Αναζήτηση αυτού του ιστολογίου

Πέμπτη 18 Δεκεμβρίου 2025

ΘΗΚΑΡΑ ΜΟΝΆΧΟΥ ΠΡΟΣΕΥΧΈΣ 14 ΑΙΩΝΑ. Εὐχαριστία τῇ Κυριακῇ, Δευτέρᾳ καὶ Πέμπτη ΕΥΧΑΡΙΣΤΙΑ





Εὐχαριστία τῇ Κυριακῇ, Δευτέρᾳ καὶ Πέμπτη
ΕΥΧΑΡΙΣΤΙΑ


Τῇ Κυριακῇ, τῇ Δευτέρᾳ καὶ τῇ Πέμπτῃ
Προοίμιον μετ᾿ Εὐχῆς
Τα ἐλέη σου Κύριε εἰς τὸν αἰῶνα ἄτομαι. Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι τῷ ὀνόματί σου ὕψιστε, ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω.
Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου τῆς δρόσου τῆς χάριτός σου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.
Φώτισον τὴν βέβηλον καὶ σκοτεινὴν καρδίαν μου Δέσποτα, καὶ ἐνίσχυσόν μου τὸν ῥᾴθυμον νοῦν σὺν τῷ ἀθλίῳ μου σώματι, ἀνυμνεῖν τολμῶντος κατὰ δύναμιν τοὺς οἰκτιρμούς σου καὶ τὰ θαυμάσιά σου.
Καὶ δώρησαί μοι τῷ ἀχρείῳ καὶ ἀναξίῳ δούλῳ σου ἀνδρείαν πνευματικὴν ἐν ὑπομονῇ καὶ λογισμὸν ἀκαταίσχυντον, ὅπως ἀόκνως καὶ ἀπροσκόπως ἰσχύω ἀνύειν τὴν λειτουργίαν μου· ὅτι πᾶν δώρημα τέλειον, ἄνωθεν ἐστὶ καταβαῖνον ἡμῖν ἐκ σοῦ τοῦ Πατρὸς τῶν φώτων.
Δ
Ὕμνος εὐχαριστήριος μετὰ τὴν τετάρτην Ὠδὴν
Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου μόνε ἀγαθέ· ἀκατάληπτε, ἀκατανόητε, ἀνεξερεύνητε, τρισάγιε Κύριε Παντοκράτορ· ὁ μεταστήσας ἡμᾶς ἐκ τῆς πλάνης τοῦ φθορέως διαβόλου, καὶ φωτίσας ἡμᾶς ἐσκοτισμένους ὄντας τῇ

Εἰς τὴν τετάρτην Ὠδὴν
Απλάνῃ, καὶ δοὺς προστάγματα σωτηρίας εἰς ἀπόλαυσιν τῶν μελλόντων αἰωνίων σου ἀγαθῶν.
Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου Κύριε· ὁ δοὺς ἡμῖν ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι· ὁ διὰ λουτροῦ παλιγγενεσίας χαρισάμενος ἡμῖν τὴν υἱοθεσίαν, καὶ μετόχους ἡμᾶς ποιήσας τοῦ ὀνόματός σου τοῦ ἁγίου.
Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου Κύριε· ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν· ὁ μὴ παρορῶν τὸν ἁμαρτάνοντα, ἀλλὰ θέμενος αὐτῷ ἐπὶ σωτηρίαν μετάνοιαν· ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.
Διαδοχή
Δεῦτε πάντες οἱ λελυτρωμένοι διὰ τοῦ Κυρίου οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθρῶν· καὶ ἐκ τῶν χωρῶν συνήγαγεν ἡμᾶς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῷ.
Ασωμεν καὶ δοξάσωμεν τὰς δυναστείας αὐτοῦ· μεγαλύνωμεν τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ· ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Στιγμὴ πρώτη.
Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου Κύριε· ὁ τῶν ἀγαθῶν ἀπάντων Θεός, ἡ τῆς ἀειζωίας καὶ τῆς δόξης πηγήν ὁ ἀόριστος καὶ ὑπεράναρχος καὶ ἀνέκφραστος νοῦς· ὁ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ Πατὴρ καὶ τοῦ παναγίου Πνεύματος προβολεύς· ὁ ἐπισκεψάμενος ἐν ἐλέει και οἰκτιρμοῖς τὴν ταπείνωσιν ἡμῶν· ὁ λάμψας φῶς σωτηρίας διὰ τῆς ἐνανθρωπήσεως τοῦ Μονογενούς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν, καὶ χαρισάμενος ἡμῖν τοῖς ἀναξίοις τὴν μακαρίαν κάθαρσιν· ὁ τὴν δωρεὰν τοῦ παναγίου καὶ ζωοποιοῦ σου Πνεύματος τοῖς ἁγίοις σου καταπέμψας ἀποστόλοις εἰς ἐπίγνωσιν καὶ φωτισμὸν τοῦ παντος κόσμου· ἔτι τῷ βίῳ καὶ ἡμῖν ἀγαθοπρεπῶς εἰς κλῆρον ἀναφαίρετον τοῖς πιστοῖς ἀεὶ παρέχων.
Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου Κύριε· ὁ τοῦ Πατρὸς Μονογενὴς Υἱὸς καὶ Λόγος, τὸ ἀκένωτον πέλαγος τῆς εὐσπλαγχνίας· ὁ διὰ τὴν ἄφατόν σου φιλανθρωπίαν σε αυτὸν τῷ πεσόντι ἑνώσας ἀτρέπτως, καὶ μέχρι παθῶν ἀπαθῶς ὑποκύψας· ὁ εἰς "Αδου καταβὰς καὶ μοχλοὺς ἡμῖν αἰωνίους συντρίψας· καὶ τοῖς μὲν κάτω καθειργμένοις, ἄνοδον ὑποδείξας· τὸν δὲ ἀρχέκακον καὶ βύθιον δράκοντα σειραῖς ζόφου δεσμεύσας ἐν ταρτάρῳ, καὶ ἐν πυρὶ ἀσβέστῳ διὰ τῆς ἀπειροδυνάμου σου κατασφαλισάμενος ἰσχύος· ὁ χειραγωγήσας τὸ γένος ἡμῶν πρὸς τὸ φῶς· καὶ τῇ θνητῇ φύσει, ζωὴν αἰώνιον δωρησάμενος.
Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου Κύριε· τὸ πανάγιον Πνεῦμα τὸ πληροῦν ἀγγέλους, τὸ ἁγιάζον δυνάμεις, τὸ συνέχον τὰ σύμπαντα· τὸ ὅλον ἐν σεαυτῷ ὄν, καὶ εἰς πᾶσαν τὴν κτίσιν διαιρούμενον, καὶ διανέμον ὡς βούλει τὰ χαρίσματα· τὸ ἐμπνέον προφήταις, τὸ ἐνισχύον βασιλεῖς, τὸ ζωοποιοῦν τοὺς νεκρούς· τὸ ἐνεργοῦν τὰ χαρίσματα τῶν ἱαμάτων, τὸ καταρτίζον δικαίους, τὸ σεμνῦνον σώφρονας

Εἰς τὴν τετάρτην οδην
Τὸ υἱοθετοῦν τοὺς ἠλλοτριωμένους, τὸ ὅλον ἑκάστῳ ἐνοιχοῦν, καὶ ὅλον μένον μετὰ Θεοῦ· τὸ ὅλον ἐν οὐρανοῖς ὂν καὶ τὴν γῆν πληροῦν, καὶ πανταχοῦ πεφυκὸς καὶ οὐδαμοῦ περιεχόμενον.
Διαδοχή
Ἅγιος εἶ ὁ Θεὸς ὁ παντοκράτωρ καὶ πανάγιος· καὶ μεγαλοπρεπὴς ἡ δόξα τῆς βασιλείας σου·
Ὁ τὸν κόσμον οὕτως ἀγαπήσας, ὥστε τὸν Μονογενῆ σου Υἱὸν δοῦναι ἡμῖν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον.
Ὃς κατηύγασε καὶ ἐφώτισε τὰς καρδίας ἡμῶν, καὶ ἀνεγέννησεν ἡμᾶς εἰς ἐλπίδα ζῶσαν, καὶ εἰς κληρονομίαν ἄφθαρτον διὰ τῆς αὐτοῦ τριημέρου ἐκ νεκρῶν ἀναστάσεως.
Τριαδικὸν
Μίαν σε φύσιν ἀνυμνῶ τὴν τρισήλιον τῆς θεότητος ἔλλαμψιν·
Τρία σε περὶ τὸ ἓν πρόσωπα μέλπω μοναρχικῶς ἀπαστράπτοντα
Τρισυπόστατόν σε καὶ ἀπαράλλακτον δοξάζω μορφὴν μίαν.
Στιγμὴ δευτέρα.
Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου Κύριε· ὁ διαφόρους τρόπους σωτηρίας ὑποδείξας ἡμῖν· ὁ προσκαλεσάμενος ἡμᾶς εἰς τὴν ἀνεκλάλητον καὶ ἁγίαν βασιλείαν σου· ὁ ἀγαθότητι νικῶν τὴν ὑπερβάλλουσαν κακίαν ἡμῶν· ὁ καὶ τὴν ἐπιστροφὴν παρέχων ἡμῖν, καὶ ὑπανοίγων ἑτοίμως καὶ ἱλαρῶς τὰ φιλάνθρωπα σπλάγχνα σου παντὶ τῷ ἐπιστρέφοντι καὶ γνησίως μετανοοῦντι σοι.
Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου Κύριε ὁ βραδὺς εἰς ὀργὴν καὶ ταχὺς εἰς βοήθειαν· ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα· ὁ ἐλεῶν μετ᾽ ἐπιεικείας καὶ σῴζων μετὰ σοφίας καὶ ὑπερορῶν ἀνομίας καὶ ἀδικίας.
Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου Κύριε· ὁ ποθῶν ἰδεῖν μετάνοιαν ἁμαρτωλοῦ καὶ χαίρων ἐπὶ διορθώσει ψυχῆς· ὁ συγχωρῶν ἡμῖν τῇ μετανοίᾳ τὰ ἄπειρα πταίσματα καὶ χάριτι δικαιῶν· ὁ πάντων τὴν ἐπιστροφὴν ἀναμένων τε καὶ ποιῶν.
Διαδοχή
Ἐξομολογησάσθωσάν σοι Κύριε τὰ ἐλέη σου καὶ τὰ θαυμάσιά σου τοῖς υἱοῖς τῶν ἀνθρώπων· καὶ θυσάτωσάν σοι θυσίαν αἰνέσεως καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα σου ἐν ἀγαλλιάσει.
Ὑψωσάτωσαν τὸ ὄνομά σου τὸ ἅγιον κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, ὅτι ἀγαθὸς καὶ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος τὸ ἔλεός σου.
Αἰνοῦμεν σε, εὐλογοῦμεν σε, προσκυνοῦμεν σε· εὐχαριστοῦμεν σοι, δοξολογοῦμεν σε Τριὰς ἁγία, ὁ Θεὸς δόξα σου.
Ὅτι Θεὸς ἐλέους καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναξίοις χείλεσι καὶ αἴνεσιν καὶ εὐχαριστίαν, πρὸς δὲ καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι· τῇ μιᾷ θεότητι, τῇ μιᾷ δυνά-λμει, τῇ μιᾷ βασιλείᾳ· τῷ μόνῳ ὑπερανάρχῳ καὶ ὑπερουσίῳ καὶ δημιουργῷ τῶν ἁπάντων ἐν Τριάδι Θεῷ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ σῶσον με (γ΄)
Κύριε ἐλέησον (γ)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
[Καὶ εὐθὺς τὴν πρώτην Εὐλόγησιν (βλ. σελ. 186)]

ΩΔΗ ΠΕΜΠΤΗ
Προσευχὴ Ἠσαΐου τοῦ προφήτου.
Ἠσαΐου πρόρρησις, εὐχὴ τὸ πλέον.
Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν.
κ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς.
Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
Πέπαυται γὰρ ὁ ἀσεβής· πᾶς, ὃς οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήθειαν οὐ μὴ ποιήσει· ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν
Κυρίου.
Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν· γνόντες δέ, αἰσχυνθήτωσαν.
Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται.
Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν.
Κύριε ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς· Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.
Οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσουσι· διὰ τοῦτο ἐπήγαγες καὶ ἀπώλεσας καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν.
Πρόσθες αὐτοῖς κακὰ Κύριε, πρόσθες αὐτοῖς κακὰ τοῖς ἐνδόξοις
Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου· ἐν θλίψει μικρᾷ ἡ παιδεία σου τῆς γῆς ἡμῖν.
Καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραγεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου καὶ ἐτέχομεν πνεῦμα σωτηρίας, ὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς. Οὐ πεσούμεθα, ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
Διὰ τὸν φόβον σου Κύριε ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν,

Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται.
Βάδιζε λαός μου, εἴσελθε εἰς τὸ ταμιεῖον σου, ἀπόκλεισον τὴν θύραν σου· ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου.

Δεν υπάρχουν σχόλια: