Αναζήτηση αυτού του ιστολογίου

Τρίτη 28 Μαΐου 2024

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. Συναξάριον τοῦ Μηναίου. Τῇ ΚΘ´ (29ῃ) τοῦ μηνὸς Μαΐου.





Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.
Συναξάριον τοῦ Μηναίου.
Τῇ ΚΘ´ (29ῃ) τοῦ μηνὸς Μαΐου, μνήμη τῆς ἁγίας μάρτυρος Θεοδοσίας τῆς παρθένου τῆς Τυρίας. (†308)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἁγίας ὁσιομάρτυρος Θεοδοσίας τῆς Κωνσταντινουπολιτίσσης καὶ τῶν σὺν αὐτῆς. (†730)
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Κύριλλος ἐκ Καισαρείας (251)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων μαρτύρων Καρέλλου τοῦ παιδός, Πριμόλου, Φινόδου, Βενούστου, Γισσίνου, Ἀλεξάνδρου, Τρεδεντίου καὶ Ἰοκούνδης, τῶν ἐν Καισαρείᾳ τῆς Καππαδοκίας. (253-259)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Ὀλβιανοῦ, ἐπισκόπου πόλεως Ἀνέου τῆς Μικρᾶς Ἀσίας καὶ τῶν μαθητῶν αὐτοῦ. (284-305)
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Ἀνὴρ καὶ ἡ τούτου Σύζυγος, ξύλοις τὰ ὀστᾶ συντριβέντες, τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἱερεμίου τοῦ ἀναχωρητοῦ, τοῦ ἐκ Δαμασκοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου μάρτυρος Ῥεστιτούτου, ἐπὶ τῆς Αὐρηλίας ὁδοῦ ἐν Ῥώμῃ ἀθλήσαντος. (299)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἁγίας καὶ μεγάλης Πρώτης Οἰκουμενικῆς Συνόδου, συγκληθείσης ἐν Νικαίᾳ κατὰ τὸ ἔτος τκε´ (325), καταδικασάσης τὸν Ἄρειον καὶ δογματισάσης τὸ ὁμοούσιον τοῦ Θεοῦ Λόγου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀλεξάνδρου, ἀρχιεπισκόπου Ἀλεξανδρείας. (326)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Μαξιμίνου, ἐπισκόπου Τρεβήρων (Trier) ἐν Γερμανίᾳ, πολεμίου τοῦ ἁρειανισμοῦ, καὶ περιθάλψαντος κατὰ τὸν διωγμὸ αὐτοῦ τὸν Μέγα Ἀθανάσιο. (352)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ἁγίων μαρτύρων· Σισινίου τοῦ διακόνου, Μαρτυρίου καὶ Ἀλεξάνδρου, τῶν ἐν Τριδέντῳ (Tridentum, Trento) ἐπὶ Ὁνωρίου ἀθλησάντων. (397)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Μαξίμου, ἐπισκόπου Βερόνης (Verona) ἐν Ἰταλίᾳ. (Ϛ´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ὁσίων Βότου (Votus), Φήλικος καὶ Ἰωάννου, ἐρημιτῶν ἐν τοῖς Πυρηναίοις ὄρεσι. (750)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου βασιλέως Ἐθελβέρτου τοῦ β´ (Æthelberht II), βασιλέως τῆς ἀνατολικῆς Ἀγγλίας. (794)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Γεράλδου (Gerald), ἐπισκόπου Μακόνου (Mâcon), τὸ πρῶτον καὶ ἐν τέλει ἐρημίτου ἐν Βροῦ (Brou, Eure-et-Loir) τῆς βορείου Γαλλίας. (927)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Οὐλρίχου (Ulric), ἀσκήσαντος ἐν τῇ βενεδικτινῇ μονῇ τῆς Θεοτόκου ἐν Ἀρχεγόνῳ (Einsiedeln) τῆς Ἑλβετίας. (978)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν δικαίων Ἰωάννου καὶ Μαρίας, τῶν ἐν Οὐστιοὺγκ τοῦ Βολογκτᾶ ἐν Ῥωσίᾳ. (ιγ´ αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου νεομάρτυρος Ἀνδρέου τοῦ Ἀργέντη ἢ Ἀργύρη, τοῦ ἐκ Χίου καὶ ἐν Κωνταντινουπόλει μαρτυρήσαντος. (1465)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰωάννου, τοῦ διὰ Χριστὸν σαλοῦ, ἐν Οὐστιοὺγκ τοῦ Βολογκτᾶ ἐν Ῥωσίᾳ. (1494)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου νέου ἱερομάρτυρος Θεοδώρου, ἐπισκόπου Βρχὰτς τῆς Σερβίας, ὑπὸ τῶν Τούρκων ἀναιρεθέντος. (1549)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου νεομάρτυρος Νάννου, ἤτοι Ἰωάννου, τοῦ Θεσσαλονικέως, ἐν Σμύρνῃ μαρτυρήσαντος, καὶ ξίφει τελειωθέντος. (1802)
Τῇ αὐτῇ ἡμέρα, ἄθλησις τοῦ ἁγίου νέου ἱερομάρτυρος Εὐθυμίου (Ἀγριτέλλη) ἐπισκόπου Ζήλων, ἐκ Λέσβου ὁρμωμένου καὶ ἐν Ἀμασείᾳ τοῦ Πόντου ὑπὸ τῶν Ἀγαρηνῶν ἐν βαρυτάτῃ εἱρκτῇ μαρτυρικῶς τελειωθέντος. (1921)
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου, τῆς Ἐγγύησης τῶν Ἀμαρτωλῶν, ἐν τῇ Ῥωσσίᾳ
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Θεοτόκου, τῆς ἐπικαλουμένης· «ὁ ἀκοίμητος Ὀφθαλμὸς», ἐν τῇ Ῥωσσίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μιχαὴλ τοῦ Βαλαὰμ (1854)
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Δωροθέα τῆς Μονῆς Σουχοτίνσκ ἐν τῇ Ῥωσσίᾳ (1885)
Τῇ αὐτῇ ἡμέρᾳ, τῶν ἔν τε τῇ τῆς τοῦ Θεοῦ Σοφίας τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας καὶ ἔνδον τῶν τειχῶν χώρα τῆς Βασιλευούσης τῶν πόλεων Κωνσταντίνου πόλεως, ἀναιρεθέντων ἀνωνύμων μαρτύρων ὑπὸ τῶν ἀλλοφύλλων τε καὶ ἀλλοθρήσκων, ἐν τῇ ἡμέρᾳ τῆς ἁλώσεως αὐτῆς. (1453)
καὶ ἀνάμνησις τῆς θλιβερῆς ἁλώσεως τῆς Βασιλίδος τῶν Πόλεων, ἤτοι τῆς Κωνσταντινουπόλεως, ὑπὸ τῶν Ὀθωμανῶν, ἐν ἔτει 1453.

Εἶτα τὸ τοῦ Πεντηκοσταρίου.
Τῇ Τετάρτῃ τοῦ Παραλύτου, τὴν τῆς Μεσοπεντηκοστῆς ἑορτάζομεν ἑορτήν.

Στίχοι
Ἑστὼς διδάσκει τῆς Ἑορτῆς ἐν μέσῳ,
Χριστὸς Μεσσίας τῶν διδασκάλων μέσον.
Στίχ. Κέρας κριοῦ κτεῖνάν σε Θεοδοσία,
Ὤφθη νέον σοι τῆς Ἀμαλθείας κέρας.
Στίχ. Κτείνουσιν ἄπιστοι πληθὺν Μαρτύρων,
πρέσβεις ἀπαύστους δωρούμενοι τῇ Πόλει.
Στίχ. Ὁ Εὐθύμιος ἐν εἱρκτῇ μαρτυρήσας,
Προσετέθη χορείᾳ Μαρτύρων


Δεν υπάρχουν σχόλια: