Αναζήτηση αυτού του ιστολογίου

Δευτέρα 27 Μαΐου 2024

Ο λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.Συναξάριον τοῦ Μηναίου.Τῇ ΚΖʹ (27ῃ) τοῦ μηνὸς Μαΐου,.




 Ο λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.
Συναξάριον τοῦ Μηναίου.
Τῇ ΚΖʹ (27ῃ) τοῦ μηνὸς Μαΐου, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Ῥώσσου, τοῦ νέου Ὁμολογητοῦ, ὅστις πωληθεὶς εἴς τινα Ἀγαρηνὸν ὡς αἰχμάλωτος, καὶ παρ΄ αὐτοῦ, ἐν τῇ ἐν Μ. Ἀσίᾳ κωμοπόλει τῆς Καππαδοκίας, Προκοπίῳ, ἀχθείς, καὶ ἀσκητικῶς ἐκεῖ ἀγωνισάμενος, ἐκοιμήθη ἐν Κυρίῳ κατὰ τό, 1730.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἱερομάρτυρος ῾Ελλαδίου (4ος αἰ).
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Θεράποντος ἐκ Σαρδέων (259).
Τῇ αὐτῇ μέρᾳ, μνήμη τῆς ἁγίας μάρτυρος Ρεστιτούτης, τῆς Σόρα τῆς Καμπανίας, καί τῆς συνοδείας αὐτῆς. (270 – 275).
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου μάρτυρος Ἰουλίου, τοῦ Στρατηλάτου, τοῦ ἐκ Ῥουμανίας ἐν ἔτει 297 ξίφει τελειωθέντος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ὁσίας μητρὸς ἠμῶν Μελανγγέλλας τῆς ἐρημίτιδος τῆς ἐξ Ἰρλανδίας καὶ ἐν Οὐαλίᾳ ἀσκησάσης, τῆς θαυματουργοῦ (641)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἠμῶν Βεδέα τοῦ Ὁμολογητοῦ τοῦ Ἄγγλου (735)
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐσεβιώτης, πυρὶ τελειοῦται
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀλύπιος, λίθῳ τὴν κεφαλὴν συντριβεὶς τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἠμῶν Βασιλείου τοῦ ἐν Χαχούλι, υἱοῦ τοῦ βασιλέως Μπαγρὰτ Γ΄, τοῦ ἐκ Γεωργίας (11ος αἰ).
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἠμῶν Μιχαὴλ Παρεκχέλι ἐκ Γεωργίας (8ος-9ος αἰ.).
Τῇ αὐτῇ μέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἠμῶν Φιλίππου τοῦ Α΄ μητροπολίτου Μόσχας (1473)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ὁσίων πατέρων ἠμῶν Θεράποντος τοῦ ἐν Λευκῇ Λίμνῃ (1426) καὶ Θεράποντος τῆς μονῆς Μόνζας τῆς Ῥωσσίας(1597)
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ὁσίων πατέρων ἠμῶν ᾿Ηλία καὶ Ματθαίου τοῦ Ζαράνσκϊυ τῶν ἐκ Ῥωσίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου πατρὸς ἠμῶν Λαζάρου τοῦ ἐν τῇ Λαύρᾳ τοῦ Πσκὼφ ἀσκήσαντος (1824)
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνακομιδὴ τῶν ἱερῶν λειψάνων (1472) τῶν ἐν ἁγίοις πατέρων ἠμῶν Ἰωνᾶ (1461), Φωτίου (1431) καὶ Κυπριανοῦ (1406), μητροπολιτῶν Μόσχας, καὶ ἀνακομιδὴ τῶν ἱερῶν λειψάνων (1667) τοῦ ὁσίου πατρὸς ἠμῶν Νείλου τοῦ ἐκ Σομπένσκ τῆς Ῥωσίας (1554).
Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι νεο-ἱερομάρτυρες καὶ ὁμολογητές: Ἀντώνιος Κότοβιτς ἐν Νικολάεφ 1938, Πέτρος Ρόζντεστβιν ἐν Siblag 1939, Ἀθανάσιος (Μαλίνιν, ἐν Ἀρχάγγελσκ 1939), Μιχαὴλ Βερεσσάγκιν ἐν Kirov 1933, Πέτρος Ντράγιαγκιν ἐν Βιάτκα 1930, Μιχαὴλ Ζουμπάρεφ ἐν Nizhny Novgorod 1930, μοναχὴ Τατιάνα Σαννίκοβα ἐν Βιάτκα 1931, Ἀρσένιος Τσιστιακόφ 1930, ἐν πολλαῖς βασάνοις, φυλακαῖς καὶ διωγμοῖς ὑπὸ τῶν ἀθέων μπολσεβίκων τελειωθέντες ἐν Ῥωσίᾳ.

Στίχοι
Πλήρης χαρίτων ὁ αἰχμάλωτος ὤφθη·
αἰχμαλωτίσας τοῦ σκότους τὸν προστάτην.
Εἰκάδι ἑβδομάτῃ Ἰωάννης Θεῷ ἔνθεν ἤρθη.


Δεν υπάρχουν σχόλια: