Αναζήτηση αυτού του ιστολογίου
Κυριακή 31 Ιουλίου 2022
ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ ΤΡΊΤΗ ΏΡΑ
ΤΡΙΤΗ ΩΡΑ
Ἀρξάμενος λέγειν τὴν τρίτην Ωραν, λέγε πρῶτον· τὸ Τρισάγιον, τὸ Κύριε ἐλέησον
(18).
Εἶτα τὴν Εὐχὴν ταύτην τοῦ ἁγίου Μακαρίου·
῾ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, ὅτι οὐδὲν ἐποίησεν αγαθών ενώπιον σου αλλά ρυσαι ἀπὸ τοῦ πονηροῦ· καὶ ἀξίωσόν με ἀκατακρίτως ἀνοίγειν τὸ στόμα μου
τὸ ἀνάξιον καὶ ἀνυμνεῖν τὸ πανάγιον ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.
Συγχώρησόν μοι Κύριε πᾶν ἄτοπον ὅρμημα τῆς καρδίας μου, ὁ ἐτάζων καρδίας καὶ νεφρούς· σὺ γὰρ γινώσκεις
Δέσποτα τῶν ἁπάντων, ὅτι ἀκούσιά μου εἰσί.
Συγχώρησόν μοι ἀναξίως προσερχομένῳ σοι, διότι σὲ ἐπόθησα καὶ ποθῶ.
Συγχώρησόν μοι τῷ ἁμαρτωλῷ, τῷ πονηρῷ, τῷ ψεύστῃ, τῷ ἀνυπομονήτῳ, τῷ ὀλιγοψύχῳ, τῷ ἀσυστάτῳ, τῷ
ῥᾳθύμῳ, τῷ ἀμελητῇ τῶν ἁγίων σου ἐντολῶν· τῷ πᾶσαν
καὶ παντοίαν ἁμαρτίαν καὶ ἀνομίαν τελέσαντι· πορνείας, μοιχείας, μαλακίας· ἐν γῇ, ἐν θαλάσσῃ, ἐν βαλανείοις καὶ ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου. Κύριε, ἐνώπιον τῶν ἀλαθήτων σου ὀφθαλμῶν, οὐκ ἐπαυσάμην πάντα ἐργάζεσθαι τὰ πονηρὰ καὶ αἰσχρά.
Καὶ ἀκμὴν ὁ ἐχθρὸς γαστριμαργίαις καὶ ἡδοναῖς καὶ πονηραῖς ἐπιθυμίαις, δόλοις τε καὶ κενοδοξίαις καὶ βλασφημίαις, ἐμπλέχειν με οὐ παύεται.
Ἀλλὰ σὺ Κύριε ὡς μόνος ὢν ἀγαθὸς καὶ ἐλεήμων, βοήθησόν μοι καὶ σῶσον με ὡς τὸν ἄσωτον· ὡς τὸν τελώνην,
ὡς τὴν πόρνην, ὡς τὸν λῃστήν.
Ναί, Δέσποτα φιλάνθρωπε ὑπεράγαθε, μὴ βδελύξῃ με τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον οἰκέτην σου· πρεσβείαις τῆς
παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας. Ἀμήν.
Εὐχὴ ἑτέρα παράσχου μοι στόμα συνέσεως ὁ προάναρχος Λόγος· ὕψωσόν μου τὸν νοῦν καὶ τὴν διάνοιαν πρὸς σὲ τὸν
ποιητήν μου καὶ εὐεργέτην μου.
Φώτισον τὴν καρδίαν μου καὶ μετάρσιον ποίησον, ἀκορέστῳ διαθέσει ψυχῆς ποθοῦντος ἀνυμνεῖν τὰ μεγαλεῖα τῆς
βασιλείας σου.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου,
καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καὶ διασκέδασον τῇ χάριτί σου τὸν ζόφον τῆς ἀθλίας μου ψυχῆς, ἵνα θεωρῇ τῆς σῆς δόξης νοερῶς τὴν λαμπρότητα, καὶ ἵνα καθαρῶς τὴν δοξολογίαν καὶ τὴν αἴνεσιν
προσάγω σοι τῷ ποθουμένῳ μοι.
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου