Αναζήτηση αυτού του ιστολογίου

Πέμπτη 18 Απριλίου 2024

ΩΔΉ ΈΚΤΗ.ΘΗΚΑΡΑ ΜΟΝΆΧΟΥ ΠΡΟΣΕΥΧΈΣ 14 ΑΙΏΝΑ.



Εὐχαριστία τῇ Τετράδι καὶ τῷ Σαββάτῳ


ΩΔΗ ΕΚΤΗ



Προσευχὴ Ἰωνᾶ τοῦ προφήτου.
Ἐκ θηρὸς ἐκραύγαζεν Ἰωνᾶς, λέγων.
Ὡς τὸν προφήτην Ἰωνᾶν σῶσον ἡμᾶς, Κύριε.
Ε βόητα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσε
κοιλίας κραυγῆς μου ἤκουσας φωνῆς μου.
Ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοὶ ἐκύκλωσάν με.
Πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον.
Κἀγὼ εἶπον· Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου· ἄρα προσθήσω τοῦ ἐπιβλέψαι με πρὸς ναὸν τὸν ἅγιόν σου;

Περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου, ἄβυσσος ἐκύκλωσέ με ἐσχάτη
Ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων, κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι.
Καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου πρὸς σέ, Κύριε ὁ Θεός μου.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὴν ψυχήν μου, τοῦ Κυρίου ἐμνήσθην
καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου πρὸς ναὸν τὸν ἅγιόν σου.
Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατέλιπον.
Ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι· ὅσα
ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ.

ΕΥΧΑΡΙΣΤΙΑ

Τῇ Τετράδι καὶ τῷ Σαββάτῳ

Προοίμιον εὐχαριστήριον
Εξομολογήσομαί σοι Κύριε ὁ Θεός μου ἐν ὅλῃ καρδίᾳ
τὸ ὄνομά σου εἰς τὸν αἰῶνα· ὅτι τὸ
ἔλεός σου μέγα ἐπ' ἐμὲ καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ Αδου κατωτάτου.
Τίς ἱκανὸς κατ᾽ ἀξίαν ὑμνῆσαι τὴν ὑπὲρ νοῦν πρὸς ἡμᾶς
εὐσπλαγχνίαν σου, φιλάνθρωπε Δέσποτα;
Πῶς ἂν ὁ τάλας ἐγὼ ἐπὶ μνήμης ἄξω ποτὲ καὶ διηγήσωμαι τὰς πρὸς ἐμὲ τὸν ἁμαρτωλὸν ἀνεκδιηγήτους εὐεργεσίας σου;
Ποίᾳ γλώσσῃ δυνηθῶ ἐξομολογήσασθαι τὰ ἀναρίθμητά σου ἐλέη τὰ εἰς ἐμὲ τὸν ἀνάξιον;


Εὐχαριστία μετὰ τὴν ἕκτην Ὠδὴν


(Τὸ πρῶτον κεφάλαιον ἐκ δευτέρου λεγέσθω)
Εὐχαριστῶ σοι μόνε ἀγαθέ, μόνε φιλάνθρωπε, μόνε
μακρόθυμε, τρισάγιε Κύριε Παντοκράτορ· ὅτι μεγάλα καὶ ἀναρίθμητα πταίσαντα οὐκ εὐθέως με ἐθανάτωσας·
ἀλλ' ἐμακροθύμησας μέχρι τοῦ νῦν, ἀναμένων τὴν ἐμὴν μετάνοιαν.
Εὐχαριστῶ σοι Κύριε· ὅτι ἐπλεόνασας ἐπ᾿ ἐμὲ τὴν μα-λκροθυμίαν σου καὶ τὴν ἀγαθότητά σου· καὶ οὐ παρέδωκάς
με τοῖς ἐχθροῖς μου εἰς τέλος διὰ τὰς ἀνομίας μου, τοῖς ζητοῦσιν ἀεὶ κατασπᾶσαι με εἰς τὸ τοῦ Αδου βάραθρον.
Εὐχαριστῶ σοι Κύριε· ὅτι διὰ τὴν πολλήν σου φιλανθρωπίαν καὶ ἄφατον ἀγαθότητα, ἐκ μυρίων ἀναγκῶν καὶ
θλίψεων ἐρρύσω με· καὶ τῆς τῶν δαιμόνων πλάνης· καὶ τῆς
τῶν ἀνθρώπων ἐπηρείας.

Διαδοχή

Ὅταν ἀναμνησθῶ τῶν ἀπὸ γενέσεώς μου εὐεργεσιών σου Κύριε, πόσων κινδύνων πολλάκις ἐρρύσω με, πόσοις
τὲ κακοῖς ὑπέπεσον, καὶ ποσάκις ἐν πλημμελείαις ἑκουσίως
ὠλίσθησα καὶ οὐ παρεδόθην κατὰ τὸ δίκαιον, δι᾽ ἃ προειλόμην, τοῖς ὀλεθρίοις καὶ πονηροῖς πνεύμασι εἰς ἀπώλειαν· ἀλλὰ μακροθύμως ὡς φιλάνθρωπος Δεσπότης παρεῖδες
μου τὰ ἀναρίθμητα πλημμελήματα, καὶ διεφύλαξας με την
ἐμὴν ἐκδεχόμενος ἐπιστροφήν· καὶ πῶς τοῖς ἐχθροῖς σου δι'
ἀπείρων πονηρῶν πράξεων ἑκουσίως με δουλεύοντα αὐτὸς
διέτρεφες, καὶ παντοίως ἦσθα προνοῶν ἐμοῦ, ἐξαίρω τῆς
σῆς μακροθυμίας τὴν ἄβυσσον· ἀνακηρύττω τὴν ἄμετρόν σου φιλανθρωπίαν· μεγαλύνω τὴν ἄπειρόν σου ἀγαθότητα.

Τριαδικὸν

Τριὰς ὁμοούσιε καὶ ἀδιαίρετε·
Κυριότης μία τρισσολαμπής·
Ακατάληπτε μία καὶ μόνη κυριαρχία τρισήλιε.

Στιγμὴ πρώτη.

Εὐχαριστῶ σοι Κύριε· ὅτι οὐκ ἐβδελύξω καὶ παρεῖδες
με τὸν ἐναγῆ καὶ παμβέβηλον καὶ πάσης αἰσχρουργίας
δοῦλον ἐν τῷ κόσμῳ ἐν ἀγνωσίᾳ τυγχάνοντα· ἀλλὰ διὰ μό-
νην ἀγαθότητα, οἷς οἶδας κρίμασιν, ἐξελέξω με· καὶ ἀπὸ
τοῦ κόσμου χωρίσας, πρὸ προσώπου τῆς ἁγίας δόξης σου
ἔστησας.
Εὐχαριστῶ σοι Κύριε· ἀνθ' ὧν ἐθαυμάστωσας ἐπ᾿ ἐμὲ
τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον, τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμούς σου· ὅτι ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου, καὶ
ἐν πᾶσι προενοήσω μου· συνετήρησάς με καὶ ἐκυβέρνησας
διὰ μόνην τὴν σὴν χρηστότητα.

Εἰς τὴν ἕκτην Ὠδὴν


Εὐχαριστῶ σοι Κύριε, εἰ καὶ μὴ τυγχάνω αὐτάρκης
πρὸς εὐχαριστίαν τῶν ἀπείρων σου εὐεργεσιῶν· ὅτι ἐφώτισάς με καὶ ἐδίδαξας ἐκ τῶν λόγων τοῦ Πνεύματος τὴν ὁδὸν
τῆς σωτηρίας· ὅτι ἠξίωσάς με, τὸν μεμολυσμένον καὶ ἠχρειωμένον, εὐχὰς καὶ θυσίας ἀναπέμπειν σοι ἕνεκεν τῶν
ἀμέτρων μου ἁμαρτημάτων· καὶ ὅτι ἀνέχῃ ἀνυμνεῖσθαι καὶ
παρ᾿ ἐμοῦ τοῦ βδελύγματος.

Διαδοχή

Ἃ ἐποίησάς μοι μεγαλεῖα ὁ Θεός, τί ἀνταποδώσω σοι;
Ὅτι τῷ ἀγαθῷ νεύματι τῆς βασιλείας σου εἰς ὁδὸν σωτηρίας ὡδήγησάς με· καὶ φίλτρον μοναδικοῦ βίου τῇ καρδίᾳ μου ἐνέθηκας· καὶ μετὰ χαρᾶς, τοῦ κόσμου καὶ τῆς
αὐτοῦ ἀπάτης ἀποστῆναι με ἐνεδυνάμωσας.
Καὶ ἀγγελικῷ σχήματι τῆς ἀσκητικῆς τάξεως κατεκόσμησας· καὶ συναριθμηθῆναι τοῖς προβάτοις τῆς ποίμνης
σου κατηξίωσας· καὶ ἐν τῇ νομῇ τῆς θείας διδασκαλίας σου
πλουσίως διέθρεψας.

Ἃ ἐποίησάς μοι μεγαλεῖα ὁ Θεός, τί ἀνταποδώσω σοι;

Στιγμὴ δευτέρα.

Εὐχαριστῶ σοι Κύριε· ὅτι διὰ τὸ ἀνάξιόν μου καὶ λίαν
ἐμπαθές, μετὰ τὸ λαβεῖν με τὴν ἐπίγνωσιν, οὐχ ὑπερεῖδες·
οὐδὲ ἐγκατέλιπες ὡς θέμις ἦν τὴν ἐμὴν ἀχρειότητα· ἀλλὰ
διὰ τὸ φιλάνθρωπόν σου καὶ λίαν συμπαθές, οὐ διέλιπες
εὐεργετῶν με καὶ προνοούμενος τὸν ἄξιον πάσης κολάσεως.
Εὐχαριστῶ σοι Κύριε· ὅτι μυριάκις πεπτωκότα με ἀνέστησας, σφόδρα ἡμαρτηκότα ἠλέησας· αἰχμαλωτισθέντα
ἐλυτρώσω, πλανηθέντα ἐπανήγαγες· καὶ ἀπ᾿ αὐτοῦ τοῦ φάρυγγος τοῦ διαβόλου καταπεπομένον· ἐκ προαιρέσεως, μυριάκις με ἐξέσπασας.
Εὐχαριστῶ σοι Κύριε· ὑπὲρ πασῶν τῶν εἰς ἐμὲ τὸν ἀνάξιον ἀπείρων εὐεργεσιῶν σου· ὑπὲρ ὧν οἶδα καὶ οὐκ οἶδα·
ὑπὲρ τῶν φανερῶς καὶ ἀφανῶς, τῶν ἐκ πρώτης μου ἡμέρας καὶ μέχρι τῆς παρούσης.

Διαδοχή

Ὁ Θεὸς καὶ Πατήρ, τί εἴπω πρὸς τὸ πέλαγος τῶν σῶν οἰκτιρμῶν; Πῶς θαυμάσω τὴν ἄβυσσον τῆς σῆς ἀγαθότητος; Ἐπὶ τούτῳ γὰρ μεγάλη σου ἡ φιλανθρωπία Κύριε· ὅτι
καὶ ἀναξίους ἡμᾶς ὄντας, καλεῖς· καὶ ἀπολλυμένους, ἐκζητεῖς· καὶ ἀπεγνωσμένους, παρακαλεῖς.
Ἐμοὶ γὰρ ἀπολλυμένῳ ὄντι ἐπὶ ταῖς ἁμαρτίαις μου, καὶ
σχεδὸν ἀπεγνωσμένῳ ὡς μηδὲν ἀγαθόν μοι ποιήσαντι,
ἀλλὰ καὶ μυριάκις ἐνώπιόν σου πλημμελήσαντι, ἐν ἀκαθαρσίαις τε σαρκὸς καὶ ἐν ἄλλαις ἀναριθμήτοις κακίαις
ἀναστραφέντι, οὐ κατὰ τὰς ἀνομίας μου ἐποίησας· οὐδὲ
κατὰ τὰς ἁμαρτίας μου ἀνταπέδωκας· ἀλλὰ καὶ ἀπείρους
δωρεὰς καὶ χάριτας εἰς σωτηρίαν μοι ᾠκονόμησας.

Ὑπὲρ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν, ἀνυμνώ,
εὐλογῶ, δοξολογῶ σε καὶ εὐχαριστῶ τῇ ἀγαθότητί σου˙
ὅτι ἐλεήμων καὶ φιλάνθρωπος ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν
ἀναξίοις χείλεσι καὶ αἴνεσιν καὶ εὐχαριστίαν, πρὸς δὲ καὶ
προσκύνησιν ἀναπέμπω, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ
ἁγίῳ Πνεύματι· τῇ μιᾷ θεότητι, τῇ μιᾷ δυνάμει, τῇ μιᾷ
βασιλείᾳ· τῷ μόνῳ ὑπερανάρχῳ καὶ ὑπερουσίῳ καὶ δημιουργῷ τῶν ἁπάντων ἐν Τριάδι Θεῷ· πάντοτε, νῦν καὶ ἀεὶ
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Στιγμὴ τρίτη.
Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ σῶσον με (γ΄).
Κύριε ἐλέησον (γ).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐχὴ
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ τὴν τοῦ ὕπνου ῥαθυμίαν δια
σκεδάσας ἀφ᾿ ἡμῶν καὶ ἀξιώσας ἡμᾶς τοῦ καὶ ἐν
ταύτῃ τῇ ὥρᾳ ἐπάραι τὰς χεῖρας ἡμῶν καὶ ἐξομολογεῖσθαί
σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου
Πρόσδεξαι τὰς ἑωθινὰς λατρείας ἡμῶν, τὰς δοξολογίας,
τὰς αἰνέσεις, τὰς εὐχαριστίας, τὰς εὐλογήσεις, τὰς δεήσεις·
καὶ χάρισαι ἡμῖν Δέσποτα πίστιν ἀκαταίσχυντον, ἐλπίδα
βεβαίαν, ἀγάπην ἀνυπόκριτον.
Εὐλόγησον ἡμῶν εἰσόδους καὶ ἐξόδους, πράξεις, ἔργα,
λόγους, ἐνθυμήσεις· καὶ καταξίωσον ἡμᾶς ἀγρύπνως καὶ
ἐγρηγόρως καταντῆσαι εἰς τὰς ἀρχὰς τῆς ἡμέρας, αἰνοῦντας
καὶ εὐλογοῦντας τῆς σῆς ἀφράστου δυνάμεως τὴν ἀγαθότητα, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὸ Κύριε ἐλέησον (γ΄).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια: