Αναζήτηση αυτού του ιστολογίου

Πέμπτη 9 Μαΐου 2024

Ύμνος εις την Ζωοδόχον Πηγήν Ὑπὸ ΚΑΙΣΑΡΙΟΥ ΔΑΠΟΝΤΕ.




Ύμνος εις την Ζωοδόχον Πηγήν
Ὑπὸ ΚΑΙΣΑΡΙΟΥ ΔΑΠΟΝΤΕ
Χριστὸς Ἀνέστη ἐκ νεκρῶν, τὸν θάνατον πατήσας,
Καὶ εἰς τοὺς ἐν τοῖς μνήμασι ζωὴν ἀεὶ χαρίσας.
Χριστὸς Ἀνέστη ἐκ νεκρῶν, ἀγαλλιᾶσθε ζῶντες,
Εὐφραίνεσθε οἱ ἐν τῇ γῇ, Ἀνάστασιν ἰδόντες.
Χριστὸς ἀνέστη, ψάλλατε, Χριστὸς ὁ ζωοδότης,
Καὶ πάντας συνανέστησεν, ὡς κραταιὸς Δεσπότης.
Πάσχα Κυρίου χαίρετε· Πάσχα τὸ λαμπροφόρον,
Χαίρετε, καὶ εὐφραίνεσθε, λαοὶ ἀγαλλιᾶσθε,
Ἔν τῇ ἐγέρσει τοῦ Χριστοῦ ψάλλατε καὶ καυχᾶσθε.
Ὑμνήσατε τὸ ὄνομα Χριστοῦ μετ᾽ εὐφροσύνης,
Χορεύσατε μετὰ χαρᾶς μεγάλης καὶ εἰρήνης.
Δοξάσατε, Χριστιανοί, καὶ πάντες ἐπαινεῖσθε
Εἷς τὴν Ἀνάστασιν Χριστοῦ, καὶ ἐξομολογεῖσθε.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, αἰνέσατε, βοᾶτε·
Χριστὸς ἀνέστη, λέγετε σήμερον, καὶ σκιρτᾶτε.
Χριστὸς ἀνέστη σήμερον, κροτήσατε τὰς χεῖρας.
Χριστὸς ἀνέστη ἐκ νεκρῶν; Χριστός μας ὁ Σωτῆρας.
Χριστὸς ὁ λόγος τοῦ Θεοῦ, ὁ τῶν Ἀγγέλων Κτίστης,
Ὁ τῶν ἀνθρώπων πλαστουργός, Χριστιανῶν ἡ πίστις.
Χριστός, τῆς Εὔας καὶ Ἀδὰμ ἡ μόνη Σωτηρία·
Τῶν Προπατόρων ἡ χαρά, καὶ ἡ παρηγορία.
Χριστός, τὸ στόμα Προφητῶν πάντων τῶν Θεηγόρων,
Τῶν Ἀποστόλων κήρυγμα, ἰσχὺς τῶν Ἀθλοφόρων.
Χριστός, τὸ φῶς Ἱεραρχῶν, τὸ καύχημα Ὅσίων,
Ἡ δόξα Ὁμολογητῶν, καὶ πάντων τῶν Ἀγίων.
Χριστός, ὁ μόνος ἀπ᾽ ἀρχῆς μέχρι τῆς συντελείας,
Κτίστης καὶ Πίστις, καὶ ἀρχὴ πάντων τῆς Σωτηρίας.
Δόξα Πατρί τε καὶ Υἱῷ, καὶ Πνεύματι Ἀγίῳ,
Τῷ Παντοικτίρμονι Θεῷ τῶν ὅλων καὶ Κυρίῳ.
Δόξα Χριστῷ τῷ ἐκ νεκρῶν ἐνδόξως ἐγερθέντι,
καὶ σώσαντι τὰ σύμπαντα καὶ δοξολογηθέντι.

                                                                                      ***********************

        Δόξα σοι, Μῆτερ τοῦ Χριστοῦ, δόξα σοὶ, Παναγία·
μικροὶ μεγάλοι λέγομεν, γυναῖκες καὶ παιδία.
Δόξα σοι Μῆτερ τοῦ Θεοῦ, ὅλοι δοξάζομέν σε·
χαίρομεν εἰς τὴν δόξαν σου, καὶ γιορτάζομέν σε.
Διὰ τὴν κοσμοπόϑητον ἔνδοξον τοῦ Υἱοῦ σου,
Τριήμερον Ἀνάστασιν τὴν τοῦ μονογενοῦς σου.
Διὰ τὴν ἑξαήμερον σήμερον Ἑορτήν σοῦ,
Τῆς Ζωοδόχου τῆς Πηγῆς λαμπρὰν πανήγυρίν σου.
Σήμερον ὅλοι χαίρομεν, καὶ μακαρίζομέν σε,
τὴν Ζωοδόχον τὴν Πηγήν καὶ μεγαλύνομέν σε.
Καὶ συμπανηγυρίζομεν εἰς δόξαν καὶ τιμήν σου,
Καὶ ἔχομεν διπλὴν χαρὰν εἰς τὴν πανήγυρίν σου.
Δόξα σοι, Μῆτερ τοῦ Χριστοῦ, τοῦ συνδοξαζομένου,
Πατρί τε καὶ τῷ Πνεύματι, καὶ συνουσιωμένου.
Δόξα σοι, Μῆτερ τοῦ Χριστοῦ, Χριστοῦ τοῦ Ζωοδότου,
Τοῦ ἀναστάντος ἐκ νεκρῶν, Αὐθέντου καὶ Δεσπότου.
Δόξα σοι, Μῆτερ τοῦ Θεοῦ, Πηγὴ ἡ Ζωοδόχος,
τῶν ἰαμάτων ἡ Πηγή, Χρυσοπηγὴ ἐξόχως.
Χρυσοπηγὴ χρυσίου τε παντὸς τιμιωτέρα.
Πηγὴ ζωῆς, Πηγὴ φωτός, φωτὸς ποθεινοτέρα.
Φωτός, ζωῆς, Ἀγιασμοῦ πηγή, καὶ Σωτηρίας,
ἡ Θεοδόχος ἡ Πηγή, πηγὴ τῆς εὐδοκίας,
Ἡ Ζωοδόχος ἡ Πηγή, Πηγὴ ἡ Παναγία,
Ἐξ ἧς πηγάζει ἡ πηγὴ αὕτη ἡ θαυμασία.
Ἡ Ζωοδόχος ἡ Πηγή, ἡ πᾶσι πινομένη,
προσκηνουμένη πάντοτε, καὶ πολυποθουμένη.
Οποῦ Πηγὴν ὡσὰν αὐτὴν νὰ τὴν παρομοιάσω,
μ᾽ ἐκείνην τὴν προβατικὴν ἀντίς, νὰ τὴν δοξάσω,
βέβαια τὴν καταφρονῶ, ὁλότελα σμικρύνω,
Ὄϑεν οὐδὲ ἀποτολμῷ μ᾽ αὐτὴν νὰ τὴν συγκρίνω.
Γιατὶ ποῦ ἕνας Ἄγγελος; Καὶ ποῦ ἡ Παναγία;
Ἔχεῖ, δούλου ἐνέργεια, ἐδῷ, Δεσποίνης θεία.
Καὶ ποῦ τὴν ὥραν ἑκατόν; Καὶ ποῦ τὸν χρόνον ἕνα;
Ῥανίδα μὲ τὴν θάλασσαν εἶναι βεβαιωμένα.
Μὰ μὲ αὐτὸν τὸν Ἤλιον νὰ τὴν παρομοιάσω;
(Ἥλιος γάρ, πηγὴ φωτὸς) Τάχα νὰ τὴν δοξάσω;
Ἡ μήπως καὶ ὁ Ἥλιος αὐτὸς μ᾽ ἐξαπεράσῃ,
ὡς φωτοχύτης, ζωτικός, καὶ μὲ ἐντροπιάσῃ;
Καὶ ἂν ἐτοῦτος ζωτικός, δὲν εἶναι κ᾽ ἡ Πηγή μου;
Ἡ Παναγία Πίστις μου, καὶ ἡ Πηγὴ δική μου,
Ἡ Ζωοδόχος ἡ Πηγὴ δὲν εἶναι παρομοία;
Τὸ Ζωοδόχος μαρτυρεῖ μάρτυς τῇ ἀληθείᾳ.
Καὶ ἀληθέστερον εἰπεῖν, διπλῆς ζωῆς αἰτία,
ὁποῦ ὁ Ἥλιος ζωὴ δὲν εἶνε παρὰ μία.
Καὶ ἂν αὐτὸς φωτιστικός, κανεὶς δὲν τὸ ἀρνεῖται,
τὸ μαρτυροῦν καὶ οἵ τυφλοί, ἀλλ᾽ ὅμως μαρτυρεῖται
κ᾽ ἡ Ζωοδόχος ἡ Πηγή. Καὶ τὶς δὲν τὸ πιστεύει;
Εὐθὺς γὰρ ὁποῦ ϑρέγηκε, πρῶτα τυφλὸν γιατρεύει.
Καὶ μετὰ τοῦτον ἄπειρους. Ὁ Ἥλιος ἀτός τοῦ
τῶν ἰαθέντων μάρτυρας καὶ μετ᾽ ἐκπλήξεώς του.
Ἀν εἶναι δὲ ὁ Ἥλιος, ὁ Βασιλεὺς τῶν φώτων
τῶν ὑπὸ τὴν ὑφήλιον, καθὸ τῶν πάντων πρῶτον,
ἡ Ζωοδόχος ἡ πηγὴ καὶ βασιλικωτάτη,
καθὸ Βασίλισας πηγή, καὶ ἀγαπητοτάτη.
Καθὸ καὶ ἀπὸ Βασιλεῖς καὶ τώρα πινομένη;
καὶ ἀπὸ Βασιλέα δὲ μάλιστα εὑρημένη.
Τὰ ὑπεράνω Οὐρανῶν νερὰ τὶ νὰ τὰ φέρω
τώρα ἐδῶ στὴν σύγχρισιν, ἐγὼ αὐτὰ τὰ ξέρω.
Ὅπου ἀφ᾽ οὗ ἐκτίσθηκαν τόσαις χιλιάδες χρόνοι,

ἕνα καὶ μόνο τους καλὸ θυμοῦμαι, καὶ μὲ σώνει·
Πῶς ἔκαμαν κατακλυσμόν, καὶ ἔπλυναν τὸν τόπον

Τῆς μαυρισμένης ταύτης γῆς ἐκ τῶν κακῶν ἀνθρώπων.
Ὁ Ἰορδάνης ποταμός, ὁ Ἰορδάνης μόνος
εἶναι παρόμοιος, καὶ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Ἡ Ζωοδόχος ἡ Πηγή, ὁ θεῖος Ἰορδάνης,
καὶ θαυμαστά, καὶ ἱερά. Γιὰ ἕνα νὰ τὰ βάνῃς.
Καὶ πρέπει βεβαιότατα, πρέπει ἐπ᾽ ἀληθείας,
Ὅτι ἐκεῖνο τοῦ Χριστοῦ, τοῦτο τῆς Παναγίας.

ΣΤΙΧΟῚ ΕἸΣ ΤῊΝ ΖΩΟΔΟΧΟΝ ΠΗΓῊΝ

Μάννα Σιλωὰμ καὶ Στοὰν Σολομῶντος
Πηγὴν Κόρη Σήν, ἐμφανῶς πᾶς τις βλέπει

********************

Ἐτεροι

Ζωήῤῥυτον, Δέσποινα, χάριν Σὴν δίδου
πιστοῖς ἐμοὶ τε καὶ Ψυχῆς σωτηρίαν.

                                                                                            ********************

Ιωάννου Μητροπολίτου Εὐχαιτῶν

Ἐξάστιχον Ἰαμβικόν

Ἔβλυζε καὶ πρὶν νᾶμα τῷ λαῷ πέτρα,
Χριστὸν δὲ ταύτην μυστικοὶ φασὶ λόγοι.
Ὅς καὶ ποτίζει νέκταρ πρὸς ἀφθαρσίαν.
Μήτηρ δὲ Χριστοῦ δευτέρα πάλιν πέτρα.
Ζηλοῖ τὸν Υἱόν, καὶ ῥέει ζωῆς ὕδωρ·
Πάντες εὔχεσθε συντρέχοντες τὴν χάριν.

Έτεροι Στίχοι
Τοῦ Ἀειμνήστου τῆς Μεγάλης τοῦ Γένους Σχολής Διδασκάλου Νικολάου τοῦ Λογάδου

Λουτήριον πέφυκε ῥεῖθρον δακρύων
τῶν δυσκαθάρτων τοῦ νοὸς μιασμάτων.
Λυτήριον δὲ τυγχάνει ὕδωρ τόδε
Πηγῆς, ἀθλίων σώματος παθημάτων.
Τὸ Μητροπρεπὲς τοῦ Θεοῦ Λόγου ὕδωρ,
Ὕδωρ τὸ φυσίζωον, εὐειδές, ξένον.
Ἀγνὸν τε, πανάκεια παντοίων νόσων,
ᾧ ηὐδόκησε χρῆσθαι ἡ Θεοτόκος.
Τούτῳ προσελθὼν νίψαι ὄψιν καὶ κάραν,
χωλὸν τὸ σῶμα, πίστει ἀτρεκεστάτῃ.
Καὶ νή γε ὄψει σαυτὸν εὐπετῇ πάνυ,
κοῦφον τε ὄχλου παντὸς δυσοίστου πάθους
πρὸς αἶνον ἁγνῆς Μητροπαρθένου Κόρης.
Βυζαντὶς ἠγάσθην Σὲ τῆς εὐποτμίας.

Ἀπολυτίκια

Ἦχος α΄. Τοῦ λίϑου σφραγιϑέντος.
Δεύτε οἱ νόσων πάντες ὀχλούμενοι, τῇ Πηγῇ τῆς Παρθένου πάντες προσέλθωμεν· παρέχει γὰρ πᾶσι δαψιλῶς, ναμάτων ζωηῤῥύτων δωρεάς, καὶ πλουσίως διανέμει τοῖς πιστοῖς τὰ ἰάματα. Δόξα σοι, ὦ Πανάσπιλε Ἀγνή· Δόξα τῇ Ζωοδόχῳ σου Πηγῇ· Δόξα
σοι, τῇ ἐλπίδι τῶν ψυχῶν ἡμῶν.

ΕΤΕΡΟΝ
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τω Ναῷ τῆς Παρθένου πάντες προσέλθωμεν, τὴν Πηγὴν τὴν Ἀγίαν ὕμνοις τιμήσωμεν, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν, ὅτι παρέχει δαψιλῶς, ἡ Ζωοδόχος δωρεάς, ἰάσεις τῶν ἀσθενούντων, ὡς Μήτηρ τῆς εὐσπλαγχνίας, ἐξαιτουμένη πᾶσι τὸ μέγα ἔλεος.


Δεν υπάρχουν σχόλια: