Αναζήτηση αυτού του ιστολογίου

Σάββατο 1 Μαρτίου 2025

ΔΟΞΟΛΟΓΙΑ.ΘΗΚΑΡΑ ΜΟΝΑΧΟΥ ΠΡΟΣΕΥΧΈΣ 14.ΑΙΩΝΑ.


Δοξολογία τῇ Τετράδι καὶ τῷ Σαββάτῳ
ΔΟΞΟΛΟΓΙΑ
Τῇ Τετράδι καὶ τῷ Σαββάτῳ
Προοίμιον μετ' Εὐχῆς
Το Κύριε· οὐδὲ γὰρ αἱ ἄυλοι τάξεις κατ' ἀξίαν ὑμνεῖν σε ἰσχύουσι· πλὴν ὡς ἐφικτὸν κατὰ χρέος τολμῶντες ἐκ πίστεως, προσφέρομεν καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ καὶ θνητοὶ τὰς ἐκ τῶν θείων τάσδε γραφῶν συνειλεγμένας αἰνέσεις
σου.
Πρόσδεξαι οὖν φιλάνθρωπε Δέσποτα ὥσπερ δῶρον τὴν μικρὰν ταύτην αἴνεσιν ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου, καὶ παράσχου μοι χάριν καὶ ἱλασμὸν ἁμαρτιῶν.
Παράσχου μοι καὶ πρὸς τὴν τῶν ἁγίων σου ἐντολῶν τήρησιν τὸν νοῦν μου ἐνασχολεῖσθαι, ἵνα ἰσχύω ὑμνεῖν ἐν ἀληθείᾳ καὶ μεγαλύνειν τὰς δυναστείας σου, καὶ ἵνα ἐπὶ τὴν ἐμὴν ἔχης ἐπιβλέπειν ταπείνωσιν.
Στερεωθήτω ἡ καρδία μου ἐν Κυρίῳ· ὑψωθήτω κέρας μου ἐν Θεῷ μου· εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν τῷ
ὑμνεῖν καὶ δοξάζειν τὸν Κύριον.
Ὕμνος μετὰ τὴν τρίτην Ὠδὴν
Δόξα τῇ δυνάμει σου Κύριε· ὁ ὢν εἷς καὶ μόνος ἐν Τριάδι κατὰ φύσιν ἀεὶ κυρίως Θεός· ὁ ὅλου τοῦ εἶναι ὑποστάτης καὶ ἀρχηγός, καὶ τοῦ δύνασθαι εἶναι δοτὴρ καὶ ἰθυντὴρα καὶ ὑπερδύναμος ἵδρυσις· ὁ ἐπὶ Νῶε καταρράκτας τοῦ οὐρανοῦ διάρας”, καὶ τῆς ἄνωθεν ἀβύσσου τοὺς θησαυρούς ἀνοίξας, καὶ πᾶσαν τὴν ὑφήλιον κατακλύσας κτίσιν· ὁ βρέξας πῦρ εἰς γῆν Σοδόμων καὶ καταφλέξας αὐτοὺς διὰ τὰς ἁμαρτίας αὐτῶν· ὁ δι᾽ εὐχῆς Ἐζεκίου ἐν μιᾷ ῥοπῇ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδων ἀοράτως στρατιὰν ἀποκτείνας.
Δόξα τῇ δυνάμει σου Κύριε· ὁ ἄβυσσον γεώσας καὶ τὸν Ἰσραὴλ ἀβρόχως διαπεράσας, καὶ τὴν Φαραὼ πανστρατιὰν ἐν ταύτῃ βυθίσας· ὁ τὸ παφλάζον πῦρ τῆς χαλδαϊκῆς καμίνου εἰς δρόσον μεταποιήσας, καὶ τοὺς ὁσίους σου παῖδας ἀφλέκτους διατηρήσας, μηδεμιᾶς τριχὸς αὐτῶν τοῦ
πυρὸς τολμήσαντος ἅψασθαι· ὁ θυμοὺς θηρῶν ἀγρίων πραΰνας τῷ Δανιὴλ σφαδάζοντας πρὸς βοράν, καὶ τὰ στόματα τούτων ἐμφράξας ἀοράτῳ δυνάμει καὶ πεσόντας προσκυνεῖν τὸν δίκαιον τούτους παρασκευάσας.
Δόξα τῇ δυνάμει σου Κύριε· ὁ ἐν Αἰγύπτῳ ποταμοὺς μεταστρέψας εἰς αἷμα· ὁ ἐν ἐρήμῳ τῷ Ἰσραὴλ ἄφθονον τροφὴν τὸ μάννα ἐπομβρήσας, καὶ ἐξ ἀκροτόμου πέτρας ποταμοὺς ὑδάτων ἐκρεύσας· ὁ ζωοποιῶν τὸν προφήτην ἐν τῇ καρδίᾳ τῆς θαλάσσης τριημερεύσαντα καὶ ἀναπέμπειν εὐχὰς ἐκ τῆς κοιλίας τοῦ κήτους αὐτὸν ἐνισχύων.
Διαδοχή
Σὺ Κύριε τῇ ἀρρήτῳ σου δυνάμει τὰς πηγὰς τῶν ὑδάτων ἀνεκλείπτους ποιεῖς, καὶ τὰς δυνάμεις τοῦ πυρὸς ἀσβέστους ποιεῖς, καὶ τῷ ἀφανεῖ ἀέρι ζωογόνον δύναμιν περιτίθης· τῷ πυρὶ τὲ τὸ καίειν, καὶ τῇ χιόνι τὸ ψύχειν, καὶ τοῖς ζῴοις τὸ ἀναπνεῖν παρέχεις.

Σὺ τὴν νοερὰν ψυχὴν πρὸς τὸ γεῶδες σῶμα δεσμεύεις,καὶ ἐκτρέπεις σκιὰν θανάτου εἰς αἰώνιον ζωήν, καὶ εἰς δρόσον τὸ πῦρ μεταβάλλεις, καὶ εἰς γῆν ξηρὰν τὰ ὕδατα μεταστρέφεις καὶ πάντων τῶν στοιχείων πάσας μετατρέπεις τὰς φύσεις.
Τριαδικὸν
Θεὲ τρισάγιο παντοκράτορ
Ενιαία τρισυπόστατε κυριότης·
Τριλαμπούς θεότητος αἴγλη μία· κυριαρχία ἄναρχε καὶ πανάγαθε, τελεταρχική", ἀγαθουργὲ καὶ ἀόριστες.
Στιγμὴ πρώτη.
Δόξα τῇ δυνάμει σου Κύριε· ὁ καθαιρῶν δυνάστας ἀπὸ θρόνων, ταπεινοὺς δὲ ἀνυψῶν καὶ κλείζων· ὁ ἐν ἀπόροις πόρους εὑρίσκων, ἀνακαλύπτων βαθέα ἐκ σκότους, διάγων βουλευτὰς αἰχμαλώτους· ὁ τόξα συντρίβων δυναστῶν, καὶ θυρεοὺς καὶ ὅπλα κατακαίων· ὁ βλέμματι μόνῳ τὰ πάντα καταφλέξαι δυνάμενος.
Δόξα τῇ δυνάμει σου Κύριε· ὁ τὸν μεγάλα καυχώμενον ἐξαλείφειν τὴν γῆν καὶ τὴν θάλασσαν, δι᾿ ἀσθενείας σαρκὸς δεικνύων γελοῖον τε καὶ παιζόμενον· ὁ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ· τῶν δὲ ὑπερηφάνων τῇ διανοίᾳ, διασκορπίζων τὰς καρδίας· ὁ ταπεινῶν ὡς τραυματίαν ὑπερήφανον λογισμόν, καὶ ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διασκορπίζων τοὺς ἐχθρούς σου, ἀπολεμήτους ἀπεργαζόμενος τοὺς σοὺς ἐραστάς.
Δόξα τῇ δυνάμει σου Κύριε· ὁ συνέχων ἐν τῇ χειρί σου τὰ πέρατα τῆς γῆς καὶ τὸν γῦρον τῆς θαλάσσης καὶ τὸν κύκλον τοῦ οὐρανοῦ· ὁ κινῶν τὸν οὐρανὸν ἐν τῷ ἐπιβλέπειν τὰς δυνάμεις τῶν οὐρανῶν, καὶ τὴν γῆν ποιῶν τρέμειν ἐν τῷ ἐπιβλέπειν ἡμᾶς· ὁ ὕδατα θαλασσῶν ἐφ᾽ ὕψους αἴρων, καὶ ἐπ᾿ οὐδενὸς ἐφαπλῶν, καὶ εἰς σταγόνας διασκεδάζων καὶ ἀρδεύων τὰ σύμπαντα.
Διαδοχή
Σὺ Δέσποτα τῇ ἀφράστῳ σου δυνάμει, ἐνιδρύεις ταῖς νεφέλαις τὰ ὕδατα, καὶ θεμελιοῖς τὴν γῆν ἐν τοῖς ὕδασι, καὶ περισφίγγεις πρὸς ἁρμονίαν ἀλλήλων τὰ πάντα στοιχεία.
Σὺ ἀποστέλλεις ἀπορρήτως τὰς ἀστραπάς· σθένος δὲ βροντῆς σου, τίς οἶδε;
Σὺ πάντων αὐτοπέρας καὶ αὐτομέτρον καὶ αὐτοειδοποιός, πάντα πρὸς ἑαυτὸν ἀοράτῳ δυνάμει περιστρέφων· αὐτὸς μένων ἐν σεαυτῷ ἐν ἀκινήτῳ ταυτότητι, καὶ οὐδέν ἐστι τῶν ὄντων μὴ ἔχον τὴν παρὰ σοῦ δύναμιν.
Στιγμὴ δευτέρα.
Δόξα τῇ δυνάμει σου Κύριε· ὁ τὰ πολυόμματα Χερουβὶμ καὶ τὰ ἑξαπτέρυγα Σεραφὶμ καὶ πάντα τὰ τῶν ἀγγέλων τάγματα τῇ ἀρρήτῳ καὶ παντοδυνάμῳ ἰσχύι σου κτίσας τὴν ἀκατάπαυστον δοξολογίαν βοᾶν σοι “ἅγιος, ἅγιος, ἅγιος”· ὁ ἄρρητος λόγῳ παντί, καὶ ἀκατανόητος νῷ παντί, καὶ ὑπὲρ λόγον ἰσχυρός· οὔτε νοούμενος, ὡς ὑπὲρ τὸ νοεῖσθαι ὤν· οὔτε λεγόμενος, ὡς ὑπὲρ τὸ λέγεσθαι· ὁ καὶ ἑτέρας ἀπείρους τε καὶ ἀλλοίας δυνάμεις πασῶν τῶν οὐσῶν δυνάμεων μόνῳ νεύματι παραστῆσαι δυνάμενος.

Δόξα τῇ δυνάμει σου Κύριε· ὁ ἐκ μὴ ὄντων ποιήσας πάντὰ τὰ ὄντα, καὶ φύσιν ἰδίαν δοὺς ἑκάστῳ τούτων, καὶ τὰς δοθεῖσας ἀμείβων φύσεις ὡς βούλει· ὁ προέχων καὶ ὑπερ κατὰ δύναμιν ὑπερούσιον καὶ ἀπεριόριστον· ὁ πᾶσι τοῖς οὖσι ἔχων καὶ συνέχων τὰ σύμπαντα, ὁρατά τε καὶ ἀόρατα, τὸ εἶναι, ἀφθόνῳ χύσει ἐλέους καὶ περιουσίᾳ ὑπερβαλλού στοιχεῖα πρὸς τὴν ἀλλήλων φιλίαν καὶ κοινωνίαν· καὶ αὖθις δυναμῶν τὰ διακεκριμένα πρὸς τὸ εἶναι κατὰ τὸν οἰκεῖον ἑκάστῳ ὅρον καὶ λόγον ἀσύγχυτα καὶ ἀσύμφυρτα. καὶ ὑπὲρ πᾶσαν αὐτοδύναμιν, καὶ ὑπὲρ τὸ δύνασθαι καὶ
Δόξα τῇ δυνάμει σου Κύριε· ὁ μόνος ὢν ἀπειροδύναμος αὐτοῦ τοῦ εἶναι δύναμις· τοῖς πᾶσιν ὁμοῦ τε καὶ τοῖς καθ' ἕκαστον, καὶ πάσης τῆς ὁπώσποτε καὶ οὔσης καὶ ἐπινοουμένης δυνάμεως, μόνος ὑποστάτης καὶ συνοχεύς· μήτε ἀριθμῷ ὅλως, μήτε τινὶ ὅρῳ περιγραφόμενος· ὁ εἰς τὸ ἀπειροπλάσιον θεοπρεπῶς ὑπερβαίνουσαν πάντα τὴν ποιητικὴν ἔχων δύναμιν, μόνῃ τῇ ῥοπῇ τοῦ πανσθενοῦς σου θελήματος· ὁ πάσης γλώττης τε καὶ ἐννοίας καὶ παντὸς ἐπαινοῦντος λόγου, ἀπειράκις ὑπάρχων ὑπερεπέκεινα, καὶ πάσης γνώσεως διὰ παντὸς ἀνεπίδεκτος.
Διαδοχή
Φόβῳ σοι παρίσταται τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, τρόμῳ σοι λατρεύουσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, ἐκ τῆς · ἀνεκλείπτου δυνάμεώς σου τὸ εἶναι ἀμεταπτώτως ἔχουσαι κατὰ πάσας αὐτῶν τὰς νοερὰς καὶ ἀθανάτους ἀεικινησίας· τῷ σῷ παντοδυνάμῳ λόγῳ οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῇ ἐμπνεύσει τοῦ ζωοποιοῦ σου Πνεύματος,
πᾶσα ἡ δύναμις αὐτῶν.
Σὺ εἶ μόνος ἰσχυρός, θαυμαστός, παντοκράτωρ· σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ πρέπει δόξα· σοὶ μόνῳ πρέπει κράτος, μεγαλοπρέπεια καὶ ὑπὸ ἁπάντων προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι τῇ μια θεότητι, τῇ μιᾷ δυνάμει, τῇ μιᾷ βασιλείᾳ· τῷ μόνῳ ὑπερανάρχῳ καὶ ὑπερουσίῳ καὶ δημιουργῷ τῶν ἁπάντων ἐν Τριάδι Θεῷ· πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ σῶσον με (γ)
Κύριε ἐλέησον (γ)
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια: