Αναζήτηση αυτού του ιστολογίου

Τετάρτη 8 Μαΐου 2024

Ο λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ ΣυναξαρίουΣυναξάριον.Τῇ Η´ (8ῃ ) τοῦ μηνὸς Μαΐου.



Ο λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου
Συναξάριον.
Τῇ Η´ (8ῃ ) τοῦ μηνὸς Μαΐου, μνήμη τοῦ ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ, ἐπιστηθίου φίλου, ἠγαπημένου καὶ παρθένου, Ἰωάννου τοῦ Θεολόγου, ἤτοι ἡ σύναξις τῆς ἁγίας κόνεως τῆς ἐκπεμπομένης ἐκ τοῦ τάφου αὐτοῦ, ἤγουν τοῦ μάννα. (†101)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἀρσενίου τοῦ μεγάλου. (†448)
Τῇ αὐτῇ ἡμέρᾳ, σπεῖρα (τάγμα) στρατιωτῶν ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου μάρτυρος Νικόμα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Ταρασίου τοῦ ἀπὸ Λυκαονίας, τοῦ Θαυματουργοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἁγίας μάρτυρος Αὐγουστίνης τῆς ἐν Βυζαντίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου μάρτυρος Ἀγαθίου τοῦ (ἢ Ἀκακίου) ἐν Βυζαντίῳ. (†304)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Μήλη, τοῦ ὑμνῳδοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Διονυσίου, ἐπισκόπου Βιέννης (Vienne) ἐν Γαλλίᾳ. (†193)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου μάρτυρος Βίκτωρος τοῦ Μαυριτανοῦ στρατιώτου, ἐν Μεδιολάνοις (Milan) ἀθλήσαντος. (~†303)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων ἱεραποστόλων τῶν Κάτω Χωρῶν, Βίρωνος ἐπισκόπου Οὐτρέχτης (†710), Πλεχέλμου (†730) καὶ Ὀδγέρου (Otger) διακόνου (η´ αἰ.).
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Μακαρίου, ἀρχιεπισκόπου Γάνδης (Ghent) ἐν Βελγίῳ. (†1012)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἀρσενίου, κτίτορος τῆς μονῆς Κοιμήσεως Θεοτόκου, ἐπονομαζομένης Βαρνακόβης, ἐν Δωρίδι Φωκῖδος. (†1111)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ποιμένος τοῦ νηστευτοῦ, τῶν Ἄπω Σπηλαίων τοῦ Κιέβου. (~†1141.)
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Εὐπραξίας τοῦ Πσκὼφ (1243)
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Βασιλίσκος ὁ μακάριος, ἐν Ἄγκλιχ (1863)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Κασσιανοῦ, ἐγκλείστου καὶ νηστευτοῦ τῶν Σπηλαίων τοῦ Κιέβου. (ιγ´-ιδ´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἀρσενίου τοῦ φιλοπόνου, μοναχοῦ τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου. (ιδ´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ὁσίων πατέρων ἡμῶν Ζωσιμᾶ καὶ Ἀδριανοῦ, κτιτόρων μονῆς παρὰ τὸν ποταμὸν Σέστρα ἐν Ῥωσίᾳ. (ιε´-ιϚ´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ μνήμην τῆς ἀνακομιδῆς τῶν ἱερῶν λειψάνων τοῦ Ὁσίου Ἀρσενίου τοῦ διὰ Χριστὸν σαλοῦ τοῦ Novgorod Ῥωσίας (1517)
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Φιλοθέου τοὐπίκλην Ζερβάκου τοῦ ἀρτίως ἐν Πάρῳ ἀσκήσαντος καὶ ἐν τῇ Μονῇ Λογγοβάρδας ἡγουμενεύσαντος, τοῦ θαυματουργοῦ, ἐν ἔτει 1980 κοιμηθέντος

Εἶτα τὸ τοῦ Πεντηκοσταρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Τετάρτῃ τῆς Διακαινησίμου, τὴν Σύναξιν πάντων τῶν Σιναϊτῶν ἁγίων ἐπιτελοῦμεν τῆς χορείας τῶν προφητῶν, ἀθλοφόρων καὶ ὁσίων, ἀνδρῶν καὶ γυναικῶν, τῶν ἐν διαφόροις καιροῖς συντόνῳ ἀσκήσει ἢ μαρτυρίῳ Χριστῷ εὐαρεστησάντων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη ἐπιτελοῦμεν τοῦ ὑπερφυοῦς θαύματος γεγονότος διὰ τῆς ἁγίας καὶ σεβασμίου Εἰκόνος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου τῆς Κασσιοπίας, ἐπὶ τῷ ἀδίκῳς τυφλωθέντι Στεφάνῳ, καὶ παραδόξως ὀμματωθέντι.
Τῇ αὐτῇ ἡμέρᾳ, Σύναξις τῆς Ἱερᾶς Εἰκόνος τῆς Ὑπεραγίας Θεοτόκου, τῆς ἐπονομαζομένης «Ὑψενῆς» ἧς ἡ ἁγία εἰκὼν εὑρεθεῖσα ὑπὸ τοῦ ὁσίου πατρὸς ἡμῶν Μελετίου θησαυρίζεται ἐν τῇ ἐν Ῥόδῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Σύ­να­ξιν ἐ­πι­τε­λοῦ­μεν εἰς μνή­μην τῆς ὑ­πε­ρα­γί­ας δε­σποί­νης ἡ­μῶν Θε­ο­τό­κου καὶ ἀ­ει­παρ­θέ­νου Μα­ρί­ας, τῆς ἐ­πο­νο­μα­ζο­μέ­νης Με­γα­ρι­ω­τίσ­σης, ταύ­της ἡ ἁ­γί­α εἰ­κὼν εὕ­ρη­ται ἐν τῇ πό­λει τῆς Με­σημ­βρί­ας ἐν Βουλ­γα­ρί­ᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Σύναξις τῆς Ἱερᾶς Εἰκόνος τῆς Ὑπεραγίας Θεοτόκου, τῆς ἐπονομαζομένης «Κασπερόβκα»
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην τοῦ Ὁσίου Λεοντίου τοῦ ἐν Βλαχέρνα Ἀρκαδίας ἀσκήσαντος, τοῦ ἐκ Στεμνίτσης ὁρμωμένου, ὃς ἐτελειώθη ἐν αὐτῇ τῇ Λαμπροφόρῳ τῆς Ἀναστάσεως νυκτί. (18ος αι.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην ἐπιτελοῦμεν τῶν ὁσίων καὶ θεοφόρων αὐταδέλφων Θεοχάρους (†1828) καὶ Ἀποστόλου (1845) τῶν ἐξ Ἄρτης .


Στίχοι
Οὐ βρῶσιν, ἀλλὰ ῥῶσιν ἀνθρώποις νέμει
Τὸ τοῦ τάφου σου μάννα, μύστα Κυρίου.
Ὀγδοάτῃ τελέουσι ῥοδισμὸν βροντογόνοιο.
Στίχ. Λαθεῖν βιώσας Ἀρσένιος ἠγάπα,
Ὃς οὐδὲ πάντως ἐκβιώσας λανθάνει.

«Τεκνία, ἀγαπᾶτε ἀλλήλους» (παιδιά μου, νὰ ἀγαπᾶτε ὁ ἕνας τὸν ἄλλο).
«Ὁ Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ» (Α´ Ἰωάννου, δ´, 16).
«μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.» ( Ιω. 15,13)

Δεν υπάρχουν σχόλια: