῾Ιερά
Μονή Κοιμήσεως τῆς Θεοτόκου Βυτουμᾶ Τρικάλων
῾Η ῾Ιερά Μονή Κοιμήσεως τῆς Θεοτόκου Βυτουμᾶ βρίσκεται
βορειοδυτικά τῶν Τρικάλων. Σύμφωνα μέ τίς πηγές ἱδρύθηκε τό 1161 μέ ἔξοδα τοῦ
Κων. Ταρχανιώτη καί τῆς συζύγου του Ζωῆς. ̉Από τή μονή αὐτή σήμερα σώζεται μόνο τό καθολικό
κι ἕνα παρεκκλήσιο, γύρω ἀπό τά ὁποία ἔχει ἀναπτυχθεῖ τά τελευταία χρόνια μία
μονή μέ καινούργια κτίρια.
Eἰσερχόμενος ὁ προσκυνητής στόν περίβολο τῆς
μονῆς νοτίως τῆς πύλης συναντᾶ τό ἀφιερωμένο στήν Κοίμηση τῆς Θεοτόκου
παρεκκλήσιο πού κτίστηκε τό 1559. Τό παρεκκλήσιο στήν κτητορική του ἐπιγραφή ἀναφέρεται
ὡς “προπύλαιον” διαβατικό στή μονή ἀλλά σύμφωνα μέ νεότερες μελέτες χρησιμοποιήθηκε
ἀπό τήν ἀρχή ὡς παρεκκλήσιο. Πρόκειται γιά ἕνα μικρό μονόχωρο ναό πού
καλύπτεται μέ φουρνικό (ἀσπίδα) καί εἶναι κατάγραφος μέ τοιχογραφίες πού
φιλοτέχνησε τό 1559 ὁ ἀρχιμανδρίτης Νεκτάριος. Στό κέντρο τοῦ περιβόλου
βρίσκεται τό καθολικό τῆς μονῆς πού μέχρι τόν 18ο αἰ. ἀποτελοῦσε ἐνοριακό ναό.
Τό ἀφιερωμένο στήν Κοίμηση τῆς Θεοτόκου καθολικό πού κτίστηκε τό 1600 εἶναι μία
τρίκλιτη βασιλική μέ ὑπερυψωμένο τό κεντρικό κλίτος καί μεταγενέστερο (1662)
νάρθηκα στή δυτική του πλευρά. ῾Ο ζωγραφικός διάκοσμος καί τό ἀξιόλογης τέχνης
ξυλόγλυπτο τέμπλο τοῦ καθολικοῦ χρονολογοῦνται στό 1600. Τό ἴδιο ἔτος
φιλοτεχνήθηκαν καί οἱ φορητές εἰκόνες τῆς μονῆς πού ἀποτελοῦν ἔργα τοῦ γνωστοῦ
ἁγιογράφου Δροσινοῦ ἀπό τό Φανάρι Καρδίτσας.
Τό μοναστήρι, ὕστερα ἀπό τήν μετατροπή του σέ
γυναικεία μονή (1952), γνωρίζει μεγάλη ἄνθηση.
Παρακλητικὸς
Κανὼν
εἰς
τὴν ῾Υπεραγίαν Θεοτόκον τῆς ῾Ι. Μ. Βυτουμᾶ Τρικάλων.
Ποίημα τοῦ κ. Γεωργ. Θ. Μηλίτση, διδασκάλου.
Εὐλογήσαντος τοῦ ῾Ιερέως ἀναγιγνώσκεται ὁ Ψαλμὸς ρμβ´ (142ος) εἶτα ὁ Xορὸς λέγει τὸ : Θεὸς
Κύριος, (τετράκις) Ἦχος δ´. καὶ τὰ
παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
̉Εν τῇ Μονῇ τοῦ Βυτουμᾶ
πάντες ἀνἐλθωμεν* καὶ τῇ εἰκόνι τῆς Παναχράντου,
προσπέσωμεν* ἐν μετανοίᾳ κράζοντες ἐκ μέσης ψυχῆς,* ῎Αχραντε,
θεράπευσον* σοῦ ἀχρείους ἱκέτας,* σπεῦσον καὶ βοήθησον*
τοὺς θερμῶς σὲ βοῶντας* μὴ ἀποστρέψῃς ἱκέτας κενοὺς* σὲ γὰρ
προστάτιν καὶ φύλακαν ἔχομεν.
Δόξα Πατρὶ καὶ Υἱῷ… ῏Ηχος α΄. Τῆς ἐρήμου
πολίτης…
Βυτουμᾶ
ἀνεδείχθης, Θεοτόκε, παλλάδιον* καὶ τῶν
̉Ορθοδόξων προστάτις καὶ φρουρὸς ὁ ἀκοίμητος˙* διὸ πρός σε προσφεύγουσι
πιστοὶ* αἰτοῦντες προστασίαν δαψιλῆ* ὡς καὶ τέκνα ἀναθρέψαι θεοφιλῶς,* Παρθένε, πιστῶν τὸ καύχημα.* Χαῖρε
τῶν ἀσθενοῦντων ἰατρέ,* χαῖρε δαιμόνων τὸ σύντριμμα,* χαῖρε τῶν προστρεχόντων
σοι πιστῶς* ἐλπὶς καὶ ἀγαλλίαμα.
Καὶ νῦν καὶ ἀεὶ… Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε,
Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀναξιοι˙* εἰ μὴ γὰρ σὺ προΐστασο
πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν ἕως
νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού˙* σοὺς γὰρ δούλους σώζεις
ἀεί, ἐκ παντοίων δεινῶν.
̉Εν συνεχείᾳ τὸν Ν´ (50ος) Ψαλμός (χύμα) καὶ ψάλλομεν τὰς ᾨδᾶς τοῦ Κανόνος[1].
ᾨδὴ αʹ. Ἦχος πλ.
δ' Ὑγρὰν διοδεύσας…
̉Ωδὴν
ἱκετήριον, Μαριάμ,* σοι μέλπομεν πάντες* καὶ αἰτούμεθα ταπεινῶς* ἱλέωσε Μῆτερ
τὸν Υἱὸν Σου,* ὅπως ῥυσθῶμεν πυρὸς τῆς κολάσεως.
Τὸν Πλάστην τοῦ κόσμου καὶ Ποιητὴν* ἱκέτευε πάντες* Σοῦ
δεόμεθα ταπεινῶς,* ὅπως παράσχῃ Σου ἱκέταις* τέλη ἀνώδυνα καὶ ἀνεπαίσχυντα.
Τὴν σήν, Θεοδόξαστε Μαριάμ,* θερμὴν προστασίαν* ὁ ἀχρεῖος
θερμῶς ποθῶ* ταύτην παράσχου τῷ σῷ ἱκέτῃ,* Μονῆς Βυτουμᾶ, τὸ κλέος καὶ καύχημα.
Χαῖρε, Πανάχραντε Μαριάμ,* ̉Αγγέλων ἡ δόξα* καὶ ἀνθρώπων ἡ
χαρμονή,* δεόμεθά σου ἀπαύστως οἱ
ἀχρείοι,* ὑπὲρ ἡμῶν τὸν Υἱὸν
Σου, ἱκέτευε.
ᾨδὴ
γ´.
Οὐρανίας ἁψῖδος...
Τοῦ
πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβεσον,* ἀγρούς, Θεοτόκε, καὶ
οἰκίας* σὺ διαφύλαξον,* ἵνα ὑμνοῦμεν σε,* Θεοχαρίτωτε
Κόρη,* τῶν πιστῶν τὸ στήριγμα* καὶ καταφύγιον.
̉Ορθοδόξων τὰ τέκνα* καλῶς διαφύλαττε* καὶ ἐν τῇ ὀρθῇ
ἡμῶν πίστει* ταῦτα σὺ τήρησον,* ἵνα πορεύονται* ἐν τῇ ὁδῷ
τοῦ Υἱοῦ Σου* καὶ Αὐτὸν δοξάζουσι* διὰ τοῦ βίου των.
̉Οφθαλμοὺς ἀλλοδόξων, Θεοτόκε, διάνοιξον* καὶ ἐν τῇ
ὀρθῇ ἡμῶν πίστιν* τούτους ὁδήγησον* καὶ Χριστῷ λυτρωτῇ* σὺν
ἡμῖν, Μῆτερ, ὑμνεῖσαι* καὶ λατρεύσαι δέομαι* σὺ καταξίωσον.
̉Εκ τροχαίου, Παρθένε,* σὺ διαφύλαξον* πάντας τοὺς προστρέχοντας πόθῳ* πρὸ τῆς εἰκόνος Σου* καὶ ἐξαιτοῦντας, ῾Αγνή* τὴν σὴν βοήθειαν πίστει* καὶ Χριστὸν δοξάζοντας,* Θεομακάριστε.
Διάσωσον*
ἀπὸ κινδύνων, Πανάχραντε, σοῦ ἱκέτας,* ὅτι πάντες δεητικῶς πρὸς σε κατάφεύγομεν*
ὡς ἔχουσα τῷ Θεῷ παῤῥησίᾳ.
̉Επίβλεψον* ἐν
εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,*
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Εἶτα
Δέησις καὶ τὸ Κάθισμα Ἦχος βʹ. Τὰ ἄνω ζητῶν...
Σὺ πρέσβυς θερμὸς* καὶ
τεῖχος ἀπροσμάχητον* ἐδείχθης, σεμνή,* καὶ κόσμου καταφύγιον* ἐκτενῶς βοῶμεν
σοί,* Θεονύμφευτε κόρη, πρόφθασον* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,* Παρθένε,
Μονῆς Βυτουμᾶ τὸ καύχημα.
ᾨδὴ δʹ. Εἰσακήκοα Κύριε…
Σὲ
ἐλπίδα καὶ ἄγκυρα*
ὡς καὶ ἰατρὸν ἀνάργυρον ἔχομεν,*
διὸ πίστει κατάφεύγομεν*
τῇ εἰκόνι σου, Μαρία θεόζηλε.
Τὴν
Μονὴν Σου ἀνάδειξον* τῆς ̉Ορθοδοξίας
τεῖχος ἀπόρθητον* καὶ
τὰς ἐν αὐτῇ ἀσκουμένας* μετὰ Σου οἰκίσαι καταξίωσον.
̉Αμελὴς
τε καὶ ῥάθυμός*
ἐστι ὁ ἱκέτης σου, Θεοτίμητε,*
διὸ σπεύδω εἰς τὴν χάριν σου*
ἐξαιτῶν, Παρθένε, τὴν προστασίαν σου.
Βυτουμᾶ
σὺ τὸ καύχημα*
καὶ τῶν ̉Ορθοδόξων τὸ καταφύγιον* ἀνεδείχθης,
Θαυματόβρυτε,*
καὶ νοσούντων ἰατρὸς ἀνάργυρος.
ᾨδὴ εʹ. Φώτισον
ἡμᾶς…
Δώρησον καμοί* ὑγιείαν
καὶ ταπείνωσιν,* πνεῦμα συνέσεως καὶ φόβον Θεοῦ,* ἵνα ὑμνῶ σὲ ἀπαύστως,
Παρθένε Δέσποινα.
῾Ρήματα Θεοῦ* διετήρεις
ἐν τῇ καρδίᾳ σου,* Παρθενομήτωρ ἀξιάγαστε,* τοῦτο ἀξίωσον κἀγώ ποιῆσαι δέομαι.
῞Υπνον
ἐλαφρὸν* καὶ
ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη
κοίμησον.
Στήριξον
ἡμᾶς*
ἐν τῇ πίστει, Θεονύμφευτε,*
καὶ τεθλιμένους παραμύθησον* τοὺς πρὸς σε πόθῳ καταφεύγοντας.
ᾨδὴ στʹ. Τὴν δέησιν…
Παρθένε, τοῦ Βυτουμᾶ ἡ
προστάτις* σοὶ προσέρχομαι ἐν πόθω καὶ πίστει* καὶ ἐκζητῶ σὴν βοήθειαν, Μῆτερ,*
ἵνα ρυσθῶ ἐκ τῶν θλίψεων τάχυον,* ἐκ
νόσων τε καὶ
πειρασμῶν* καὶ ποικίλων παγίδων
τοῦ ὄφεως.
῾Ηλίου
τοῦ νοητοῦ σύ, ῎Αχραντε,* ἀνεδείχθης, Θεοτόκε, μητέρα,* ὃν καθικέτευε,
κόρη, ἀπαύστως* καὶ ὑπὲρ πάντων ἡμῶν ἐξευμένισον*
δεόμεθά σου, ὦ Μαριάμ,* ἵνα λάβωμεν χάριν καὶ ἔλεος.
Θανάτου τοῦ αἰφνιδίου
ρῦσαι με* τὸν ἀνάξιον ἱκέτην, Μαρία,* καὶ ἐκ φθορᾶς καὶ ποικίλων παγίδων* τοῦ
ἀρχεκάκου ἐχθροῦ τάχος μὲ λύτρωσον,* ὦ κλέος
τῶν χριστιανῶν,* ἐκ τῶν παθῶν
λιταῖς σου διάσωσον.
Νευρώσεις
Σύ, ἀπελαύνεις, ῎Αχραντε,* καὶ
τὰς νόσους θεραπεύεις ταχέως,* καὶ ταῖς ψυχαῖς ἱκετῶν Σου παρέχεις,* ἀκαταπαύστως
βοήθειαν ἔνδοξε˙* δεόμεθά σου, Μαριάμ,* τῆς ψυχῆς ἡμῶν ὄμματα ἄνοιξον.
Διάσωσον* ἐκ πάσης
νόσου ἱκέτας Σου, Θεομήτωρ,* ὅτι πάντες πρὸς σὲ κατάφεύγομεν ὡς ἔχουσα τῷ
Θεῶ παῤῥησία.
῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως*
ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα μητρικὴν
παῤῥησίαν.
Καὶ πάλιν Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ εἶτα τὸ Κοντάκιον. Ἦχος β´. Προστασία...
Σὺ προστάτις τῶν
χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσῖτις πρὸς Θεὸν, Παρθένε, ταχύτατος,* μὴ παρίδῃς
ἁμαρτωλῶν ἱκέτιδας φωνᾶς,* ἀλλὰ πρόφθασον, ὦ Μαριάμ,* εἰς τὴν βοήθειαν ἡμῶν
τῶν θερμῶς δεομένων σοι.* Λῦσον σὺ τὰς στειρώσεις* καὶ τέκνα πιστοῖς παράσχου,*
Μονῆς Βυτουμᾶ ἡ φρουρὸς* καὶ πιστῶν δόξα καὶ καύχημα.
Καὶ εὐθὺς τὸ
Προκείμενον. Ἦχος δ’.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς)
Στίχος: ῎Ακουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς
σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου
τοῦ πατρὸς σου,
καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς
τοῦ κάλλους σου.
Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ
γενεᾷ μνησθήσομαι.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως
…
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα.
Πρόσχωμεν.
῾Ο Χορός: Δόξα σοι, Κύριε δόξα σοι.
̉Εν
ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς,
εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τήν Ἐλισάβετ˙
καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος
ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος ῾Αγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε
φωνῇ μεγάλῃ, καὶ εἶπεν˙ Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς
τῆς κοιλίας σου, καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με;
ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει
τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου, καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις
τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ˙ Μεγαλύνει ἡ ψυχή μου τὸν
Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπὶ
τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ˙ ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι
αἱ γενεαί, ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε
δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
῾Ο Χορός: Δόξα σοι, Κύριε δόξα σοι.
Δόξα Πατρὶ … Ἦχος β´.
Ταῖς τῆς Παναχράντου,
πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν …
Ταῖς τῆς Θεοτόκου,
πρεσβείαις Ἐλεῆμον, ἐξάλειψων τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: ̉Ελεῆμον, ἐλέησον μὲ ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ
κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι…
Μὴ ἐγκαταλείπης μέ,*
Μονῆς Βυτουμᾶ ἡ προστάτις* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτους
σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι ἀρχεκάκου τὰ τοξεύματα˙*
σκέπην οὐ κέκτημαι,* οὐδὲ ποὺ προσφύγω, Θεόνυμφε,* πάντοθεν πολεμούμενος*
καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦσον, Θεοτόκε,* ἀνάργυρε ἁπάντων ἰατρέ*
τῶν δεομένων σοί, εὔσημε,* καὶ εὐχὰς ἐκπλήρωσον.
Ὁ Ἱερεύς: Σῶσον ὁ Θεὸς τὸν λαὸν σου …
Ὁ Χορός: Κύριε, ἐλέησον (δωδεκάκις).
Ὁ Ἱερεύς: Ἐλέει καὶ οἰκτιρμοῖς…
Καὶ αἱ λοιπαὶ ᾨδαὶ τοῦ Κανόνος
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας…
Θεοτόκε
Παρθένε* σοι προσπίπτομεν πάντες θερμῶς δεόμενοι* παράσχου σοῦ ἱκέταις* θάῤῥος
ὁμολογίας* ὡς καὶ πίστιν ἀκλόνητον˙* ἵνα δοξάζωμέν Σε* τὸ εὔχος τῶν ̉Αγγέλων.
̉Ατεκνία γυναίων* σὺ
παρέχεις τὴν λύσιν, πανευωδέστατε,* διὸ καὶ αἱ ποθοῦσαι υἱοὺς καὶ θυγατέρας
πρὸς σὲ ἔρχονται ᾄδουσαι˙* Χαῖρε, Μῆτερ Θεοῦ,* Μονῆς Βυτουμᾶ ἡ δόξα.
̉Εκ τροχαίου ἱκέτας* σὺ
προστάτευσον, Μῆτερ ἀειμακάριστε καὶ πᾶσι τοῖς αἰτοῦσι* μετάνοιαν παράσχου,*
ἵνα πάντες κραυγάζωμεν˙* Χαῖρε Παρθένε ῾Αγνή, βροτῶν χαρὰ καὶ κλέος.
Λειτουργοὺς
τοῦ ῾Υψίστου,* Θεοτόκε Μαρία, πάντες δεόμεθα* παράσχου ὑγιείαν* ταπείνωσιν
καὶ ῥώσιν,* ἵνα πόθῳ
βοῶμεν σοι˙* Χαῖρε Παρθένε ἁγνή* ἀγγέλων ὑπερτέρα.
ᾨδὴ ηʹ. Τὸν
Βασιλέα…
Τὴν
ἀνεργίαν,* Παρθενομήτωρ Μαρία,* σαῖς λιταῖς* ἐξ ῾Ελλάδος* ὁ Πλάστης ἐκδιώκει˙*
διὸ Σε ἀνυμνοῦμεν.
Σέ,
Θεοτόκε,* καθικετεύομεν πάντες* ̉Ορθοδόξους φύλαττε λιταῖς σου* ἐξ ἰῶν
ποικίλων* καὶ πάσης ἄλλης νόσου.
Σὲ
τῶν νοσοῦντων* τὴν ἰατρόν, Θεοτόκε* ἱκετεύομεν πάντες ἁπαύστως,*
δίδου ὑγιείαν* τοῖς πάσχουσι, Μαρία.
Τὴν
νεολαίαν* ἐξ ἐθισμῶν καὶ τῆς πλάνης* διαφύλαττε πάντες αἰτοῦμεν*
καὶ ὁδήγησέ την* εἰς τὰς αὐλὰς τοῦ
Κτίστου.
ᾨδὴ θʹ. Κυρίως
Θεοτόκον.
̉Εργάτας τοῦ Κυρίου* μὴ ἐγκαταλείπεις*
ἀλλὰ παράσχου ὑγείαν καὶ σύνεσιν,* ἵνα Χριστόν, Θεοτόκε,* πάντες δοξάζωμεν.
Τὸ
πῦρ τὸ κατακαίον* δάση καὶ οἰκίας, σὺ Θεομήτωρ, λιταῖς σου κατάσβεσον*
καὶ Ποιητὴν τῶν ἁπάντων* τάχος εὐμένισον.
Τοὺς
῾Ιεραποστόλους* φύλαττε, Παρθένε,* ἐκ τῶν ποικίλων κινδύνων καὶ
θλίψεων* καὶ τοὺς ἀγώνας αὐτῶν, Μῆτερ,* εὐλόγησον δέομαι.
̉Αξίωσον
ἱκέτην,* Δέσποινα τοῦ κόσμου,* ἀκατακρίτως λαβεῖν τὴν Μετάληψιν*
τῶν μυστηρίων τῶν Θείων,* ἵνα γεραὶρω σε.
Καὶ εὐθὺς τά Μεγαλυνάρια
῎Αξιόν ἐστιν ὡς ἀληθῶς,*
μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον*
καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ,* καὶ ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως* Θεὸν Λόγον τεκοῦσαν,* τὴν
ὄντως, Θεοτόκον,* σὲ μεγαλύνομεν.
῎Εφορος, προστάτις καὶ βοηθὸς* καὶ Βυτουμᾶ τὸ κλέος*
ἀνεδείχθης σύ, Μαριάμ,* διὸ πιστῶν τὰ πλήθη* προσέρχονται ἐκεῖσε*
καὶ πόθῳ ἀνυμνοῦσι* τὰ μεγαλεῖα Σου.
Πάντων τῶν νοσοῦντων ἡ ἰατρὸς* καὶ τῶν ἐν ἀνάγκαις ἡ
προστάτις καὶ βοηθός˙* χηρῶν τε καὶ πενήτων*
ἀνύστακτος τροφέας* καὶ Βυτουμᾶ ἡ δόξα,* Θεομακάριστε.
̉Εκτενῶς ἱκέτευε τὸν Θεὸν* ὑπὲρ τῆς Ἑλλάδος* εἰρηναίαν αὐτὴν
τηρεῖν* καὶ λυτροῦσθαι πάντων* δεινῶν τὲ καὶ κινδύνων,* μοναζουσῶν τὸ
κλέος, Μαρία ἔνδοξε.
̉Ατεκνίαν λύεις τῶν
γυναικῶν,* Κεχαριτωμένη,* διὸ πᾶσαι γονυκλινῶς,* καὶ μετὰ δακρύων*
προσέρχονται αἰτοῦσαι,* ὅπως αὐταῖς παράσχῃς* τέκνα, σὺ Θεοδόξαστε.
Δέσποινα καὶ Μῆτερ τοῦ ̉Ιησοῦ* πάντων παρακλήσεις*
σὺ προσάγαγε σῷ Υἱῷ* καὶ ἐκ τῶν κινδύνων* διάσωσον Σὴν μάνδραν* τὴν ἐν τῷ
Βυτουμᾶ * κειμένην, ἔνδοξε.
Χαίροις,
Θεοδόξαστε Μαριάμ,* κλέος τῶν ̉Αγγέλων*
καὶ ̉Ορθοδόξων καταφυγή˙* Χαίροις,
μοναζόντων* τὸ πρότυπον, Παρθένε* καὶ Βυτουμᾶ ἡ δόξα* ὡς καὶ παλλάδιον.
Π ᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πάντες* μετὰ
τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἶτα ὁ Χορὸς τὸ Τρισάγιον, Δόξα Πατρί, Πάτερ ἡμῶν, καὶ ὁ Ἱερεύς: Ὅτι Σοῦ ... καὶ
τό Ἀπολυτίκιον. ῏Ηχος α΄. Τῆς ἐρήμου πολίτης…
Βυτουμᾶ
ἀνεδείχθης, Θεοτόκε, παλλάδιον* καὶ τῶν
̉Ορθοδόξων προστάτις καὶ φρουρὸς ὁ ἀκοίμητος˙* διὸ πρὸς σὲ προσφεύγουσι
πιστοὶ* αἰτοῦντες προστασίαν δαψιλῆ* ὡς καὶ τέκνα ἀναθρέψαι θεοφιλῶς,* Παρθένε, πιστῶν τὸ καύχημα.* Χαῖρε
τῶν ἀσθενούντων ἰατρός˙* χαῖρε δαιμόνων
τὸ σύντριμμα˙* χαῖρε
τῶν προστρεχόντων σοι πιστῶς* ἐλπὶς
καὶ ἀγαλλίαμα.
Δέησις ὑπό τοῦ ῾Ιερέως καὶ
Μικρὰ ̉Απόλυσις
Τῶν πιστῶν ἀσπαζομένων τὰς εἰκόνας
ψάλλομεν.
:Ἦχος β’. ῞Οτε ἐκ τοῦ ξύλου.
Δέχου
παρακλήσεις ἱκετῶν,* δέχου ̉Ορθοδόξων
δεήσεις,* ὦ Θεοτόκε ἁγνή,* ἄλλην γὰρ οὐκ ἔχομεν* πρὸς τὸν
Θεὸν ἀρωγόν,* οἱ παθῶν ἐμπιμπλάμενοι* ἀόκνως, φωσφόρε,*
σὲ ἐπικαλούμεθα καὶ ἱκετεύομεν˙* Μῆτερ τοῦ Θεοῦ τοῦ ῾Υψίστου* ῥῦσαι
τοὺς ἱκέτας σου τάχος* ἐκ πάσης περιστάσεως καὶ θλίψεως.
Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι,* τὰς
δεήσεις τῶν δούλων σου,* καὶ λύτρωσαι ἠμᾶς,* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β΄.
Τὴν πάσαν ἐλπίδα μου,*
εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ὁ Ἱερεύς: Δί ̉̉ εὐχῶν τῶν
ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν
Κοντάκιον.
Ἦχος δ'.
̉ Επεφάνης σήμερον.
Σὺ προστάτις γέγονας*
τῶν θλιβομένων* καὶ θερμὴ ἀντίληψις* τῶν προστρεχόντων ἐπὶ σέ,* ἐκ τῶν δεινῶν σὺ
ἀπάλλαξον˙* τοὺς ἐκζητοῦντας, Παρθένε,* τὴν σκέπην σου.
[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῾Υπεραγία
Θεοτόκε, σῶσον ἡμᾶς. εἰς δὲ τὰ δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου