Αναζήτηση αυτού του ιστολογίου

Κυριακή 31 Ιουλίου 2022

ΜΟΝΑΧΌΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ ΤΡΊΤΗ ΏΡΑ ΔΙΑΔΟΧΉ



Στιγμὴ δευτέρα.


Δόξα τῇ μεγαλοπρεπείᾳ τῆς βασιλείας σου Κύριε· ὁ ὑποστήσας ἐν οὐρανοῖς τάγματα καὶ στρατιὰς ἁγίων ἀγγέλων ἀναριθμήτων εἰς λειτουργίαν τῆς ἀπροσίτου σου δόξης· ὁ ἀρχὴ ὢν καὶ αἰτία τῶν πάντων, τῶν τε ὄντων οὐσία, τῶν ζώντων ζωή, τῶν νοερῶς ὄντων νοῦς· ἀχράντως ταῖς
ὅλαις οὐσίαις ἐμβατεύων· καὶ πασῶν ἀπείρως ὑπερεξῃρημένος· ὁ ἔχων ἐξουσίαν ὑπερεπέκεινα πάσης τῆς κτίσεως,
εἰς ὑπερορίαν ἀφάτως ὑπερεκτεινόμενος ἄφθαστον, ὑπὲρ πᾶσαν τῶν ἀγγέλων ἔρευναν καὶ κατάληψιν.
Δόξα τῇ μεγαλοπρεπείᾳ τῆς βασιλείας σου· ὁ ἐρευνῶν καρδίας καὶ ἐξετάζων διανοίας καὶ προγιγνώσκων ἐνθυμήσεις· ὁ ζωὴν καὶ πνοὴν παρέχων τοῖς ζῶσι καὶ πνέουσι· ὁ
πάσης ἐπιστατῶν ὁμοιοτρόπως τῆς κτίσεως, γῆς τε καὶ θαλάσσης καὶ τῶν ὑπὲρ τὸν ἀέρα ἀστρῴων τάξεων, καὶ τῶν
ἀνωτάτων καὶ πρεσβυτάτων ἀΰλων νοερῶν οὐσιῶν· ὑπεράνω πάσης νοητῆς ἀϋλίας καὶ θεώσεως ὑπεριδρυμένος, καὶ
πανταχοῦ ἑνιαίως πάντα ἰθύνων καὶ προνοῶν· οὗ τῆς γνώσεως δίχα καὶ τοῦ κελεύσματος, οὔτε φύλλα πίπτει τῶν
δένδρων ἐπὶ τῆς γῆς, οὐδὲ πτηνὸν εἰς γῆν καταφέρεται.
Δόξα τῇ μεγαλοπρεπείᾳ τῆς βασιλείας σου· ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος· ὁ πάντα τὰ τῶν ἑτεροφυῶν μεριστὰ πλήθη ἀγαθαρχικῶς εἰρηνοποιῶν, καὶ ἐπιστρέφων αὐτά τε
πρὸς ἑαυτὰ καὶ πρὸς ἄλληλα εἰς ἑνοειδῆ συνοίκησιν· καὶ πάντων τῆς τῶν ἐναντιοτήτων ἀλληλουχίας καὶ συμφυΐας
γεννητικῆς καὶ ἐπεργαστικῆς αἴτιος· ὁ τῇ μεγάλῃ σου σοφίᾳ πρὸς τὸ οἰκεῖον θέλημα ὡς Θεὸς καὶ δεσπότης τὰ πάντα ἡνιοχῶν· ὁ τῇ ἀφάτῳ σου προνοίᾳ καὶ ἀπείρῳ σου ἀγαθότητι προμηθούμενος καὶ διοικῶν ἀχρόνως τὴν ἁπάντων ζωήν, ἐπιγείων, ἀερίων τε καὶ ἐνύδρων· οὗ τῷ λόγῳ τὰ σύμπαντα φόβῳ καὶ τρόμῳ, δουλοπρεπῶς ὑπηρετοῦντα
λατρεύει σοι.
Διαδοχὴ


Αἱ τῶν ἀΰλων οὐσιῶν νοεραὶ χοροστασίαι, ταῖς σαῖς φωτοβόλοις ἀστραπαῖς καταλαμπρύνονται καὶ δεύτεραωφῶτα θέσει πυρσεύονται·
Σοὶ κάμπτει πᾶν γόνυ ἐπουρανίων, ἐπιγείων, καταχθονίων· σὲ πᾶσα φύσις καὶ κτίσις ἐναρμονίως ἀνευφημεῖ·
Σὲ καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ τὸν προνοητὴν καὶ κηδεμόνα πάντων καὶ εὐεργέτην τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, ἐξ ἀναξίων χειλέων δοξολογοῦμεν·
Ὅτι σοὶ μόνῳ πρέπει ἡ δόξα, τὸ κράτος, ἡ μεγαλοπρέπεια καὶ ἡ ἐκ πάντων προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι· τῇ μιᾷ θεότητι, τῇ μιᾷ δυνάμει, τῇ μιᾷ βασιλείᾳ· τῷ μόνῳ ὑπερανάρχῳ καὶ ὑπερουσίῳ καὶ δημιουργῷ τῶν ἁπάντων ἐν Τριάδι Θεῷ· πάντο-
τε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Δεν υπάρχουν σχόλια: