Αναζήτηση αυτού του ιστολογίου
Κυριακή 31 Οκτωβρίου 2010
O Όσιος πατήρ ημών Δαβίδ, ο εν Ευβοία ασκήσας, εν ειρήνη τελειούται.
Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Μέγα εὕρατο, Εὔβοια κλέος, τὸν πανένδοξον, Δαβὶδ τὸν θεῖον, ὡς ἱερᾶς ἀρετῆς καταγώγιον, καὶ τοῦ Χριστοῦ ὀπαδὸν ἀληθέστατον, καὶ τῶν Ὁσίων ἁπάντων ἐφάμιλλον. Διὸ Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ὡς ἀστὴρ λαμπρότατος ὤφθης ἐν κόσμῳ, καταυγάζων ἅπαντας τοὺς προσιόντας σοι πιστῶς, Δαβὶδ Πατέρων τὸ καύχημα, τῶν ἰαμάτων τοῖς θείοις χαρίσμασι.
Μεγαλυνάριον.
Χαίροις τῆς Λοκρίδος θεῖος βλαστός· χαίροις τῆς Εὐβοίας, ὁ θερμότατος ἀρωγός· χαίροις ὁ πηγάζων, ἰάσεων τὰ ῥεῖθρα, Δαβὶδ θαυματοφόρε, τοῖς σοὶ προστρέχουσι.
synaxarion.gr
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου