

Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στίχος. 
 Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖου.
(Κέφ. ι΄ 1-8).
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς κώμην Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες· ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα.
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Γλῶσσαν θεοκίνητον, τῇ θεϊκῇ ἐπιπνοίᾳ, πλουτήσας ἐχάραξας, τοῦ Χριστοῦ τὸ Ἅγιον Εὐαγγέλιον, καὶ φωτὸς ἔμπλεως, τοῦ ἐπουρανίου, γεγονὼς Λουκᾶ ἀπόστολε, σκότους ἀπάλλαξον, πάσης ἀσθενείας καὶ θλίψεως, καὶ νόσων καὶ κακώσεων, καὶ παντὸς σκανδάλου τοῦ ὄφεως, τοὺς σοὶ προσιόντας, εἰρήνην καὶ ὑγιείαν καὶ χαράν, καὶ τῶν πταισμάτων, πᾶσιν ἐξαιτούμενος.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Κατὰ πάσης κακίας καὶ πικρὰς τυραννίδος τοῦ πολεμήτορος, ἰσχὺν ἡμῖν παράσχου, Λουκᾶ θαυματοφόρε, καὶ παθῶν σβέσον ἄνθρακας, τῇ ἐπομβρίᾳ τῆς σῆς, ἁγίας προμηθείας.

Ἀσθενοῦσι τὴν ῥῶσιν, καὶ δεινῶς θλιβομένοις τὴν ἀπολύτρωσιν, καὶ πᾶσιν ἀθυμοῦσι, καὶ κατατρυχομένοις, θλιβεραῖς περιστάσεσιν, ἴασιν δίδου Λουκᾶ, καὶ δυσχερῶν τὴν λύσιν.

Ῥοῦν δεινῶν παθημάτων κατακλύζοντα πάντας ῥοπῇ τοῦ χείρονος, τοῖς ῥείθροις τῶν πολλῶν σου, ἀνάστειλον χαρίτων, καὶ ἡμᾶς καταδρόσισον, τοὺς φλεγομένους Λουκᾶ, πυρὶ τῆς ἁμαρτίας.

Θεοτοκίον.
Γνώμην θείαν μοι δίδου, καὶ τῷ φόβῳ Κυρίου τὸν νοῦν μου τείχισον, ὡς ἂν τοῦ πολεμίου, ἐκφύγω τὰς πλεκτάνας, ὁ προστρέχων τῇ σκέπῃ σου, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, καὶ τύχω σωτηρίας.

Ὠδὴ η΄. Τὸν Βασιλέα.
Ἐν εὐλαβείᾳ, τῇ ἱερᾷ σου Εἰκόνι, παριστάμενοι Λουκᾶ σοὶ ἐκβοῶμεν· δίδου ἡμῖν πᾶσι, δυσχερειῶν τῇ λύσιν.

Ῥῶσιν σωμάτων, καὶ τῶν ψυχῶν σωτηρίαν, ἡμῖν αἴτησαι Λουκᾶ παρὰ Κυρίου, τοῖς ἐκδεχομένοις, τὴν σὴν ἐπιστασίαν.

Ἀγαλλιᾶται, αὕτη ἡ πόλις πλουτοῦσα, πολιοῦχόν σε Λουκᾶ καὶ τὰς αἰτήσεις, παρὰ σοῦ λαμβάνει, ὑμνοῦσά σου τὴν χάριν.

Θεοτοκίον.
Σύ μου προστάτις, καὶ ἀσφαλὴς σωτηρία, Παναμώμητε δεδοξασμένη Κόρη, ὅθεν τῇ σῇ σκέπῃ, προστρέχω καθ᾿ ἑκάστην.

Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺν ἡμῖν παράσχου, ἐν ταῖς δυσχερείαις, καὶ ταῖς ἀνάγκαις τοῦ βίου καὶ θλίψεσι, Λουκᾶ πίστει τοῖς προστρέχουσι τῇ πρεσβείᾳ σου.

Μανίας τοῦ βελίαρ, φύλαττε ἀτρώτους, καὶ πολυπλόκων σκανδάλων Ἀπόστολε, τοὺς ἀδιστάκτῳ καρδίᾳ σὲ μεγαλύνοντας.

Ὁ ἅγιος ναός σου, πάντας ἁγιάζει, τοὺς ἐν αὐτῷ εἰσιόντας Ἀπόστολε, διὸ κἀμὲ ἐξαγίστων πράξεων κάθαρον.

Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, μεθοδειῶν τῶν ποικίλων τοῦ ὄφεως, καὶ φωτισμοῦ οὐρανίου τοῦτον ἀξίωσον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Μύστης τοῦ Σωτῆρος θεοειδής, Εὐαγγελιστής τε, καὶ Ἀπόστολος εὐκλεής, Λουκᾶ ἀναδείχθης, τῇ θείᾳ ἐπιπνοίᾳ, καὶ πᾶσι καταλάμπεις, τὸ φῶς τῆς χάριτος.

Ἴασαι ψυχήν μου τὴν ἀσθενῆ, ἰατρὸς ὑπάρχων, καὶ Ἀπόστολος τοῦ Χριστοῦ, Λουκᾶ θεηγόρε, καὶ ῥῶσιν καὶ ὑγιείαν, τῷ σώματί μου δίδου, καθικετεύω σε.

Αἴγλη διαλάμπων τῇ τοῦ Χριστοῦ, τοῦ Εὐαγγελίου, ὤφθης θεῖος μυσταγωγός, καὶ γράμμασι τοῦτο, σοφῶς διαχαράττεις, ὡς τῶν ἀῤῥήτων μύστης, Λουκᾶ Ἀπόστολε.

Παύλῳ τῷ θεόπτῃ ἀκολουθῶν, σὺν αὐτῷ κηρύττεις, τὴν ἀπόῤῥητον τοῦ Χριστοῦ, σάρκωσιν ἐν κόσμῳ, Λουκᾶ καὶ ἐν ταῖς Θήβαις, τῆς Βοιωτίας δρόμον, τὸν θεῖον ἤνυσας.

Θεῖον πολιοῦχόν σε καὶ φρουρόν, Λουκᾶ θεηγόρε, κεκτημένοι τῷ σῷ ναῷ, σπεύδομεν ἐν πίστει, καὶ τῇ σῇ προστασίᾳ, λαμβάνομεν ταχέως , ἃ ἐξαιτούμεθα.

Φύλαττε ἀτρώτους πάσης ὀργῆς, λοιμῶν λαοφθόρων καὶ κινδύνων καὶ συμφορῶν, Λουκᾶ θεηγόρε, τοὺς ἀρωγὸν καὶ ῥύστην, καὶ θεῖον ἀντιλήπτορα κεκτημένους σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. 
(Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔχων, παῤῥησίαν πρὸς Χριστόν, Εὐαγγελιστὰ θεηγόρε, Λουκᾶ Ἀπόστολε, πρέσβευε δεόμεθα, λυτροῦσθαι πάντοτε, τοὺς πιστῶς σοι προσπίπτοντας, ἐκ πάσης ἀνάγκης, πόνων καὶ κακώσεων, καὶ νοσημάτων πικρῶν, σὺ γὰρ ἡμῶν μέγας προστάτης, καὶ τῷ σῷ ναῷ προσιόντες, πάθη ἀθυμίας ἐκλυτρούμεθα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Λουκᾶ τὴν παράκλησιν πρόσδεξαι ταύτην
ἣν σοι Γεράσιμος ὑφάνας προσάγει.


Δεν υπάρχουν σχόλια: