Αναζήτηση αυτού του ιστολογίου

Κυριακή 1 Σεπτεμβρίου 2024

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.




Συναξάριον.
Μὴν Σεπτέμβριος ἔχων ἡμέρας λ΄.
Ἡ ἡμέρα ἔχει ὥρας ιβ΄ καὶ ἡ νὺξ ὥρας ιβ΄.

Τῇ Αʹ (1ῃ) τοῦ μηνός Σεπτεμβρίου, ἀρχὴ τῆς Ἰνδίκτου, ἤτοι τοῦ νέου Ἕτους.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Ὑπεραγίας ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου τῆς ἐπιλεγομένης τῆς «Παμμακαρίστου», τῆς κατατεθειμένης ἐν τῷ Πατριαρχικῷ ναῷ τοῦ Ἁγίου ἐνδόξου μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου .
Τῇ αὐτῇ ἡμέρα μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν τοῦ Στυλίτου, τοῦ ἐν τῇ Μάνδρᾳ, τοῦ ἐπιλεγομένου παλαιοῦ (459).
Τῇ αὐτῇ ἡμέρα μνήμη τῆς Ὁσίας Μάρθας, μητρὸς τοῦ Ὁσίου Συμεών (π.428)· καὶ τῆς Ὁσίας Εὐανθίας ἐν εἰρήνῃ τελειωθήσης·
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ κοίμησις τοῦ δικαίου Ἰησοῦ τοῦ Ναυῇ (12ος αἰ. π.Χ.).
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ σύναξις τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Συμεὼν τοῦ στυλίτου τοῦ νέου τοῦ ἐν Λέσβῳ (845).
Τῇ αὐτῇ ἡμέρα οἱ Ἁγίες 40 Μάρτυρες, Παρθένες καὶ Ἀσκήτριες: Ἀδαμαντίνη, Καλλιρόη, Χαρίκλεια, Πηνελόπη, Κλειώ, Θάλεια, Μυριάνθη, Εὐτέρπη, Τερψιχόρη, Οὐρανία, Κλεονίκη, Σαπφώ, Ἐρατώ, Πολύμνια, Δωδώνη, Ἀθηνᾶ, Τρωάδα, Κλεοπάτρα, Κοραλλία, Καλλίστη, Θεονόη, Θεανώ, Ἀσπασία, Πολυνίκη, Διόνη, Θεοφανώ, Ἐρασμία, Ἑρμηνεία, Ἀφροδίτη, Μαργαρίτα, Ἀντιγόνη, Πανδώρα, Χάϊδω, Λάμπρω, Μόσχω, Ἀρηβοΐα, Θεονύμφη, Ἀκριβή, Μελπομένη, Ἐλπινίκη καὶ Ἀμμοῦν ὁ Διάκονος καὶ διδάσκαλος αὐτῶν, ἐν Ἡράκλεια τῆς Θρᾴκης (321/3).
Τῇ αὐτῇ ἡμέρα μνήμην τοῦ γενομένου θαύματος ὑπὸ τῆς Ὑπεραγίας Θεοτόκου: δηλαδὴ ὅταν ἡ σεβασμία αὐτῆς καὶ θαυματουργὸς εἰκὼν ἡ ἐκ τοῦ Μοναστηρίου οὖσα τῶν Μιασηνῶν, ἐρρίφη ἐν τῇ λίμνῃ τῇ καλουμένῃ Ζαγουροῦ, διὰ τὸν φόβον τῶν Εἰκονομάχων, καὶ ὕστερον μετὰ πλείστους χρόνους, πάλιν ἐκ τῆς λίμνης θαυμασίῳ τρόπῳ ἀνεφάνη ἄσπιλος (864)· καὶ μνήμην τοῦ ἐν Κωνσταντινουπόλει γενομένου μεγάλου ἐμπρησμοῦ κατὰ τοὺς χρόνους τοῦ βασιλέως Λέοντος τοῦ μεγάλου τοῦ ἐπονομαζομένου Μακέλλη, ἐν ἔτει υν΄ [450], ὅταν τὸ πλεῖστον μέρος τῆς Πόλεως ἐπυρπολήθη διὰ τὰς ἁμαρτίας ἡμῶν, ἐπὶ ἡμέρας ἑπτά.
Τῇ αὐτῇ ἡμέρα μνήμη τῶν ἁγίων Μαρτύρων καἰ αὐταδέλφων Εὐόδου, Καλλίστης, Ἑρμογένους καὶ Ἀγαθοκλείας ξίφει τελειωθέντων (309).
Τῇ αὐτῇ ἡμέρα Ὁ ἅγιος Μάρτυς Ἀϊθαλᾶς, ὁ Διάκονος ὁ ἐν Περσίᾳ (380).
Τῇ αὐτῇ ἡμέρα Ὁ ὅσιος Μελέτιος ὁ νέος, ὁ ἐν τῷ Ὄρει Μυουπόλεως (Κιθαιρῶνι) ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται (1105).
Τῇ αὐτῇ ἡμέρα Ὁ ἅγιος Νεομάρτυς Ἀγγελῆς ὁ Χρυσοχόος, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας κατὰ τὀ ͵αχπʹ (1680) ἔτος, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νικολάου τοῦ ἐν τῷ Φαράγγι Κουρταλιώτη ἐν ῾Αγίῳ Βασιλείῳ τῆς Κρήτης ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται ἐν ἔτει 1670.
Τῇ αὐτῇ ἡμέρᾳ, σύναξις τοῦ Ὁσίου Ἀντωνίου τοῦ νέου τοῦ Βεροιέως, «τοῦ ἐν Ἀγυίᾳ» Λαρίσης. (11ο αἰών).
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Χάϊδω ἡ ὁμολογήτρια ἐκ Στανοῦ τῆς Χαλκιδικῆς ὁρμωμένη καὶ ἐν Θάσῳ ἀσκήσασα (1820-1821).
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Θεοτόκου τῆς Γεθσημανῆς ἐν τῇ σκήτῃ Γεθσημανῆ τῆς Μόσχας ἐν Ῥωσίᾳ.
Τῇ αὐτῇ ἡμέρα οἱ ἅγιοι νεοµάρτυρες Ἀλέξανδρος (Λιουµπίµωβ), ὁ ἐν Πόρχωβ τῆς Ῥωσίας πρεσβύτερος, καὶ Bλαδίµηρος (Δβίνσκυ), ὁ διάκονος, (1918).
Τῇ αὐτῇ ἡμέρᾳ κοίμησις τοῦ Ὁσίου πατρὸς ἡμῶν Ἀρσενίου τοῦ Σπηλαιώτου Ἠσυχαστοῦ (1886 – 1983), συνασκητοῦ τοῦ ὁσίου Ἰωσὴφ τοῦ Ἡσυχαστῆ (1959).
Τῇ αὐτῇ ἡμέρᾳ κοίμησις τοῦ Ὁσίου πατρὸς Ἰωακείμ τοῦ Ἁγιαννανίτη (1950).

Στίχοι
Ἴνδικτον ἡμῖν εὐλόγει νέου χρόνου,
ὦ καὶ παλαιὲ καὶ δι᾿ ἀνθρώπους Νέε.(ἤτοι σὺ ὦ Χριστέ).
Στίχοι
Εἰκὼν πλαγχθεῖσα Μητροπαρθένου Κόρης
ναίει νῦν σεπτὸν Τροπαιοφόρου δόμον.
Εἰκὼν Θεοτόκου μεγαλώνυμον ἔλλαχε ναόν.

«Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, Κύριε».
Στερέωσον ἀγαθέ, ἣν κατεφύτευσε πόθῳ, ἐπὶ τῆς γῆς ἡ δεξιά σου, κατάκαρπον ἄμπελον, φυλάττων σου τὴν Ἐκκλησίαν Παντοδύναμε. ᾨδὴ γ’, τῆς Ἰνδίκτου, Ἦχος α΄.

Δεν υπάρχουν σχόλια: