Αναζήτηση αυτού του ιστολογίου

Πέμπτη 4 Σεπτεμβρίου 2025

ΠΑΡΑΚΛΗΤΙΚΌΣ ΚΑΝΏΝ †Είς την Αγία Οσιομάρτυρα Ιερουσαλήμ Βεροίας και των συν αυτή τέκνα τηςΚέγουρος, Σεκενδίνος, Σέκενδος.



🕊️⛪ΠΑΡΑΚΛΗΤΙΚΌΣ ΚΑΝΏΝ ⛪🕊️
                   ÷÷÷÷÷÷÷🕊️📖🕊️÷÷÷÷÷÷÷

🕊️†Είς την Αγία Οσιομάρτυρα Ιερουσαλήμ 
         Βεροίας και των συν αυτή τέκνα της         
          Κέγουρος, Σεκενδίνος, Σέκενδος🕊️

       Διάσωσον,           🌷         τετρὰς ἁγίων 
        🤍💐🕊️         💐🌸💐         🤍💐🕊️
       Μαρτύρων           🌷       πάσης ἀνάγκης, 

     Ἰερουσαλήμ τε 🕊️⛪🕊️μετὰ τῶ τέκνων σου, 
   τοὺς ἐξαιτοῦντας τὴν θείαν ὑμῶν πρεσβείαν.

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου...

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς κεκτημένοι οὐρανόθεν τὴν χάριν, πάντων πληροῦτε εὐμενῶς τὰς δεήσεις, καὶ τῶν παθῶν ἀπείργετε τὸν τάραχον, Ἱερουσαλὴμ σεμνή, σὺν τοῖς θείοις υἱοίς σου· ὅθεν τοὺς προστρέχοντας, τῇ σεπτῇ ὑμῶν σκέπῃ, πειρατηρίων ῥύσασθε δεινῶν, ὡς παῤῥησίαν πρὸς Κύριον ἔχοντες.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου...

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Λιταῖς σωθείημεν ἀθλοφόρων. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγραν διοδεύσας.
Λαμπτῆρες τῆς θείας ἀνατολῆς, Ἱερουσαλήμ τε, σὺν τοῖς τέκνοις σου τοῖς κλεινοῖς, λύσατε παθῶν ἡμῶν τὸν ζόφον, ταῖς φωταυγέσιν ὑμῶν παρακλήσεσι.

Ἰάσεις πηγάζουσα δαψιλεῖς, ἡ θείᾳ σου Κάρα, θεραπεύει πᾶσαν ψυχήν, Ἱερουσαλὴμ ὁσιομάρτυς, καὶ τῶν σωμάτων ἰᾶται παθήματα.

Τετρὰς ἀθλοφόρων πανευκλεῶν, ἀεὶ δυσωπεῖτε, θεαρχίαν τὴν τριφαῆ, διδόναι ἡμῖν πταισμάτων λύσιν, καὶ ἀναγκῶν πολυτρόπων ἐκλύτρωσιν.

Θεοτοκίον.
Ἀφράστως τεκοῦσα τὸν ποιητήν, φθορᾶς με ἁπάσης, ἀειπάρθενε Μαριάμ, καὶ ἐκ ψυχοφθόρων νοσημάτων, τῇ σῇ εὐσπλάγχνῳ ῥοπῇ ἀποκάθαρον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰσχυρῶς καθελόντες, τὸν νοητὸν τύραννον, Ἱερουσαλὴμ θείοις ἄθλοις, μετὰ τῶν τέκνων σου, τούτου λυτρώσασθε, τῆς χαλεπῆς κακουργίας, τοὺς θερμῶς προστρέχοντας, ὑμῖν ἑκάστοτε.

Σοῦ τὴν πάντιμον Κάραν, ὡς θησαυρὸν ἔχουσα, Ἱερουσαλὴμ μακάρια, ἡ πόλις Βέῤῥοια, καρποῦται πάντοτε, τὴν ἐξ αὐτῆς προϊοῦσαν, χάριν θεοδώρητον, ὕμνον σοι ᾄδουσα.

Συμφωνίᾳ καρδίας, μιᾷ ψυχῇ ἤνυσαν, ὑπὲρ σοῦ οἱ μάρτυρες Λόγε, τὰ θεῖα σκάμματα, ὧν ταῖς δεήσεσιν, ἐν ὁμονοίᾳ καὶ πίστει, ἡμᾶς ἐνδυνάμωσον, ἐμπολιτεύεσθαι.

Θεοτοκίον.
Ὡς πυρίμορφος θρόνος, καὶ λογικὸν σκήνωμα, τοῦ παμβασιλέως τῆς δόξης, καὶ παντοκράτορος, ναόν με ἔργασαι, θεογεννῆτορ Παρθένε, τῆς αὐτοῦ λαμπρότητος, ἵνα δοξάζω σε.

Διάσωσον, τετρὰς ἁγίων Μαρτύρων πάσης ἀνάγκης, Ἰερουσαλήμ τε μετὰ τῶ τέκνων σου, τοὺς ἐξαιτοῦντας τὴν θείαν ὑμῶν πρεσβείαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα θερμῆ.
Χριστῷ τῳ Θεῷ, μὴ παύσητε πρεσβεύοντες, ὦ Ἱερουσαλήμ, μετὰ τῶν θείων τέκνων σου, διδόναι παθῶν ἴασιν, καὶ δεινῶν συμφορῶν ἀπολύτρωσιν, τοῖς προσιοῦσιν ὑμῖν εὐλαβῶς, καὶ πόθῳ ὑμᾶς ἀεὶ γεραίρουσι.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε,
Θησαυρὸν ὡς θεόσδοτον, Ἱερουσαλὴμ τὴν κάραν σου ἔχοντες, καὶ πιστῶς ταύτῃ προσπίπτοντες, εὐφροσύνης θείας ἐμπιπλάμεθα.

Ἐκ κινδύνων καὶ θλίψεων, Σέκενδε λυτρώσασθε καὶ Σεκένδικε, σὺν Κηγόρῳ τοὺς προστρέχοντας, τῇ θερμῇ πρεσβείᾳ ὑμῶν Ἅγιοι.

Ἱλασμὸν ἐξαιτήσασθε, Ἱερουσαλὴμ ἡμῖν σὺν τοῖς τέκνοις σου, καὶ παθῶν τὴν ἀπολύτρωσιν, τοῖς ὑμῶν γεραίρουσι τὴν ἄθλησιν.

Θεοτοκίον.
Ἡ Θεὸν σωματώσασα, καὶ μετὰ τὸν τόκον ἄφθορος μείνασα, Θεοτόκε ἀειπάρθενε, ἐκ φθορᾶς τὸν νοῦν μου ἐλευθέρωσον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μάρτυς τοῦ Χριστοῦ, Ἱερουσαλὴμ πανθαύμαστε, ἐκ θανάτου ἁμαρτίας χαλεποῦ, τοὺς προστρέχοντας τῇ σκέπῃ σου ἀπάλλαξον.

Ἔχει πρεσβευτάς, ὑμᾶς Βέῤῥοια πρὸς Κύριον, ὦ τετράριθμοι Τριάδος ἀθληταί, διὰ τοῦτο ὑμῖν σπεύδει μετὰ πίστεως.

Νόσων ψυχικῶν, καὶ σωμάτων ἐκλυτρούμεθα, τῇ πρεσβείᾳ ὑμῶν μάρτυρες Χριστοῦ, διὰ τοῦτο εὐλαβῶς ὑμῖν προσπίπτομεν.

Θεοτοκίον.
Ἃχραντε ἁγνή, Θεοτόκε ἀειπάρθενε, τὴν χρανθεῖσάν μου καρδίαν ἡδοναῖς, ἀποκάθαρον τοῖς ῥείθροις τοῦ ἐλέους σου.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Θαυμάτων, ἀναβλυστάνουσα χάριν, ὡς θεόθεν δοξασθεῖσα ἀξίως, παῦσον ἡμῶν τὰς ὀδύνας καὶ πόνους, καὶ πειρασμῶν τὰς ἑφόδους ἀνάστειλον, ὦ Ἱερουσαλὴμ σεμνή, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον.

Λεόντων, τῶν νοητῶν τὴν μανίαν, καθ’ ἑκάστην καθ’ ἡμῶν κινουμένων, τῇ κραταιᾷ ὑμῶν ὄντως πρεσβείᾳ, κατασυντρίψατε ἅγιοι Μάρτυρες, καὶ ἐν εἰρήνῃ ἀληθεῖ, καὶ ἀγάπη ἡμᾶς κυβερνήσατε.

Οἱ θεῖοι, τοῦ Βασιλέως τῆς δόξης, στρατιῶται καὶ γενναῖοι ὁπλῖται, σὺν τῷ Σεκένδῳ Σεκένδικε μάκαρ, καὶ τῷ Κηγόρῳ ἡμῶν ἀντιλήπτορες, καὶ Ἱερουσαλὴμ ὁμοῦ, εὐμενῶς τὰς λιτὰς ἡμῶν δέξασθε.

Θεοτοκίον.
Φανεῖσα, τῶν οὐρανῶν πλατυτέρα, τὸν ἀχώρητον ἐν πάσῃ τῇ κτίσει, ἐν τῇ γαστρί σου ἐχώρησας Κόρη, καὶ τοῖς ἀνθρώποις ἀφράστως προήγαγες, στενοχωρίας τῶν παθῶν, τοὺς πιστῶς σὲ ὑμνοῦντας ῥυόμενον.

Διάσωσον, τετρὰς ἁγίων Μαρτύρων, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς καθελοῦσα τὸν δόλιον δράκοντα, σὺν τοῖς υἱοῖς μαρτυρίου παλαίσμασιν, Ἱερουσαλὴμ παμμακάριστε, ἐκ τῆς αὐτοῦ κακουργίας ἀπάλλαξον, τοὺς πίστει καὶ πόθῳ τιμῶντάς σε.

Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα’ 12 -19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσετε δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθήναι, ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομα μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἓν τῇ ὑπομονῇ ὑμῶν, κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τῶν Ἀθλοφόρων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅμιλε θεόληπτε, τῶν τετραρίθμων μαρτύρων, Ἱερουσαλὴμ σεμνή, Σέκενδε καὶ Κήγορε καὶ Σεκένδικε, πειρασμῶν λύσατε, τὰς ἐπαναστάσεις, καὶ εἰρήνην ἀστασίαστον, ἡμῖν αἰτήσασθε, καὶ παθῶν παντοίων τὴν ἴασιν, καὶ τῶν πταισμάτων ἄφεσιν, παρὰ τοῦ τῶν ὅλων δεσπόζοντος, ἡμῖν τοῖς ἐν πίστει, προστρέχουσιν ὑμῶν τῇ ἀρωγῇ, καὶ τὸν ὑμᾶς στεφανώσαντα, Κύριον δοξάζουσι.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαῖας.
Ὄμβροις θείων χαρίτων, τῆς θερμῆς σου πρεσβείας πρὸς τὸν φιλάνθρωπον, τὸ πῦρ τῶν νοσημάτων, καὶ τῶν παθῶν τὴν φλόγα, Ἀθληφόρε κατάσβεσον, τῶν ἐκζητούντων πιστῶς, τὴν σὴν ἐπιστασίαν.

Ῥῶσιν δίδοσθε θείαν, καὶ ὑγιείαν ψυχῆς τε ὁμοῦ καὶ σώματος, καὶ πᾶσαν εὐεξίαν, καὶ βίου εὐπραγίαν, Ἀθλοφόροι αὐτάδελφοι, τοῖς ἀνυμνοῦσιν ὑμῶν, τὰς θείας ἀριστείας.

Ὡς ἐν φύσει καὶ πίστει, ἡνωμένοι ἐν πᾶσιν ἅγιοι Μάρτυρες, ἡμᾶς ἐν ὁμονοίᾳ, βιοῦν καὶ πολιτείᾳ, καθαρᾷ ἀξιώσατε, τοὺς προσιόντας θερμῶς, ὑμῶν τῇ ἀντιλήψει.

Θεοτοκίον
Νοῦν μοι σώφρονα δίδου, καὶ κατάνυξιν Κόρη ἐν τῇ καρδίᾳ μου, ὡς ἂν ἐν μετανοίᾳ, διέλθω τῆς ζωῆς μου, τὸ ὑπόλοιπον ἄχραντε, καὶ τῆς ἀλήκτου χαρᾶς, μετὰ τὸ τέλος τύχω.

ᾨδὴ η΄. Τὸν βασιλέα.
Γενοῦ μοι Μάρτυς, καταφυγὴ ἐν ἀνάγκαις, τῷ προστρέχοντι τῇ σῇ πρεσβείᾳ, Ἱερουσαλήμ, ὡς λιμένι ἀκυμάντῳ.

Ἔργοις ἐνθέοις, κατακοσμεῖσθαι ἐν πᾶσιν, ἀξιώσατε ἡμῶν τὴν πολιτείαν, τρίστιχε χορεία, μαρτύρων αὐταδελφων.

Ἀσθενημάτων, ἴασιν δίδοσθε πᾶσι, καὶ ἐκλύτρωσιν πολυειδῶν κινδύνων, μάρτυρες Κυρίου, ἡμῖν ἐκδυσωποῦμεν.

Θεοτοκίον.
Σῶσόν με, Κόρη, τῆς ὀλεθρίου μανίας, τοῦ ἀλάστορος τοῦ κατ’ ἐμοῦ λυττῶντος, καὶ ῥῦσαι τὸν νοῦν μου, τῆς τούτου ἐπηρείας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἱλέωσαι τὸν κτίστην, ἡμῖν μακαρία, ὡς ἂν πταισμάτων τὴν ἄφεσιν λάβωμεν, καὶ ἐναρετως ἐν κόσμῳ πολιτευσώμεθα.

Μαρτύρων θεῖον στῖφος, πρὸς τῶν μαρτυρίων, τῶν θεϊκῶν τὴν ὁδὸν κατευθύνατε, τοὺς τὴν σεπτὴν ὑμῶν ἄθλησιν, μακαρίζοντας.

Ὁλόφωτον παστάδα, ἤδη κατοικοῦντες, θεοειδεῖς Ἀθληφόροι τετράριθμοι, ἐκ σκοτασμοῦ παθημάτων ἡμᾶς λυτρώσασθε.

Θεοτοκίον.
Ὑψίστου θεῖε θρόνε, Κεχαριτωμένη, ἐξ ἐννοιῶν ψυχοφθόρων ἀνύψωσον, πρὸς ἀρετῶν ἀναβάσει τὸν νοῦν μου δέομαι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Μαρτύρων τετρὰς σεπτή, Ἱερουσαλήμ τε, καὶ Σεκένδικος ὁ κλεινός, Σέκενδε θεόφρον, καὶ Κήγορε τρισμάκαρ, ἡμῶν πρὸς τὴν Τριάδα, πρέσβεις ἀκοίμητοι.

Ἤθλησας νομίμως ὑπὲρ Χριστοῦ, μετὰ τῶν υἱῶν σου, ἀνδρικῶς Ἱερουσαλήμ, καὶ τῆς ἄνω δόξης, σὺν τούτοις ἠξιώθης, μεθ’ ὧν καὶ εὐμενίζου, ἡμῖν τὸν Κύριον.

Τέσσαρσιν ἐν σώμασιν ἐν μιᾷ ψυχῇ, ἠθληκότες, ἀληθῶς Ἱερουσαλήμ, μετὰ τῶν υἱῶν σου, ὁμοῦ βραβείων ἴσων, παρὰ τοῦ ἀθλοθέτου, κατηξιώθητε.

Χαίροις αὐταδέλφων τριὰς σεπτή, παῖδες τοῦ Κυρίου, καὶ πανθαύμαστοι ἀθληταί, Σέκενδε τρισμάκαρ, Σεκένδικε θεόφρον, καὶ Κήγορε Τριάδος ὁπλῖται ἄριστοι.

Ῥύσασθε κινδύνων καὶ πειρασμῶν, Ἱερουσαλήμ τε, καὶ Σεκένδικος ὁ κλεινός, Σέκενδε θεόφρον, καὶ Κήγορε παμμάκαρ, τοὺς τῇ σεπτῇ πρεσβείᾳ, ὑμῶν προστρέχοντας.

Τοὺς ὑμᾶς τιμῶντας πανευλαβῶς, Ἱερουσαλήμ τε, σὺν τοῖς τέκνοις σου τοῖς τρισί, πάσης δυσπραγίας, καὶ πόνων καὶ κινδύνων, φυλάττετε ἀτρώτους, ὑμῶν δεήσεσι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Στῖφος τετραρίθμων ἀθλητῶν, Ἱερουσαλὴμ μακαρία, μετὰ τῶν τέκνων σου, Κήγορε Σεκένδικε, καὶ θεῖε Σέκενδε, πάσης βλάβης καὶ θλίψεως, καὶ πάσης ἀνάγκης, ἀσινεῖς τηρήσατε, ὑμῶν δεήσεσι, πάντας τοὺς πιστῶς προσιόντας, τῇ σεπτῇ ὑμῶν προστασίᾳ, μάρτυρες Χριστοῦ ἀξιοθαύμαστοι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Αμήν!!!📿🕊️⛪

Δεν υπάρχουν σχόλια: