Αναζήτηση αυτού του ιστολογίου

Πέμπτη 2 Μαΐου 2024

Τάδε λέγει Κύριος τοῖς Ἰουδαίοις·




Τάδε λέγει Κύριος τοῖς Ἰουδαίοις· Λαός μου τί ἐποίησά σοι, ἢ τί σοι παρηνώχλησα; τοὺς 
τυφλούς σου ἐφώτισα, τοὺς λεπρούς σου ἐκαθάρισα, ἄνδρα ὄντα ἐπὶ κλίνης 
ἠνωρθωσάμην. Λαός μου, τί ἐποίησά σοι, καὶ τί μοι ἀνταπέδωκας; ἀντὶ τοῦ µάννα 
χολήν, ἀντὶ τοῦ ὕδατος ὄξος, ἀντὶ τοῦ ἀγαπᾶν με, σταυρῷ με προσηλώσατε· οὐκέτι 
στέγω λοιπόν, καλέσω μου τὰ ἔθνη, κᾀκεῖνα με δοξάσουσι, σὺν τῷ Πατρὶ καὶ τῷ
Πνεύματι, κᾀγὼ αὐτοῖς δωρήσομαι, ζωὴν τὴν αἰώνιον.
Σήμερον τοῦ Ναοῦ τὸ καταπέτασμα, εἰς ἔλεγχον ῥήγνυται τῶν παρανόμων· καὶ τὰς ἰδίας 
ἀκτῖνας, ὁ ἥλιος κρύπτει, Δεσπότην ὁρῶν σταυρούμενον.
Οἱ νομοθέται τοῦ Ἰσραήλ, Ἰουδαῖοι καὶ Φαρισαῖοι, ὁ χορὸς τῶν Ἀποστόλων βοᾷ πρὸς 
ὑµᾶς. Ἰδε ναός, ὃν ὑμεῖς ἐλύσατε, ἴδε ἀμνός, ὃν ὑμεῖς ἐσταυρώσατε, τάφῳ παρεδώκατε, 
ἀλλ' ἐξουσίᾳ ἑαυτοῦ ἀνέστη. Μὴ πλανᾶσθε Ἰουδαῖοι· αὐτὸς γάρ ἐστιν ὁ ἐν θαλάσσῃ
σώσας, καὶ ἐν ἐρήµῳ θρέψας, αὐτός ἐστιν ἡ ζωὴ καὶ τὸ φῶς, καὶ ἡ εἰρήνη τοῦ Κόσμου.

Δεν υπάρχουν σχόλια: