Αναζήτηση αυτού του ιστολογίου
Σάββατο 13 Δεκεμβρίου 2025
ΘΗΚΑΡΑ ΜΟΝΆΧΟΥ ΠΡΟΣΕΥΧΈΣ 14 ΑΙΩΝΑ. ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΤΥΠΙΚΩΝ
ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΤΥΠΙΚΩΝ
Αγόμενος πάλιν ἐντεῦθεν, λέγε πρῶτον Τρισάγιον, τὸ Κύριε ἐλέησον (ιβ'). Δόξα,
Καὶ νῦν. Εἶτα τὸν Ὕμνον τοῦτον·
Δ
Ὕμνος εἰς τὰ Τυπικά
Δόξα τῇ ἀρχετύπῳ καὶ θεαρχικῇ καὶ πηγαίᾳ σου αγαθότητι· ἡ ὑπὲρ ἅπαντα ὑπερανάρχως καὶ ὑπερουσίως
ὑπεριδρυμένη παναγία Τριάς· ἡ μία καὶ ἁπλῆ καὶ ὑπερπλήρης θεαρχικωτάτη θεότης· ἡ ὑπὲρ αἰτίαν ὑπερφυῶς προτέλειος καὶ ὑπερτελὴς αὐτοτελεταρχία· ἡ ἄναρχος ἀρχὴ
πασῶν ἀρχῶν ὑπερεξηρημένη, καὶ ἀναίτιος οὐσία πασῶν οὐσιῶν ὑπεριδρυμένη, καὶ οὐσίας παράγουσα καὶ τὰς ἀπὸ τῶν οὐσιῶν ἐκβάσεις.
Δόξα τῇ θεαρχικῇ καὶ πηγαίᾳ σου ἀγαθότητι· ἡ ἐπι-
κρατὴς καὶ προκατάρχουσα πάντων ἑνωτικὴ καὶ συγκρατικὴ καὶ ἐρωτικὴ δύναμις· τὰ μὲν ὑπέρτερα κινοῦσα ἐπὶ πρόνοιαν τῶν καταδεεστέρων, τὰ δὲ ὁμόστιχα πάλιν εἰς κοινωνικὴν ἀλληλουχίαν, καὶ ἐπ᾿ ἐσχάτων τὰ ὑφειμένα πρὸς
τὴν τῶν κρειττόνων ἐπιστροφήν· ἡ πάντα θεωμένη καὶ
πάντα περιθέουσα, καὶ ἐπὶ πάντα ἐκτεταμένη ἄναρχος καὶ ἀτελεύτητος τῶν ἁπάντων πρόνοια· ἡ πάντων ἑνωτικὴ καὶ ἀρχισυνάγωγος καὶ συμπληρωτικὴ καὶ συστατικὴ εἰρήνη.
Δόξα τῇ θεαρχικῇ καὶ πηγαίᾳ σου
ἀγαθότητι ἡ ἀπειρόφωτος καὶ ἀπειρομεγέθης καὶ ἀπειροδύναμος, οὐσιο.
ποιός τε καὶ ζωοποιὸς καὶ σοφοποιός, πάντων αἰτία και ἀποπληρωτικὴ ἀποπεράτωσις· ἡ ὑπὲρ πᾶσαν ὑπεροχικώς
ἀγαθότητα ἁπλῆ, αὐτοκίνητος, αυτενέργητος, προοῦσαν πάντων καὶ ὑπεροῦσα· ἐξ ἧς πᾶσα ἀγαθὴ πρόοδος και
ἐρωτικὴ κίνησις· ἡ ἁπλῆ καὶ πηγαία ζωή τε καὶ δόξα και δύναμις, καὶ σοφία καὶ εἰρήνη καὶ πρόνοια, καὶ ἀεὶ κατὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα· ἡ μόνη τῶν καλῶν τε καὶ τῶν ἀγαθῶν παντελὴς παγκτησίαν καὶ ἀμετάπτωτος βεβαιότης.
Δόξα τῇ θεαρχικῇ καὶ πηγαίᾳ σου ἀγαθότητι· ὁ ὑπερούσιος ἥλιος Πατήρ· τὸ ἀκατάληπτον καὶ φρικτὸν καὶ ἡδύτατον ὄνομα, τὸ παντὸς ὑπεριδρυμένον ὀνομαζομένου ὀνόματος· ἄβυσσος οὐσίας, λόγου, σοφίας, δυνάμεως, θεότητος, φωτός· πηγὴ ἀγαθότητος, γεννητικὴ καὶ προβλητική.
Δόξα τῇ θεαρχικῇ καὶ πηγαίᾳ σου ἀγαθότητι· ὁ ὑπερούσιος ἥλιος Υἱός, Λόγος ἄβυσσος· ἡ οὐσιώδης καὶ ζῶσα εἰκὼν τοῦ ἀοράτου Θεοῦ· ἡ καταρκτικὴ τῆς τῶν ἁπάντων
ποιήσεως· τελεία ὑπόστασις ἐκ τελείας ὑποστάσεως, γεννωμένη ἐκ τοῦ Πατρὸς ὡς οἶδας αὐτός.
Δόξα τῇ θεαρχικῇ καὶ πηγαίᾳ σου ἀγαθότητι· ὁ ὑπερούσιος ἥλιος τὸ Πνεῦμα τὸ ἅγιον, Πνεῦμα ἄβυσσος· ἡ ἐκφαντορικὴ τοῦ κρυφίου τῆς θεότητος καὶ τῆς ἀγαθότητος δύναμις τοῦ Πατρός· τὸ τελεσιουργὸν τῆς τῶν ἁπάντων ποιήσεως· τελεία ὑπόστασις ἐκ τελείας ὑποστάσεως, ἐκπορευομένη ἐκ τοῦ Πατρὸς ὡς οἶδας αὐτός.
Δόξα τῇ θεαρχικῇ καὶ πηγαίᾳ σου ἀγαθότητι· ἡ ἐν τρισὶ
τελείαις ὑποστάσεσι γνωριζομένη καὶ πιστευομένη· ἀσυγχύτως ἡνωμέναις καὶ ἀδιαστάτως διαιρουμέναις· μία καὶ ἁπλῆ καὶ ἀμερὴς ἔλλαμψις καὶ ἐνέργεια, πανταχοῦ οὖσα ἐν τοῖς μεριστοῖς ἀμερίστως ποικιλλομένη· καὶ πάντα τὰ μεριστὰ ἐφαρμόζουσα.
Δόξα τῇ θεαρχικῇ καὶ πηγαίᾳ σου ἀγαθότητι· ἡ ἄκτι
στις παγκρατορία, ἡ αὐτοϋπεράναρχος μακαριότης, ἡ ἀπερινόητος ἀοριστία· ἡ ὑπὲρ ἔννοιαν κρυφιότης, ἡ μόνη τῶν πάντων στάσις καὶ κίνησις· ἡ παντὸς κόσμου καὶ ὅρου καὶ θεσμοῦ καὶ τάξεως διανέμησις· ἡ πᾶσιν ἑκάστῳ τὰ τῆς οἰκείας φύσεως συστατικὰ διανέμουσα· ἡ συνέχουσα θεοπρεπῶς τὰ πάντα καὶ περιέχουσα καὶ ἀνακαινίζουσα καὶ
ἐπαρκοῦσα· καὶ πᾶσαν συνοχὴν ἀσφαλιζομένη, μηδεμιᾷ καταλήψει ἢ τόπῳ ἢ χρόνῳ περιεχομένη.
Δόξα τῇ θεαρχικῇ καὶ πηγαίᾳ σου ἀγαθότητι· ἡ ἐπιβάλλουσα ἡμῖν τὰς γλυκείας ὠδῖνας τοῦ θείου σου καὶ παντοκρατορικοῦ ἔρωτος· τὸ κάλλος τὸ ὑπὲρ πᾶν κάλλος ἁπλοῦν, ἀγαθόν, ἵλεον· τὸ ὄντως ὑπερθαύμαστον καὶ ἀξιέβαστον καὶ ἀκόρεστον· σφοδρῶς μὲν καθαπτόμενον τῆς τετρωμένης ψυχῆς, λόγῳ δὲ δηλωθῆναι ἀδύνατον· ἡ τρέφουσα νοητῶς καὶ ἁγιάζουσα καὶ ἐνισχύουσα πάντας τοὺς
ἐπὶ τὴν σὴν ἀγαθότητα ἱερῶς ἀναγομένους καὶ τῆς οἰκειας δόξης μετόχους ποιοῦσα.
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου