ΔΕΥΡΟ ΛΟΓΙΣΜΕ…
Δεῦρο λογισμέ , καρδία καὶ ψυχή
Ὕμνησον Παρθένον ,Μαρίαν ἐν ὠδῇ
Χαῖρε Παναγία λειμὼν ὁ εὐθαλής
Χαῖρε παντευλόγητε ἡ μύστική λαβίς
***
Χαῖρε Ἄνασσα πασῶν των ἀνασσών
Χαίροις προστασία πάντων τῶν πιστῶν
Χαῖρε ἆσμα ,μόλπος ὁσίων ποιητῶν.
Χαῖρε ἡ φεραυγὴς ὡραία χελιδών.
***
Χαῖρε νοητοῦ Ἡλίου ἡ ἀκτίς
Χαίροις τοῦ ἀδύτου φέγγους ἡ βολίς
Χαῖρε Παραδείσου Χριστοῦ ἡ ἀνθηδών
Χαῖρε ἡ πανσθενὴς σκέπη τῶν βροτῶν.
***
Χαῖρε τοῦ ἐλέους Θεῖε ποταμέ
Χαίροις τῶν χαρίτων πάντων χορηγέ
Χαῖρε ἔαρ ἤδυστον το νοητόν
Χαίρε δρόσος ποθεινὴ ἡ ἐξ’ Ἀερμών.
***
Χαῖρε θεία κλῖμαξ ἡ του Ἴακωβ
Χαίροις Μαριὰμ πηγὴ τῶν δωρεῶν
Χαῖρε τῶν δαιμόνων πτῶσις καὶ φθορά
Χαῖρε τῶν ἀνθρώπων ἀέναος χαρά !
Μουσική- μέλος-στίχοι : π.Διονύσιος
Ταμπάκης
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου