Αναζήτηση αυτού του ιστολογίου

Τετάρτη 12 Αυγούστου 2026

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον της Ιερᾶς Μονῆς Σταγιάδων Τρικάλων. Ποίημα Γεωργίου Θ. Μηλίτση, διδασκάλου.

 

 Ιερὰ Μονὴ Κοιμήσεως Θεοτόκου Σταγιάδων Τρικάλων.

 

Ιερά Μονή Κοιμήσεως της Θεοτόκου Σταγιάδων - Γεωπάρκο Μετεώρων – Πύλης

 

Εἰς τὴν περιοχὴ τῶν Χασίων βρίσκεται ἡ ῾Ι. Μ. Σταγιάδων, βορει­οδυτικὰ τῆς Καλαμπάκας, ποὺ εἶναι κτισμένη σὲ ὑψόμετρο 750 μ. Τὸ μοναστήρι ἀρχικὰ ἦταν ἀνδρικὸ ἀλλὰ τὸ 1968 μὲ ἐνέργειες τοῦ τότε ἁγίου Μητροπολίτου Τρίκκης καὶ Σταγῶν κυροῦ Διονυ­σίου μετατράπηκε σὲ γυναικεῖο, ἐπειδὴ κοιμήθηκε καὶ ὁ τελευ­ταῖος μοναχὸς του.

   Πρώτη καθηγουμένη ἦταν ἡ μοναχὴ Θεονύμφη ἡ ὁποία μὲ τὴν βοήθεια τῶν ἀδελφῶν τὸ ἔδωσαν νέα ζωὴ καὶ τὸ ἔκαναν γνωστὸ πέρα ἀπὸ τὴν περιοχὴ του. Σήμερα ἡ μονὴ δέχεται προσκυνητὲς ἀπὸ ὅλα τὰ μέρη τῆς πατρίδας μας ποὺ καταφεύγουν σ̉ αὐτὴν γιὰ νὰ προσκυνήσουν τὴν θαυματουργὸ εἰκόνα τῆς Θεοτόκου καὶ νὰ ζητήσουν ἀπὸ τὴν χάρη Της ὑγεία καὶ ὅτι ἄλλο ἐπιθυ­μοῦν.

   Τὸ καθολικὸ τῆς Μονῆς, ποὺ εἶναι στὸ κέντρο τοῦ περιβόλου της, εἶναι ἀφιερωμένο στὴν Μητέρα τοῦ Κυρίου μας, εἶναι σταυ­ροειδὴς τετράστυλος μὲ ἀρίστης τέχνης τοιχογραφίες. ῾Ο νάρ­θηκας τοῦ καθολικοῦ εἶναι διακοσμημένος μὲ τοιχογραφίες τῶν μέσων τοῦ 18ου αἰ, ἀπὸ τὸν Χιοναδίτη ζωγράφο Μιχαὴλ τοῦ Μιχαήλ.

   Κατὰ τὴν παράδοση τὸ μοναστήρι χτίστηκε τὸ 1004, γι̉ αὐτὸ τὸ 2004 τὸ μοναστήρι γιόρτασε πανηγυρικὰ τὰ χίλια χρόνια τῆς πα­ρουσίας του.

   Τὸ μοναστήρι πανηγυρίζει στὶς 15 Αὐγούστου .





 

Παρακλητικς Κανν

ες τν Υπεραγίαν Θεοτόκον

τς Ιερς Μονς Σταγιάδων Τρικάλων.

 

Ποίημα Γεωργίου Θ. Μηλίτση, διδασκάλου

 

Ελογήσαντος το Ιερέως ἀναγιγνώσκεται ὁ Ψαλ­μὸς ρμβ´ (142ος) Κύριε, εἰσάκου-σον ... εἶταΧορὸς λέγει τὸ : Θεὸς Κύριος, ... (τετράκις)   Ἦχος δ´, ἐν συνεχείᾳ τὰ παρόντα Τροπάρια.


Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.

 ̉Εν τῇ Μονῇ τῶν Σταγιάδων πάντες προσέλθω­μεν* καὶ τῇ εἰκόνι τῆς Θεοτόκου προσπέσωμεν* ἐν μετα­νοίᾳ κράζοντες ἐκ μέσης ψυχῆς,*  Πάναγνε, θεράπευ­σον* σοὺς ἀχρείους ἱκέτας,* σπεῦσον καὶ βο­ήθησον* τοὺς θερμῶς σὲ βοῶντας* μὴ ἀποστρέ­ψῃς ἱ­κέ­τας κε­νοὺς* σὲ γὰρ προστάτιν καὶ φύλακα ἔχο­μεν. 

 

Δόξα Πατρὶ …

  Ἀπολυτίκιον. Ἦχος α’. Τς ρήμου πολίτης ...

Σταγιάδων Μονὴ χαῖρε,* ἐν τοῖς κόλποις κατέχου­σα,* ὥσπερ θησαυρὸν μέγα σφόδρα* Θεοτόκου εἰ­κόνισμα* πρὸς ὃ καταφεύγουσι πιστοὶ* αἰτοῦ­ντες ὑ­γιείαν δαψιλή,* ὡς καὶ τέκνα ἀναθρέψαι θεοφι­λῶς* διὸ πάντες βοῶμεν σοι˙* Χαῖρε, ῎Αχραντε Μῆτερ τοῦ Θεοῦ˙* Χαῖρε,  ̉Αγγέλων τὸ καύχημα˙* Χαῖρε, τῶν  ̉Ορ­θοδόξων σὺ φρουρὸς ὁ ἀνύστακτος.  

 

Καὶ νῦν καὶ ἀεὶ … Θεοτοκίον.

Οὐ σιωπήσομεν πότε, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀναξιοι˙* εἰ μὴ γὰρ σὺ προΐστασο πρε­σβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύ­νων;* Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀ­ποστῶμεν, Δέσποινα, ἐκ σού˙* σοὺς γὰρ δούλους σώ­ζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

ΕἶταΝʹ (50ος) Ψαλμς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].

 

δὴ αʹ.  Ἦχος πλ. δʹ   Ὑγρὰν διοδεύσας…

Τὰς χείρας μου αἵρω ἱκετικῶς* πρὸς σέ, Θεοτόκε,* κα αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν τάχος παράσχου σῷ ἱκέτῃ* Μονῆς Σταγιάδων, φρουρὲ ἀκατάβλητε.

 

Τὴν σήν, Θεοδόξαστε Μαριάμ,* θερμὴν προστασί­αν* ὁ ἀχρεῖος θερμῶς ποθῶ* ἣν σὺ παράσχου τῷ σῷ ἱκέτῃ,* Μονῆς Σταγιάδων, κλέος κα καύχημα. 

 

Τὰ πάθη ἐκύκλωσαν τὴν ψυχήν, * ἐμοῦ τοῦ ἀ­θλίου,* διό   τρέμω  κα  δηλιῶ* κα  τὴν  σὴν  βοήθειαν αἰ­τοῦμαι,* ἵνα ῥυσθῶ τοῦ πυρός τῆς κολάσεως.

 

Θεοτοκίον.

Μονὴν Σταγιάδων, Θεοῦ τροφέ,* κατέστησας, Κόρη, ἰατρεῖον ἀσθενειῶν,* διὸ οἱ ποθοῦντες ὑ­γιείαν* με­τὰ δακρύων ἐν ταύτῃ προσέρχονται.  

 

δὴ γʹ. Οὐρανίας ἁψῖδος…

Προστασίαν οὐκ ἔχω παρ̉  οὐδενός, ῎Αχραντε,* διὸ σοι καταφεύγω ὁ τάλας,* Κόρη πανύμνητε,* κα ταπεινῶς ἐκζητῶ * τὴν σὴν βοήθειαν, Μῆτερ,* ἣν σὺ παράσχου, Δέσποινα,* τάχος ἱκέτῃ Σου.

 

̉Εν Μονῇ Σταγιάδων* ἱκετικῶς ἅπαντες* κα γονυ­κλινῶς, Θεοτόκε,* πόθῳ προσφεύγουσι* κα ἐκ­ζητοῦσι θερμῶς* ἀμπλακημάτων τὴν λύσιν* κα δε­σμῶν τοῦ ὄφεως,* Κόρη Πανύμνητε.

 

Τὴν μονὴν σου, Παρθένε,* ἐκ πειρασμῶν φύλαττε* κα τὰς ἐν αὐτῇ ἀσκουμένας* σκέπε, Φιλάγαθε.* Τοὺς δὲ εἰσιόντας ἐν αὐτῇ* τέλη ἀνώδυνα δίδου* κα εἰρή­νην δώρησαι,* ὤ Θεοδόξαστε.

 

Θεοτοκίον.

῾Ραθυμίας ἐργάτης,* κατέστην ὁ ἄθλιος,* διὸ πρὸς Σὲ καταφεύγω* καὶ πόθῳ δέομαι,* σπεῦσον ταχὺ, Μα­ριάμ,* καὶ σῶσον, Κόρη, ἱκέτην,* καὶ Υἱόν Σου, ῎Αχραντε, Σὺ ἐξευμένισον.

 

Διασωσον* ἐκ πάσης νόσου ἱκέτας Σου, Θεομή­τωρ,* ὅτι πάντες πρὸς Σὲ καταφεύγομεν* ὡς ἔ­χουσα τῷ Θεῷ παῤῥησίαν.

 

 ̉Επιβλεψον* ἐν εὐμενεία, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Δέησις ὑπὸ τοῦ Ἱερέως καὶ τὸ κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ.

Σὺ πρέσβυς θερμὸς* κα τεῖχος ἀπροσμάχητον* ἐ­δείχθης, σεμνή,* καὶ κόσμου καταφύγιον* ἐκτε­νῶς βοῶμεν σοί,* Θεοδόξαστε κόρη, πρόφθασον* καὶ ἐκ κιν­δύνων λύτρωσαι ἡμᾶς,* Παρθένε, Σταγιάδων  τὸ καύ­χημα.

 

δὴ δʹ. Εἰσακήκοα Κύριε…

Τῶν παθῶν μου τὸν τάραχον,* Θεοτόκε ῎Αχραντε, καταπράϋνον* καὶ τὸν κλείδωνα κατεύνασον* τῶν ἐμῶν πταισμάτων, Θεοδόξαστε.

 

Τὴν Μονὴν Σου ἀνάδειξον* τῆς ̉Ορθοδοξίας τεῖχος ἀπόρθητον* κα τὰς ἐν αὐτῇ ἀσκουμένας* μετὰ Σου οἰκίσαι καταξίωσον.

 

῾Υπὲρ πάντων ἱκέτευε* τὸν Υἱὸν σου, κόρη ἀξιοτίμη­τε,* καὶ τὰς τύψεις μου κατεύνασον* διὰ μετα­νοίας, Θεονύμφευτε.

 

Θεοτοκίον.

Θεοτόκε πανάχραντε,* τὸν υἱὸν σου σκέπε καὶ διαφύ­λαττε* καὶ τὸ στόμα μου διάνοιξον,* τοῦ δοξάζειν Σε Θεοκοινώνητε.

 

δὴ εʹ. Φώτισον ἡμᾶς… 

Δώρησον καμέ* ὑγιείαν καὶ ταπείνωσιν,* πνεῦμα συ­νέσεως καὶ φόβον Θεοῦ*, ἵνα ὑμνῶ σὲ ἀπαύ­στως, Παρθένε Δέσποινα.

 

῾Ρήματα Θεοῦ* διετήρεις ἐν τῇ καρδίᾳ σου,* Παρθε­νομῆτερ ἀξιάγαστε,*  τοῦτο  ἀξίωσον  κἀγώ ποιῆ­σαι δέομαι.

 

῞Υπνον ἐλαφρὸν* κα ἀνάπαυσιν τοῦ σώματος* πα­ράσχου πάντες δεόμεθα θερμῶς* κα ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη κοίμησον. 

 

Θεοτοκίον.

῎Αχραντε θερμῶς,* ἱκετεύω Σε ὁ ἄθλιος,* ἐκ τῶν πα­γίδων ἀρχεκάκου ἐχθροῦ,* τὸν Σὸν ἱκέτην,* ἀπαύ­στως Μαριάμ, προστάτευσον.

 

δὴ στʹ. Τὴν δέησιν. 

Παρθένε, τῶν Σταγιάδων προστάτα* σοὶ προσέρχο­μαι ἐν πόθω καὶ πίστει* καὶ ἐκζητῶ σὴν βο­ήθειαν, Μῆτερ,* ἵνα ρυσθῶ ἐκ τῶν θλίψεων τάχυον,* ἐκ νό­σων τὲ καὶ πειρασμῶν* καὶ ποικίλων  παγίδων  τοῦ  ὄφεως.

 

Θανάτου τοῦ αἰφνιδίου ρῦσαι με* τὸν ἀνάξιον ἱκέ­την σου, Μῆτερ,* καὶ ἐκ φθορᾶς καὶ ποικίλων παγί­δων* τοῦ ἀρχεκάκου ἐχθροῦ τάχος μὲ λύτρωσον,* ὦ κλέος  τῶν χριστιανῶν,* ἐκ τῶν παθῶν λιταῖς σου διάσωσον.

 

Παρθένε, σοι καταφεύγομεν πάντες* καὶ πρὸς σὲ χείρας αἴρομεν πόθῳ* τὸν σὸν Υἱὸν κα­θικέτευε, κόρη,* ἵνα ῥυσθῶμεν ἡμεῖς οἱ ἀχρείοι ἱκέται σου* ἐκ πάντων  τῶν  διαπλοκῶν,* ἃς   ὄφις  ἐκφαίνει, Πανύμνητε.

 

Θεοτοκίον.

Νευρώσεις Σύ, ἀπελαύνεις, Ἄχραντε,* κα τὰς νό­σους θεραπεύεις Σῶν δούλων,* καὶ ταῖς ψυ­χαῖς ἱκε­τῶν Σου παρέχεις,* ἀκαταπαύστως βοήθειαν ἔνδο­ξε˙* Σοῦ  δέομαι   δυσμενής,* τῆς  ψυχῆς μου  τὰ ὄμ­ματα ἄνοιξον.

 

Διάσωσον* ἐκ πάσης νόσου ἱκέτας Σου, Θεομή­τωρ,* ὅτι πάντες πρὸς σὲ καταφεύγομεν* ὡς ἔ­χουσα τῷ Θεῷ παῤῥησίαν.

 

῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν  τεκοῦσα  δυσώ­πησον,* ὡς  ἔχουσα μητρικὴν παῤῥησίαν.

 

   Κα πάλιν Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ εἶτα τὸ

Κοντάκιον. Ἦχος β´. Προστασία.

Σὺ προστάτις τῶν χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτις πρὸς Θεὸν, Παρθένε, ταχύτατος,* μὴ παρί­δης ἁμαρτωλῶν ἱκέτιδας φωνᾶς,* ἀλλὰ πρόφθα­σον, ὦ Μαριάμ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν θερμῶς δεο­μένων σοί.* Λῦσον σὺ τὰς στειρώσεις* καὶ τέκνα πι­στοῖς παρά­σχου,* Μονῆς Σταγιάδων φρουρὲ* καὶ πι­στῶν δόξα καὶ καύχημα.

 

Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ’.

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς)

 

Στίχος. κουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρς σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλ­λους σου.

Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθή­σομαι.

 

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀ­κροά­σεως …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου, τὸ  ̉Ανάγνωσμα. Πρόσχωμεν.

῾Ο Χορός: Δόξα σοι, Κύριε δόξα σοι.

 

 ̉Εν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπο­ρεύ­θη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πό­λιν Ἰ­ούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπά­σατο τήν Ἐλισάβετ˙ καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισά­βετ τὸν ἀ­σπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύμα­τος Ἁγίου ἡ Ἐλι­σάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγά­λῃ, καὶ εἶπεν˙ Εὐ­λογημένη σὺ ἐν γυναιξί, καὶ εὐλο­γημένος ὁ καρ­πὸς τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μή­τηρ τοῦ Κυρίου μου πρὸς με; ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτη­σεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου, καὶ μα­καρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙ Μεγαλύ­νει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλ­λίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐ­πέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ˙ ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί, ὅτι ἐ­ποίησέ μοι μεγα­λεῖα ὁ δυνα­τός, καὶ ἅγιον τὸ ὄνομα αὐ­τοῦ. Ἔμεινε δὲ Μαριὰμ  σὺν  αὐτῇ ὡσεὶ  μῆνας τρεῖς, καὶ  ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

 

῾Ο Χορός: Δόξα σοι, Κύριε δόξα σοι.

 

Δόξα Πατρὶ καὶ Υἱῷ… Ἦχος β´.

Ταῖς τῆς Παναχράντου, πρεσβείαις Ἐλεῆμον, ἐξά­λει­ψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

 

Καὶ νῦν καὶ ἀεὶ…

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλει­ψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχος: λεῆμον, ἐλέησον μὲ ὁ Θεὸς κατὰ τὸ  μέγα  ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἑξά­λειψον τὸ ἀνόμημά μου.

 

Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι...

Μὴ ἐγκαταλείπης μέ,* Μονῆς Σταγιάδων τὸ κλέ­ος* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι δέη­σιν τοῦ ἱ­κέτους σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύνα­μαι ἀρχεκάκου τὰ τοξεύματα˙* σκέπην οὐ κέ­κτημαι,* οὐ­δὲ ποὺ προσφύγω, Θεόνυμφε,* πάντο­θεν πολεμούμε­νος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦσον, Θεοτόκε,* ἀκοίμητε προστάτα καὶ φρουρὲ* τῶν δεο­μένων σοί, εὔσημε,* καὶ εὐχὰς ἐκπλήρωσον.

 

Ὁ Ἱερεύς: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου …

Ὁ Χορός: Κύριε, ἐλέησον (δωδεκάκις).

Ὁ Ἱερεύς: Ἐλέει καὶ οἰκτιρμοῖς…

 

Καὶ αἱ λοιπαὶ δαὶ τοῦ Κανόνος

 

δὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας… 

Θεοτόκε Παρθένε* σοι προσπίπτομεν πάντες θερ­μῶς δεόμενοι* παράσχου σοῦ ἱκέταις* θάῤ­ῥος ὁμο­λογίας* ὡς καὶ πίστιν ἀκλόνητον˙* ἵνα δοξά­ζωμεν Σέ* τό εὔχος τῶν ̉Αγγέλων.

 

 ̉Ατεκνία γυναίων* σὺ παρέχεις τὴν λύσιν, πανευω­δέστατε,* διὸ καὶ αἱ ποθοῦσαι υἱοὺς καὶ θυγα­τέ­ρας  πρὸς σὲ ἔρχονται ᾄδουσαι˙* Χαῖρε, Μῆτερ Θε­οῦ,* Μο­νῆς Σταγιάδων κλέος.

 

̉ Εκ τροχαίου ἱκέτας* σὺ προστάτευσον, Μῆτερ ἀειμα­κάριστε* καὶ πᾶσι τοῖς αἰτοῦσι* μετάνοιαν παρά­σχου,* ἵνα πάντες κραυγάζωμεν˙* Ὁ τῶν Πατέ­ρων ἡ­μῶν, Θεὸς εὐλογητὸς εἰ.

 

Θεοτοκίον.

Λειτουργοὺς τοῦ ῾Υψίστου,* Θεοτόκε Μαρία, θερμῶς δεόμεθα* παράσχου ὑγιείαν* ταπείνω­σιν κα ῥώ­σιν,* ἵνα πόθῳ βοῶμεν σοι˙* Χαῖρε Παρθένε ἁγνή* πιστῶν ἡ βακτηρία.

 

δὴ ηʹ. Τὸν Βασιλέα… 

Παρθενομῆτερ,* τῶν Σταγιάδων τὸ κλέος* μοναζόντων τὰ πλήθη ὑμνοῦσι* καὶ θερμῶς αἰτοῦσι* λιταῖς Σου πρὸς τὸν Κτίστην.

 

Σ Θεοτόκε* τοῦ Πλαστουργοῦ τὴν Μητέρα* ἱκετεύο­μεν πάντες βοῶντες* παράσχου ἱκέταις* τὴν ἄνω­θεν εἰρήνην.

 

Τοὺς ̉Ορθοδόξους* ἐκ τῶν χειρῶν ἀρχεκάκου,* Θεο­τόκε, διάσωσον  τάχος* αἰτούμεθα  πίστει* κα  πόθῳ, Χριστονύμφη.

 

            Θεοτοκίον.

Τῶν Σταγιάδων* τὴν Μονήν, Δεδοξασμένη,* Σὺ ἀ­νάδειξον,  Κόρη,  λιμένα*  ἡμῶν  τῶν  εἰσιόντων* ἐν ταύτῃ μετὰ δέους.

 

δὴ θʹ. Κυρίως Θεοτόκον. 

Πανάχραντε Παρθένε* Μῆτερ τοῦ ῾Υψίστου,* σὲ ἱκε­τεύομεν πάντες δεόμενοι* ἐκ τῶν χειρῶν τῶν δαι­μόνων* ῥῦσαι ἱκέτας σου.

 

῾Ημῶν τῶν ἐν ἀνάγκαις* ὄντων Θεοτόκε,* σὺ εἶ προστάτις ἀκοίμητος, κόρη σεμνή,* καὶ τῶν ἀλγοῦντων θεράπων,* σὺ ὁ ἀλάνθαστος.

 

Τὰ τέκνα ̉Ορθοδόξων* σὲ καθικετεύω* ἐκ τῆς ἀπιστί­ας, Μῆτερ, διάσωσον* κα εἰς νομὰς τοῦ Κυρί­ου* ταύ­τα ὁδήγησον.

 

Θεοτοκίον.

 ̉Αμόλυντε Μαρία,* Μῆτερ, τοῦ ῾Υψίστου* τοὺς ὀ­φθαλ­μοὺς ἀλλοδόξων διάνοιξον,* κα  ἐν τῆ  πί­στει  ἡμῶν* ὁδήγησον, Παρθένε. 

 

Καὶ εὐ­θὺς τὰ Μεγαλυνάρια

῎Α­ξιόν ἐ­στιν ὡς ἀ­λη­θῶς,* μα­κα­ρί­ζειν σε τὴν Θε­ο­τό­κον,* τὴν ἀ­ει­μα­κά­ρι­στον καὶ παναμώ­μη­τον* καὶ Μη­τέ­ρα τοῦ Θε­οῦ ἡ­μῶν.* Τὴν τι­μι­ω­τέ­ραν τῶν Χε­ρου­βείμ,* καὶ ἐνδοξο­τέ­ραν ἀ­συγ­κρί­τως τῶν Σε­ρα­φείμ,* τὴν ἀ­δι­α­φθό­ρως* Θε­ὸν Λό­γον  τε­κοῦ­σαν,* τὴν  ὄν­τως, Θε­ο­τό­κον,* σὲ με­γα­λύ­νο­μεν.

 

῎Εφορος προστάτις τε καὶ φρουρὸς* Μονῆς Σταγιά­δων* ἀνεδείχθης σύ, Μαριάμ,* διὸ πι­στῶν τὰ πλή­θη* προσέρχονται ἐκεῖσε* καὶ  πόθῳ  ἀνυμνοῦσι* τὰ μεγαλεῖα Σου.

 

Πάντων τῶν νοσοῦντων ἡ ἰατρὸς* καὶ τῶν ἐν ἀνά­γκαις ἡ προστάτις καὶ βοηθός˙* χηρῶν τε καὶ πενή­των* ἀνύστακτος τροφέας* καὶ  ̉Ορθοδόξων δό­ξα,* ἐδείχθης, Δέσποινα. 

 

̉Εκτενῶς ἱκέτευε τὸν Θεὸν* ὑπὲρ τῆς Ἑλλάδος* εἰρη­ναίαν αὐτὴν τηρεῖν* καὶ λυτροῦσθαι πά­ντων* δει­νῶν τὲ καὶ κινδύνων,* μοναζουσῶν τὸ κλέος,* Μα­ρία ἔνδοξε.

 

 ̉Ατεκνίαν λύεις τῶν γυναικῶν,* ῎Αχραντε Μαρί­α,* ̉Ορθοδόξων καταφυγή,* σὺ καὶ τὰς ἰάσεις* πα­ρέ­χεις ἀδαπάνως* τοῖς πίστει προσιοῦσι* εἰς τὴν εἰ­κόνα σου.

 

Δέσποινα καὶ Μῆτερ τοῦ ̉Ιησοῦ* πάντων παρα­κλή­σεις* σὺ προσάγαγε σῷ Υἱῷ* καὶ ἐκ τῶν κιν­δύνων* διάσωσον Σὴν μάνδραν* τὴν ἐν τοῖς Σταγιάδες* κει­μένην, ἔνδοξε.

 

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρί­ου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ τῆς Θεοτόκου,* ποιήσατε  πρεσβείαν* εἰς  τὸ  σω­θῆναι ἡμᾶς.

 

Εἶτα ὁ Χορὸς τὸ Τρισάγιον, Δόξα Πατρί, Πάτερ ἡμῶν, καὶ ὁ Ἱ­ε­ρεύς: Ὅ­τι Σοῦ ... καὶ

 

τό Ἀπολυτίκιον.  Ἦχος αʹ. Τς ρήμου πολίτης...

Σταγιάδων Μονὴ χαῖρε, ἐν τοῖς κόλποις κατέχου­σα,* ὥσπερ θησαυρὸν μέγα σφόδρα* Θεοτό­κου εἰκόνι­σμα* πρὸς ὃ καταφεύγουσι πιστοὶ* αἰτοῦ­ντες ὑ­γιείαν δαψιλή,* ὡς καὶ τέκνα ἀναθρέψαι θεοφι­λῶς* διὸ πά­ντες βοῶμεν σοι˙* Χαῖρε, ῎Αχραντε Μῆτερ τοῦ Θεοῦ˙* Χαῖρε,  ̉Αγγέλων  τὸ  καύχημα˙* Χαῖρε,  τῶν   ̉Ορθοδόξων σὺ φρουρὸς ὁ ἀνύστακτος.  

 

Δέησις καὶ ἐν συνεχείᾳ ̉Απόλυσις, τῶν δὲ πιστῶν ἀσπαζομένων τὰς εἰκόνας ψάλλομεν:

 

Ἦχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου.

Χαῖρε, Θεοτόκε Μαριάμ,* Χαῖρε, ὀρθοδόξων προ­στάτα* καὶ τῶν πιστῶν ἡ φρουρός,* ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλο πρὸς Θεὸν* ἐν κινδύνοις καὶ θλί­ψεσιν* ἀεὶ μεσιτείαν* οἱ κατατρυχόμενοι ὑπό ποικί­λων παθῶν* σπεῦσον καὶ ἀτέκνοις παράσχου,* τέ­κνα, Θεοδόξαστε κόρη,* ὡς καί ὑγιείαν, Θεονύμφευ­τε.

 

Ἦχος πλ. δʹ.

Δέσποινα προσδεξαι,* τὰς δεήσεις τῶν δούλων σου,* καὶ λύτρωσαι ἠμᾶς,* ἀπὸ πάσης ἀνάγκης καὶ θλί­ψεως.

 

Ἦχος βʹ.

Τὴν πάσαν ἐλπίδα μου,* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Ἱερεύς: Δί ̉̉ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

 

Ἀμήν.

 


[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῾Υπεραγία Θεοτόκε, σῶσον ἡμᾶς, εἰς δὲ τὰ δύο τε-λευταῖα: Δό­ξα Πα­τρὶ…,  Καὶ νῦν…

Δεν υπάρχουν σχόλια: