Παρακλητικός Κανών εις τον Όσιο Πατέρα ημών Ιωάννη τον Ρώσσο τον Θαυματουργό
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Και Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Παρακλητικός Κανών εις τον Όσιο Ιωάννη τον Ρώσσο
Ποίημα Δανιήλ Μοναχού
†Εορτάζεται στις 27 Μαίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς δεδεγμένος τῶν θαυμάτων τὴν χάριν, θαυματουργεῖς τοῖς εὐλαβῶς προσιοῦσι, τῇ ἱερᾷ πρεσβείᾳ σου ἑκάστοτε· ὅθεν τοὺς προστρέχοντας, τῷ σεπτῷ σου λειψάνῳ, ῥῦσαι πάσης θλίψεως, καὶ παθῶν καὶ κινδύνων, καὶ τῶν πταισμάτων αἴτει ἱλασμόν, ὦ Ἰωάννη, τοῖς σὲ μακαρίζουσι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς·
Χάριν νέμοις ἡμῖν Ἰωάννη. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χαρίτων δοχεῖον τῶν θεϊκῶν, Πάτερ δεδειγμένος, χάριν αἴτει καὶ ἱλασμόν, ἡμῖν Ἰωάννη καὶ εἰρήνην, τοῖς εὐλαβῶς προσιοῦσι τῇ σκέπῃ σου.
Ἀπαύστως παρέχων τὰς δωρεάς, ὡς δεδοξασμένος, Ἰωάννη παρὰ Θεοῦ, σωμάτων θεράπευσον τοὺς πόνους, καὶ χαρμονῆς τὰς ψυχὰς ἡμῶν πλήρωσον.
Ῥυσθῆναι κινδύνων ὀδυνηρῶν, καὶ πάσης κακίας, καὶ στενώσεως χαλεπῆς, Χριστὸν ἐκδυσώπει Ἰωάννη, τοῦς τῷ σεπτῷ σου λειψάνῳ προσπίπτοντας.
Θεοτοκίον.
Ἰσχὺν οὐρανόθεν δίδου ἡμῖν, πατεῖν τοῦ δολίου, Θεοτόκε τὰς μηχανάς, καὶ βίον ἐνάρετον ἀνύειν, ὡς ἂν ζωῆς αἰωνίου μετάσχωμεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νέον ἄστρον ἐφάνης, τῆς ἀληθοῦς πίστεως, ὅθεν τῷ φωτὶ Ἰωάννη, τῶν σῶν δεήσεων, σκότος ἀπέλασον, ἐπηρειῶν ὁλεθρίων, καὶ ὑγίειαν βράβευε, τοῖς σὲ γεραίρουσι.
Νοσημάτων παντοίων, καὶ συμφορῶν Ἅγιε, καὶ τῶν ἐν τῷ βίῳ σκανδάλων, ἀτρώτους φύλαττε, τοὺς κεκτημένους σε, πρὸς τὸν Θεὸν μέγαν πρέσβυν, Ἰωάννη ὅσιε, καὶ ἀντιλήπτορα.
Ἐξεχύθη πλουσίως, παρὰ Θεοῦ Ὅσιε, χάρις τῷ ἁγίῳ σου σκήνει· ὅθεν τοῖς χρήζουσι, βρύει ἑκάστοτε, τοὺς ποταμοὺς τῶν θαυμάτων, πᾶσαν κατακλύζοτας, δαιμόνων κάκωσιν.
Θεοτοκίον.
Μηδαμῶς Κόρη φλέξας, τὴν σὴν νηδὺν Ἄχραντε, ὅλος πῦρ ὑπάρχων ὁ Λόγος, ἐκ σοῦ σεσάρκωται· ὅθεν κατάφλεξον, τὴν ἐν ἐμοὶ ἁμαρτίαν, νοουμένοις ἄνθραξι, τῆς σῆς χρηστότητος
Διάσωσον ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Ἰωάννη, πάσης βλάβης καὶ χαλεπῶν περιστάσεων, τοὺς τῇ θερμῇ σου προστρέχοντας προστασία.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος δ΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν σὴν ὡς τεῖχος ἀπροσμάχητον, πλουτοῦντες ἀεὶ ῥαδίως ἐκτρεπόμεθα, τὰς καθ᾽ ἡμῶν τοῦ δράκοντος, προσβολὰς Ἰωάννη μακάριε, καὶ γαλήνης πληρούμενοι πολλῆς, τὴν σὴν πρὸς ἡμᾶς χάριν κηρύττομεν.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ὀδυνῶν καὶ κακώσεων, τοὺς τῷ σῷ λειψάνῳ Πάτερ προστρέχοντα, τῇ σῇ χάριτι ἀπάλλαξον, ὡς Θεοῦ θεράπων γνησιώτατος.
Ἰατρεῖον ἀδάπανον, ἡ σορός ὁρᾶται ἡ τοῦ λειψάνου σου· πᾶσαν νόσον θεραπεύει γάρ, καὶ παρέχει πᾶσι τὰ αἰτήματα.
Συμπαθῶς ἴδε Ἅγιε, τοὺς πιστῶς προσπίπτοντας τῷ λειψάνῳ σου, καὶ τὴν σὴν θερμὴν βοήθειαν, Ἰωάννη δίδου τοῖς αἰτοῦσί σε.
Θεοτοκίον.
Ἡ ἀφράστως κυήσασα, τὸν Δημιουργὸν ἁπάσης τῆς κτίσεως, Θεοτόκε ἀειπάρθενε, πάσης ἡμᾶς ῥῦσαι περιστάσεως.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μέγας ἀρωγός, ἐκ Θεοῦ ἡμῖν δεδώρησαι· διὰ τοῦτο ἐν καιρῷ τῶν πειρασμῶν, Ἰωάννη τῇ πρεσβείᾳ σου προσφεύγομεν.
Ἰασαι ἡμῶν, ἀλγηδόνας τὰς τοῦ σώματος, Ἰωάννη καὶ τὰς νόσους τῶν ψυχῶν, ἐνεργείᾳ τῆς ἐν σοὶ οἰκούσης χάριτος.
Νέκρωσον ἐχθροῦ, τὰ βουλεύματα μακάριε, καὶ μανίαν καθ᾽ ἡμῶν τὴν χαλεπήν, ἐν εἰρήνῃ διεξάγων τὴν ζωὴν ἡμῶν.
Θεοτοκίον.
Ἵνα σου Ἀγνή, τὴν λαμπρὰν μεγαλοπρέπειαν, ἐν ἡμέρᾳ μεγαλύνῳ καὶ νυκτὶ τῶν ὑπούλων τοῦ ἐχθροῦ παγίδων ῥῦσαί με.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὡς εἶδον, στῦλον φωτὸς οὐρανόθεν, οἱ πιστοὶ ἐν τῷ Ἁγίῳ σου τάφῳ, ἐν εὐλαβείᾳ τὸ θεῖον σου σκῆνος, ἡγιασμένον σοφὲ ἀνεκόμισαν, ἐξ οὗ ἀεὶ ἁγιασμοῦ, δωρεὰς καὶ ἰάσεις καρπούμεθα.
Ἀγγέλων, συνὼν τοῖς δήμοις παμμάκαρ, πανταχοῦ τοὺς σὲ καλοῦντας προφθάνεις, καὶ βοηθείας ὀρέγεις τὴν χεῖρα, τοῖς ἐν κινδύνοις τελοῦσι καὶ θλίψεσι· διὸ σὲ πάντες οἱ πιστοί, ὡς προστάτην θερμὸν μακαρίζομεν.
Ναόν σου, τὸν ἱερὸν Ἰωάννη, ὡς ἀχείμαστον πλουτοῦντες λιμένα, ἐν τρικυμίαις καὶ ζάλαις τοῦ βίου, τούτῳ πιστῶς καταφεύγοντες Ὅσιε, ἐπισκοπῇ σου θαυμαστῇ, ποθουμένης γαλήνης πληρούμεθα.
Θεοτοκίον.
Ναμάτων, ζωοπαρόχων Παρθένε, ἀνεδείχθης ἀνεξάντλητος κρήνη, τετοκυῖα τὸν πάντων Δεσπότην· διὸ μοι βλῦσον ἐλέους καὶ χάριτος, ὕδωρ τὸ θεῖον μυστικῶς, ἵνα σβέσω παθῶν μου τὴν κάμινον.
Διάσωσον, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Ἰωάννη, πάσης βλάβης καὶ χαλεπῶν περιστάσεων, τοὺς τῇ θερμῇ σου προστρέχοντας προστασίᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῆν χαριτώνυμον κλῆσίν σου Ὅσιε, ἐπισφραγίζων τοῖς θείοις σου θαύμασι, χαρίτων τῶν θείων ἐνέργειαν, προσεφαπλοῖς τοῖς πιστῶς προσιοῦσί σοι· διὸ Ἰωάννη τιμῶμέν σε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὀσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κέφ. ια΄. 27 – 30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Χάριν τὴν τοῦ Πνεύματος, τῇ καθαρᾷ πολιτείᾳ, κεκτημένος Ὅσιε, βοηθεῖς ἑκάστοτε τοῖς αἰτοῦσί σε, καὶ παθῶν κύματα, τῇ σῇ ἀντιλήψει, κατευνάζεις καὶ ἐν Πνεύματι, ψυχῆς καὶ σώματα, παύεις χαλεπὰ ἀῤῥωστῆματα· διὸ θερμῶς βοῶμέν σοι· σκέπε Ἰωάννη καὶ φύλτατε, πάσης ἐπηρείας καὶ λύπης τε καὶ ζάλης ἀσινεῖς, τοῦ πονηροῦ κοσμοκράτορος, τοὺς σὲ μακαρίζοντας.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡ Ἁγία σορός σου, ὡς ἁγίασμα θεῖον Ἁγίου Πνεύματος, ἀπαύστως ἁγιάζει, τοὺς πίστει προσιόντας, Ἰωάννη καὶ ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Γνόντες Πάτερ τὴν χάριν, ἣν θεόθεν ἐκτήσω οἱ πόνοις στένοντες, προσπίπτουσιν ἐν πίστει, τῇ θείᾳ ἀρωγῇ σου, καὶ ταχέως λαμβάνουσιν, ἀπαλλαγὴν τῶν δεινῶν, θεόφρον Ἰωάννη.
Ἐξεπλάγησαν σφόδρα, οἱ πικρῶς ἐπελθόντες τῷ θείῳ σκήνει σου, ὡς ζῶν γὰρ τούτοις ὥφθης καὶ νῦν τῇ ζωτικῇ σου, ἀντιλήψει θανάτωσον, τὴν καθ᾽ ἡμῶν τοῦ ἐχθροῦ, μανίαν Ἰωάννη.
Θεοτοκίον.
Ῥάβδος ὥφθης Παρθένε, ὡς φησὶν Ἡσαΐας θεοβλαστούργητος· καὶ νῦν τῆς ἀοράτου, ῥοπῆς σου θείᾳ ῥάβδῳ, τοῦ βελίαρ κατάβαλε, τὰς καθ᾽ ἡμῶν μηχανάς, ἁγνή Θεοκυῆτορ.
ᾨδὴ ζ΄. Τὸν Βασιλέα.
Ἀπὸ ποικίλων, ἀσθενειῶν Ἰωάννη, ἡμᾶς φύλαττε ἀτρώτους δυσωποῦμεν, ὡς ἡμῶν προστάτης, καὶ μέγας ἀντιλήπτωρ.
Σορός σου Πάτερ, ἡ ἱερὰ ἰατρεῖον, πᾶσι πρόκειται τοῖς πίστει προσιοῦσι· πᾶσι γὰρ παρέχει, ἰάσεις Ἰωάννη.
Ἴδε θεόφρον, τοὺς εὐλαβῶς προσιόντας, τῷ λειψάνῳ σου καὶ δίδου τούτοις Πάτερ, περὶ ὧν αἰτοῦνται, ὡς μιμητὴς Κυρίου.
Θεοτοκίον.
Μήτερ Κυρίου, καὶ ἀειπάρθενε Κόρη, τὴν ταλαίπωρον θεράπευσον ψυχήν μου, τὴν ἀεὶ νοσοῦσαν, παθῶν ἐπικρατείᾳ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁ μέγας Προκοπέων, ῥύστης καὶ προστάτης, καὶ τῆς Εὐβοίας ἁπάσης ἀγλάισμα, ῥύου ἡμᾶς Ἰωάννη, ἐκ πάσης θλίψεως.
Ὑψόθεν βλέψον Πάτερ, ἐπὶ τοὺς ἐν πίστει, τῷ ἱερῷ σου λειψάνῳ προστρέχοντας, καὶ τὰ αἰτήματα τούτων πλήρου ἑκάστοτε.
Ὑμνοῦντές σου τὴν χάριν, πάτερ Ἰωάννη, τὴν σὴν ἀπαύστως αἰτοῦμεν ἀντίληψιν, ἣν ἀεὶ δίδου τοῖς πόθῳ, σε μακαρίζουσι.
Θεοτοκίον.
Ὑψώσασα τὸν νοῦν μου, ἐκ τῶν χαμαιζήλων, πτέρωσον τοῦτον ἀγάπη τῇ κρείττονι, ἵνα ὑμνῶ σε ἀπαύστως, ὦ Κοσμοσώτειρα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Λύχνος εὐσεβείας Νεοφανής, ἐκ Καππαδοκίας, ἀνεδείχθης ὡς ἀληθῶς, πάτερ Ἰωάννη, καὶ πάντας καταυγάζεις, θαυμάτων ταῖς ἀκτῖσιν, Ἀγίῳ Πνεύματι.
Ὅλος ἀνακείμενος τῷ Χριστῷ, ἤνεγκας προθύμως, τὴν δουλείαν τὴν χαλεπήν, καὶ ἐλευθερίᾳ, ζωῆς τῆς μακαρίας, καθεῖλες Ἰωάννη, ἐχθροῦ τὸ φρύαγμα.
Φῶς ἐν εἴδει στύλου ἀπ᾿ οὐρανῶν, λάμψαν τῷ σῷ τάφω, πᾶσιν ἔδειξεν ἐμφανῶς, τὴν ἐν τῷ σεπτῷ σου, λειψάνῳ θείαν χάριν, θεόφρον Ἰωάννη, Ἀγγέλων σύσκηνε.
Ἔχαιρε τὸ πάλαι τῇ σῇ σορῷ, ἡ Καππαδοκία νῦν δὲ χαίρει πνευματικῶς, τῷ ἡγιασμένῳ λειψάνῳ σου παμμάκαρ, ἡ Εὔβοια τρυφῶσα, τῶν θαυμασίων σου.
Πανταχοῦ ἐξέδραμεν ἀληθῶς, ἡ πλουσία χάρις, τῶν θαυμάτων σου τῶν πολλῶν· ὅθεν δίδου πᾶσι, τοῖς πίστει προσιοῦσι, τῷ θείῳ σου τεμένει, Πάτερ βοήθειαν.
Σκέπε πάσης βλάβης τε καὶ ὀργῆς, τὴν νῆσον Εὐβοίας, Ἰωάννη θαυματουργέ, καὶ τὴν εὐλογίαν, τὴν σὴν δίδου ἀπαύστως, ἁπάσῃ τῇ Ἑλλάδι, ὡς πλήρης χάριτος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τῷ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐκ γῆς ὁ καλέσας σε, πρὸς οὐρανίους Μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον τὸ σκῆνος σοῦ Ὅσιε· σὺ γὰρ ἐν τῇ Ἀσίᾳ ὡς αἰχμάλωτος ἤχθης, ἔνθα καὶ ᾠκειώθης τῷ Χριστῷ Ἰωάννῃ, Αὐτὸν οὖν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἐξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προσπίπτοντας πιστῶς, πάτερ Ἰωάννη θεόφρον, τῇ σῇ Ἁγίᾳ σορῷ, ἣν Θεὸς ἐδόξασε, θαυμάτων χάρισιν, ἀσινεῖς διαφύλαττε, ἐκ πάσης ἀνάγκης, νόσων ἐκλυτρούμενος ψυχῆς καὶ σώματος, δίδου δὲ τὴν σὴν προστασίαν, τοῖς ἐν τοῖς κινδύνοις τελοῦσιν, ὡς Θεοῦ θεράπων γνησιώτατος.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον.
Ἰωάννη χάριτος θείας με πλῆσον
Γεράσιμον σπεύδοντα τῇ ἀρωγῇ σου.
Παρακλητικός Κανών εις τον Όσιο Ιωάννη τον Ρώσσο
Ποίημα Δανιήλ Μοναχού
Πατήστε το Play για να ακούσετε την Παράκληση

†Εορτάζεται στις 27 Μαίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Τῷ Ἰωάννῃ οἱ πιστοὶ νῦν προσδράμωμεν, οἱ ἐν δεινοῖς καὶ συμφοραῖς, καὶ προσπέσωμεν, ἐν εὐσεβείᾳ κράζοντες, ἐκ βάθους ψυχῆς· Ὅσιε, βοήθησον, ἐφ’ ἡμῖν σοῖς ἱκέταις, πρόφθασον καὶ λύτρωσαι τῆς παρούσης ἀνάγκης μὴ παραβλέψεις δέησιν οἰκτρὰν τῶν προσφευγόντων τῇ σκέπῃ σου, Ἅγιε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανῶν.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δειναῖς πιεζόμενος συμφοραῖς, πρὸς σὲ έπιῤῥίπτω, καὶ τὸ σῶμα καὶ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου