Αναζήτηση αυτού του ιστολογίου

Πέμπτη 4 Δεκεμβρίου 2025

ΠΑΡΑΚΛΗΤΙΚΌΣ ΚΑΝΏΝ.†Είς τον Άγιο Σάββα τον Ηγιασμένο.



🕊️⛪ ΠΑΡΑΚΛΗΤΙΚΌΣ ΚΑΝΏΝ ⛪🕊️
               ÷÷÷÷÷÷÷🕊️📖🕊️÷÷÷÷÷÷÷
🕊️†Είς τον Άγιο Σάββα τον Ηγιασμένο🕊️

        Βοηθὸς ἐν           🌹            ἀνάγκαις                                     
         🤍🌺🕊️         🟡🌺🟡         🤍🌺🕊️
       καὶ θερμὸς           🌹          ἀντιλήπτωρ              

    ἐν περιστάσεσιν,🕊️⛪🕊️ ἐν πόνοις θεραπεία,   
     ἐν λύπαις θυμηδία, καὶ μεσίτης πρὸς Κύριον, 
        γενοῦ ἡμῖν ἀληθῶς, ἡγιασμένε Σάββα.

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου...

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἁγιασθεὶς ἀπὸ παιδὸς θεοφόρε, ἁγιασμὸν καὶ φωτισμὸν καὶ εἰρήνην, καὶ ὀφλημάτων αἴτησαι συγχώρησιν, νόσων ἀπολύτρωσιν, καὶ εἰρήνην ἐν βίῳ πιστῶς προστρέχουσι τῇ ἁγίᾳ σου σκέπη, Σάββα Πατέρων θείᾳ κορωνίς, καὶ τὴν θερμήν σου, αἰτοῦσιν ἀντίληψιν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου...

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστοιχίς·
Ῥῦσαί με στόνων ὅσιε Σάββα. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ῥημάτων ψυχῆς μου τῆς ταπεινῆς, εἰσάκουσον Σάββα, καὶ παράσχου μοι φωτιομόν, καὶ ῥώμην κατὰ τοῦ πολεμίου, ὡς ἀντιλήπτωρ μου Πάτερ καὶ ἔφορος.

Ὑφέρπων δολίως ὁ δυσμενής, προσβάλλει με Πάτερ, καθ’ ἑκάστην δι’ ἡδονές, ἀλλὰ τούτου σύντριψον τὸ θράσος καὶ τὴν ζωήν μου βελτίωσον Ὅσιε.

Στολὴν ἀμαυρώσας τὴν ἱεράν, Θεοῦ ἐμακρύνθην, διὰ πλῆθος ἁμαρτιῶν, ἀλλὰ σὺ γενοῦ μοι ὁδηγία, πρὸς τὸν Χριστὸν καὶ οἰκείωσις Ὅσιε.

Θεοτοκίον.
Ἁγνὴ παρθένε Μῆτερ Θεοῦ, τῇ σῇ εὐσπλαγχνίᾳ, τὴν ψυχήν μου τὴν ἐναγῆ, ἁγίασον ἔργοις ἐναρέτοις, καὶ σεσωσμένον Θεῷ με προσάγαγε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱλασμὸν καὶ εἰρήνην καὶ τῶν παθῶν ἴασιν, καὶ ἐπηρειῶν πολυτρόπων, τὴν ἀπολύτρωσιν, καὶ εἰρηναίαν ζωήν, ἡμῖν ἀπαύστως ἐξαίτει, τοῖς σὲ μακαρίζουσι, Σάββα μακάριε.

Μετανοίας πρὸς τρῖβον καὶ πρὸς ζωὴν κρείττονα, ὡς τῆς πολιτείας τῆς θείας, ἔνθεον ὄργανον, ἡμᾶς ὁδήγησον, ὡς ἂν τῇ σῇ ἀντιλήψει, τοὺς καρποὺς τοῦ Πνεύματος, καρποφορήσωμεν.

Εὐμενῆ ἀρωγόν σε καὶ βοηθὸν ἕτοιμον, Σάββα θεοφόρε πλουτοῦντες, διασῳζόμεθα, πάσης στενώσεως, καὶ πειρασμῶν ἀδοκήτων, Πάτερ τῇ πρεσβείᾳ σου, Χριστὸν δοξάζοντας.

Θεοτοκίον.
Συντριβεῖς ταῖς ἀμέτροις καὶ πονηραῖς πράξεσι, νῦν τὴν παρὰ σοῦ θεραπείαν αἰτοῦμαι Ἄχραντε, ἣν μοὶ πρυτάνευσον, καὶ πρὸς ὁδὸν σωτηρίας ἴθυνόν με δέομαι ὡς ὑπεράγαθος.

Διάσωσον, ἡγιασμένε θεόληπτε πάτερ Σάββα, ἐκ κινδύνων καὶ ἀναγκῶν καὶ κακώσεων, τοὺς τῇ σεπτῇ σου πρεσβείᾳ προσπεφευγότας.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ἁγίαν ζωήν, ἀνύσας ἐκ νεότητος, παθῶν ἐναγῶν καὶ χαμερπῶν προλήψεων, Σάββα θεομακάριστε, καὶ ἁπάσης φαυλότητος λύτρωσαι, τοὺς τὴν σὴν ἐξαιτοῦντας ἀρωγήν, βραβεύων ἡμῖν Πάτερ τὰ κρείττονα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῶν παθῶν μου τὰ κύματα, πράυνον παμμάκαρ, τῇ προστασίᾳ σου, καὶ πρὸς ὅρμον μὲ κυβέρνησον, θείων ἐνταλμάτων Σάββα ὅσιε.

Ὀδυνῶν με ἀπάλλαξον, τῶν κατὰ ψυχὴν καὶ σῶμα ἀοίδιμε, καὶ τὸν νοῦν μου πρὸς ἐγρήγορσιν θείων θελημάτων Πάτερ ἔγειρον.

Νοσημάτων τὴν ἴασιν, καὶ πλημμελημάτων Πάτερ συγχώρησιν, καὶ εἰρήνην καὶ ὁμόνοιαν, αἴτει δωρηθῆναι τοῖς αἰνοῦσί σε.

Θεοτοκίον.
Ὡς Θεὸν σωματώσασα ὑπὲρ νοῦν καὶ λόγον Θεοχαρίτωτε, τὰ τοῦ σώματος μου νέκρωσον, πάθη τὰ ὀλέθρια καὶ σῶσόν με.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νέκρωσον ἡμῶν, ζωηφόροις ἱκεσίαις σου τὰς κινήσεις τῆς σαρκὸς καὶ πρὸς ζωὴν τὴν ἀγήρω, πάτερ Σάββα, ἡμᾶς ἴθυνον.

Ὄμβρησον ἡμῖν, ἰαμάτων Πάτερ νάματα, ἀσθενείαις φλεγομένοις χαλεπαῖς, καὶ φωτὶ τῶν ἀρετῶν ἡμᾶς καταύγασον.

Σώματος δειναῖς ἀῤῥωστίαις ἐταζόμενος τῇ πρεσβείᾳ σου προστρέχω ἐκ ψυχῆς, ἴασαί με, πάτερ Σάββα, καὶ σωθήσομαι.

Θεοτοκίον.
Ἵνα τὴν πολλὴν μεγαλύνω σου χρηστότητα, σκεῦος εὔχρηστόν με ποίησον Χριστοῦ, τὴν ψυχήν μου, Θεοτόκε, καθαγνίζουσα.

ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐκένωσε κατ’ ἐμοῦ ὁ δόλιος, τὴν φαρέτραν τῆς αὐτοῦ κακουργίας καὶ τραυματίσας δεινῶς τὴν ψυχήν μου, πρὸς ἀπογνώσεως βόθρον καθέλκει με, ἀλλὰ σὺ πρόφθασον σοφὲ καὶ τῆς τούτου κακίας με λύτρωσαι.

Συνέχομαι ἡδονῶν τῷ κλύδωνι, καὶ πολλῶν ἁμαρτιῶν τῇ θυέλλῃ ἀλλὰ τῇ σῇ καταφεύγῳ γαλήνη, καὶ ἐκ βαθέων ψυχῆς ἀνακράζω σοι· εἰρήνευσόν μου τὴν ζωήν, καὶ Χριστῷ με κατάλλαξον Ὅσιε.

Ἀκύμαντον ἀληθῶς καὶ ἄκλυστον τὴν πρεσβείαν σου πλουτοῦντες λιμένα, οἱ ἐν θαλάσσῃ πικρὰ τῇ τοῦ βίου, περιστατούμενοι Σάββα ἑκάστοτε, ἀντιπνοιῶν τῶν χαλεπῶν, ἐκλυτροῦνται Χριστὸν μεγαλύνοντες.

Θεοτοκίον.
Βοήθεια κατ’ ἐχθρῶν καὶ σύμμαχος, καὶ γλυκείᾳ προστασίᾳ καὶ σκέπη, Θεοχαρίτωτε ἔσο Παρθένε, τοῖς ἀδιστάκτῳ ψυχὴ προσιοῦσί σοι, τὴν τούτων θραύουσα ἰσχύν, καὶ ἡμᾶς ἀσφαλῶς περιέπουσα.

Διάσωσον, ἡγιασμένε θεόληπτε, πάτερ Σάββα, ἐκ κινδύνων καὶ ἀναγκῶν καὶ κακώσεων, τοὺς τῇ σεπτῇ σου πρεσβείᾳ προσπεφευγότας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμήνευτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστατεύειν ἡμῶν καὶ λυτροῦσθαι ἑκάστοτε, δυσχερείας ἁπάσης καὶ ἐναντιότητος, μὴ ἐλλείπῃς ὡς ἀληθῶς οἷα συμπαθὴς ἐν πεποιθήσει γὰρ στεῤῥά, καταφεύγομεν πιστῶς, τῇ πρεσβείᾳ σου κράζοντες· πρόφθασον πάτερ Σάββα καὶ σκέδασον τὴν μανίαν τὴν καθ’ ἡμῶν τοῦ πονηροῦ, ἵνα πόθῳ σὲ γεραίρωμεν.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κέφ. ια΄. 27 – 30).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ᾄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς, καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χάριτος τοῦ Πνεύματος τῇ ἰσαγγέλῳ ζωὴ σου, πλήρης ἐχρημάτισας, καὶ δαιμόνων ἤλασας τὰ συστήματα ὧν κἀμὲ λύτρωσαι τῶν τεκταινομένων, θερμοτάτη ἀντιλήψει σου, Σάββα μακάριε, πρόθυμον ἀεὶ ἐργαζόμενος, πρὸς ἀρετῶν ἐπίδοσιν, τὴν ἐκλελυμένην καρδίαν μου, ἄφεσιν πταισμάτων, καὶ πάντων τῶν ἐν βίῳ λυπηρῶν, ἀπαλλαγήν μοι δωρούμενος θείαις μεσιτείαις σου.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Βοηθὸς ἐν ἀνάγκαις καὶ θερμὸς ἀντιλήπτωρ ἐν περιστάσεσιν, ἐν πόνοις θεραπεία, ἐν λύπαις θυμηδία, καὶ μεσίτης πρὸς Κύριον, γενοῦ ἡμῖν ἀληθῶς, ἡγιασμένε Σάββα.

Ἀλγεινῶν συμπτωμάτων καὶ δεινῶν συντριμμάτων ἡμᾶς ἐκλύτρωσαι, κινδύνων πολυτρόπων καὶ πάσης δυσπραγίας, τοὺς θερμῶς καταφεύγοντας, τῇ προστασίᾳ τῇ σῇ, ἡγιασμένε Σάββα.

Γνοὺς τὸ θέλημα πάτερ τοῦ Σωτῆρος οὐδόλως τοῦτο ἐτέλεσα, διό με τῆς μελλούσης, δικαίας καταδίκης, τῇ θερμῇ ἱκεσίᾳ σου, ἐκλύτρωσαι δυσωπῶ, ἡγιασμένε Σάββα.

Θεοτοκίον.
Ἐνταλμάτων ἁγίων καὶ σεπτῶν προσταγμάτων πληρωτὴν δεῖξόν με, ἐγείρουσα τὸν νοῦν μου δεινῆς ἐκ ῥαθυμίας πρὸς σπουδὴν ἐγρηγόρσεως, ἵνα ζωῆς ἀληθοῦς, Παρθένε ἐπιτύχω.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥώμην παράσχου, τῇ ἀσθενούσῃ ψυχή μου, καὶ ἱκάνωσον τὸν νοῦν μου Θεοφόρε, ἵνα εὐαρέστως, δουλεύσω τῷ Κυρίῳ.

Ἀπὸ παντοίων ἐπιφορῶν ὀλεθρίων καὶ στενώσεων καὶ πειρασμῶν καὶ νόσων, ἀβλαβεῖς συντηρεῖ, ἡμᾶς Σάββα θεόφρον.

Σωματικῶν σε καὶ ψυχικῶν παθημάτων, ὁ Φιλάνθρωπος, θεραπευτὴν δεικνύει, ὅθεν ἡμᾶς Πάτερ, θεράπευσον κατ’ ἄμφω.

Θεοτοκίον.
Ἰλέωσαί με τὸν σὸν Υἱόν, Θεοτόκε, ὃν ἐλύπησα ἀμέτροις ἁμαρτίαις, καὶ τῆς μετανοίας, φωτὶ καταύγασόν με.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ παύσῃ ἐποπτεύων, Σάββα θεοφόρε, τοὺς ἀκλινῶς ἀπορώντας τῇ σκέπῃ σου, ὡς ἂν ἡσύχιον βίον Πάτερ διάγωμεν.

Οὐράνωσον τὸν νοῦν μου οὐρανίῳ πόθῳ, καὶ τῶν γηίνων τῆς σχέσεως ῥῦσαί με, καὶ τῷ Χριστῷ με οἰκείωσαι, Σάββα ὅσιε.

Ὑδάτων ἀπωλείας ἔλκυσόν με Πάτερ, καὶ πρὸς ζωῆς με τὸ ὕδωρ ὁδήγησον, καὶ σεσωσμένον με Σάββα, Χριστῷ προσάγαγε.

Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου ἐννοιῶν γηίνων, τῇ σῇ λαμπρότητι δεῖξον Πανάχραντε, καὶ ἀναπτέρωσον τοῦτον, πρὸς φῶς τὸ ἄδυτον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἔρωτι τῷ θείῳ ἀπὸ παιδός, Πάτερ τετρωμένος ἠκολούθησας τῷ Χριστῷ, βίῳ ἰσαγγέλῳ καὶ ἀρετῶν τῇ κτήσει, δι’ ὧν ὡς φῶς ἐν κόσμῳ, Σάββα ἐξέλαμψας.

Χαίροις τῶν Ὁσίων κλέος λαμπρόν, χαίροις Μοναζόντων, ὁ ἀλείπτης καὶ ὁδηγός, χαίροις οὐρανίου ζωῆς ὁ ὑποφήτης, ἡγιασμένε Σάββα, Πατέρων καύχημα.

Τύπος καλῶν ἔργων ἀναδειχθεὶς πράξει τὲ καὶ λόγῳ, πρὸς ἀγῶνας θεοειδεῖς, ἀσφαλῶς ἰθύνεις ἀγέλας Μοναζόντων, ἡγιασμένε Σάββα, μεθ’ ὧν τιμῶμέν σε.

Πράξεσιν ἐμπρέπων, ἀσκητικαῖς, λύχνος ἀνεδείχθης διακρίσεως φαεινός, πρὸς γὰρ θεωρίας ἐλλάμψεις ἀνυψώθης, καὶ δωρεῶν ἐπλήσθης, τῶν ὑπὲρ ἔννοιαν.

Πνεύματος δοχεῖον ἀναφανεῖς, πνεύματα διώκεις τὰ ἀκάθαρτα ἰσχυρῶς, ὧν τῆς κακουργίας ἡμᾶς λύτρωσαι Πάτερ, καὶ ὀφλημάτων αἴτει, ἡμῖν συγχώρησιν.

Τῆς ζωῆς τοῦ ξύλου κατατρυφῶν, ἐκ θανατηφόροι, παθημάτων καὶ προσβολῶν, τοῦ ἀντικειμένου καὶ πάσης ἄλλης βλάβης, ἀτρώτους ἡμᾶς τήρει, Σάββα πατὴρ ἡμῶν.

Σκῆνός σου τὸ ἅγιον καὶ σεπτόν, θεοφόρε Σάββα, περιέποντες εὐλαβῶς, τεθησαυρισμένον ἐν Λαύρᾳ φερωνύμῳ, προστρέχοντες ἐν πόθῳ, κατασπαζόμεθα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. δ΄.
Ταῖς τῶν δακρύων σου ῥοαῖς τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστὴρ τῇ Οἰκουμένῃ, λάμπων τοῖς θαύμασι, Σάββα πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχᾶς ἡμῶν.

Ἕτερον. Ἦχος γ΄. Θείας πίστεως.
Τὸ τοῦ Πνεύματος, ἠγιασμένον, σκεῦος Ὅσιε, τρισμάκαρ Σάββα, εὐφημοῦμεν νῦν κυκλοῦντες σὴν λάρνακα, καὶ εὐφροσύνως Χριστῷ ὕμνον ᾄδομεν, χαρισαμένῳ ἡμῖν τὸ σὸν σκήνωμα, ὃν ἱκέτευε πᾶσιν ἡμῖν δωρήσασθαι, συγχώρησιν πταισμάτων καὶ μέγα ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρὸν.
Μέγας ἐν Ὁσίοις πεφηνώς, τῇ συντονωτάτῃ ἀσκήσει, τῆς πολιτείας σου, Σάββα θεοδόξαστε μεγίστης χάριτος, ἀναδέδειξαι ὄργανον ἐντεῦθεν μεγάλων, κινδύνων τε καὶ θλίψεων λυτροῦσαι πάντοτε, πάντας τοὺς πιστῶς προσιόντας, τῇ συμπαθεστάτῃ σου σκέπη, καὶ εἰλικρινῶς σε μακαρίζοντας.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.📿🕊️⛪

Δεν υπάρχουν σχόλια: