Αναζήτηση αυτού του ιστολογίου

Δευτέρα 9 Σεπτεμβρίου 2024

Ο λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.Συναξάριον.Τῇ Ιʹ (10ῃ) τοῦ μηνὸς Σεπτεμβρίου μνήμη




Ο λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.
Συναξάριον.
Τῇ Ιʹ (10ῃ) τοῦ μηνὸς Σεπτεμβρίου μνήμη τῶν ἁγίων Μαρτύρων αὐταδέλφων γυναικῶν, Μηνοδώρας, Μητροδώρας, καὶ Νυμφοδώρας ἐν «Πύθια Λουτρά», καὶ νῦν «τῆς Γιάλοβας» ἐν Νικομήδειᾳ (304)
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Ἀποστόλων Ἀπελλοῦ ἐπισκόπου τῆς ἐν Θρᾴκῃ Ἡρακλείας, Λουκᾶ ἐπισκόπου Λαοδικείας ( Λαττάκια) τῆς ἐν Συρίᾳ, καὶ Κλήμεντος Σάρδεων ἐκ τῶν Εβδομήκοντα (1ος αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Μάρτυρος Βαρυψαβᾶ ἐν Δαλματίᾳ (2ος αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ἁγίας Μάρτυρος Ἴας, τῆς ἐν Περσίᾳ ἥτις ξίφει ἐτελειώθη (363)
Τῆ αὐτῆ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Εὐδοκίας τῆς παιδός, ὁσιακῶς ἀσκησάσης καὶ κοιμηθείσης ἐν εἰρήνῃ ἐν Ἱεροσολύμοις. (363)
Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἁγία Πουλχερία ἡ βασίλισσα, μεριμνήσασα διὰ τὴν σύγκλησιν τῆς Γ´ καὶ Δ´ Οἰκουμενικῆς Συνόδου, ἐν εἰρήνῃ τελειοῦται (453)
Τῆ αὐτῆ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Παύλου καὶ Πέτρου ἐπισκόπων Νικαίας (9ος αἰ.)
Τῆ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Ἠσαΐου τοῦ Κυπρίου, κτήτορος τῆς Ἱερᾶς Βασιλικῆς καὶ Σταυροπηγιακῆς Μονῆς Παναγίας τοῦ Κύκκου (12ο αἰ.)
Τῆ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Παύλου τοῦ Ὑπάκουου, τοῦ ἐν τῇ Λαύρᾳ τῶν Σπηλαίων τοῦ Κιέβου, τοῦ Ῥώσσου (13ο-14ο αιών.)
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Ἰωάσαφ τοῦ πρίγκηπος, ἀσκήσαντος ἐν τῇ ἱερᾷ Μονῇ Σωτηρόπετρας παρὰ τὴν λίμνην Κουμπένσκ. (1453)
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Θεοδώρητος, ἐπίσκοπος Ῥιαζὰν καὶ Μουρόμ (1617)
Τῆ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Εὐφροσύνου τοῦ νέου, προστάτου τῆς ἱερᾶς Μονῆς Κηπουραίων τῆς νήσου Κεφαλληνίας, ἔνθα καὶ τὰ ἱερὰ αὐτοῦ λείψανα τεθησαύρισται, ἐν εἰρήνῃ τελειοῦται ἐν ἔτει ᾳωια΄
Τῇ αὐτῇ ἡμέρᾳ μνήμην ἐπιτελοῦμεν τῆς Εὑρέσεως τῆς Ἁγίας καὶ θαυματουργοῦ Εἰκόνος τῆς Κυρίας ἡμῶν Θεοτόκου, τῆς εὑρεθείσης ἐν τῇ νήσῳ παλαιᾶ Τρίκερα τοῦ Μαγνησιακοῦ Κόλπου, ὑπὸ τὰς ῥίζας ἐλαίας (1825)
Τῆ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ θαύματος τῆς Ὑπεραγίας Δεσποίνης Θεοτόκου τῆς Σκριποῦ, ἐν τῇ πόλει τῶν Ὀρχομενών, ὅτε ἐκ τῆς γερμανικῆς καταστροφῆς αὐτὴν ἐλυτρώσατο (1943)
Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι νεο-ἱερομάρτυρες καὶ Ὁμολογητές: Θεόδοτος Ἀντρέεφ, Ἰάκωβος Ἀντρέεφ, Νίνα Φιολέτοβα, Ἰβὰν Ἀντονένκο, Στέφανος Μπαλασένκο, Ηλιας Μπιριούκοφ, Σεργκέι Μπρόβκοβιτς, Βαρβάρα Μπρουσίλοβα, Ἀγαθάγγελος Μπιτσκόφσκι, Σεργκέι Γκαλίν, Νικολάος Γκεοργκιέφσκι, Γεώργιος Τιμοφέεφ, Γερόντιος (Γκεόργκι Γκουμπάνοφ), Δημήτριος Εγκόροφ , Βασίλειος Σοκόλσκι, Ιννοκέντιος (Κόζλοφ), Ἰωσηφ (Τιούριν), Ἀντωνιος Καρτάσεφ, Προκόπιος Κόμπισκο, Ἰβὰν Κοζλόφ, Λούκας Κονοβάλοφ, Λαυρέντιος (Νικήτιν), Λεόντιος (Καρυαγίν), Αλεξανδρος Μεντβέντεφ, Σεραφεὶμ (Kuzmin), Σεργκέι (Ζάιτσεφ), Αλεξανδρος Σίσοεφ, Βασίλειος Τοπόρκοφ, Ἐφραιμ Οὐρβάντσεφ, Θεοδόσιος (Ἀλεξάντροφ) ἐν πολλαῖς βασάνοις, φυλακαῖς καὶ διωγμοῖς ὑπὸ τῶν ἀθέων μπολσεβίκων τελειωθέντες ἐν Ῥωσίᾳ.
Τῆ αὐτῆ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Τύχωνος τοῦ Ῥώσσου τοῦ ἀσκήσαντος ἐν τῇ Καψάλᾳ τοῦ Ἁγίου Ὄρους (1968)

Δεν υπάρχουν σχόλια: