Αναζήτηση αυτού του ιστολογίου
Σάββατο 1 Μαρτίου 2025
ΑΡΧΉ ΕΣΠΕΡΙΝΟΎ ΘΗΚΑΡΑ ΜΟΝΑΧΟΥ ΠΡΟΣΕΥΧΈΣ 14.ΑΙΩΝΑ.
Ἀρχὴ τοῦ Ἑσπερινοῦ
Εἰς τὸ ἕβδομον Κάθισμα
Μετὰ τὸ ὅλον Κάθισμα τὸ Τρισάγιον
Στιχηρά, ἦχος πλ. δ'
Όταν τίθωνται θρόνοι καὶ ἀνοίγωνται βίβλοι καὶ Θεὸς εἰς κρίσιν καθέζηται, ἢ ποῖος φόβος τότε, ἀγγέλων παρι σταμένων ἐν φόβῳ καὶ ποταμοῦ πυρὸς ἕλκοντος; Τί γένωμαι
τότε ὁ ἁμαρτωλὸς καὶ ῥᾴθυμος Κύριε; Ὅταν δὲ ἀκούσω καλοῦντος σου τοὺς εὐλογημένους τοῦ Πατρὸς εἰς
τὴν βασιλείαν, ἁμαρτωλοὺς δὲ ἀποπέμποντος εἰς κόλασιν,
πῶς ὑποστήσομαι ὁ ἁμαρτωλὸς τὴν φοβερὰν ἐκείνην ἀπόφασιν; Ἀλλὰ μόνε φιλάνθρωπε Σωτήρ, ὁ βασιλεὺς τῶν
αἰώνων, πρίν με τὸ τέλος φθάσει, διὰ τῆς μετανοίας ἐλέησον καὶ διάσωσόν με.
Οἴμοι τάλαινα ψυχή, ἕως πότε τῶν κακῶν οὐκ ἐκκόπτῃ, ἕως πότε τῇ ῥᾳθυμίᾳ κατάκεισαι; Τί οὐκ ἐνθυμῇ τὴν
φοβερὰν ὥραν τοῦ θανάτου, τί οὐ τρέμεις ὅλη τὸ φρικτὸν
βῆμα τοῦ Σωτῆρος; Ἆρα τί ἀπολογήσῃ ἢ τί ἀποκριθήσῃ;
Τὰ ἔργα σου παρίστανται πρὸς ἔλεγχόν σου, αἱ πράξεις
σου ἐλέγχουσι κατηγοροῦσαι. Λοιπὸν ὦ ψυχή, ὁ χρόνος
ἐφέστηκε· δράμε, πρόφθασον· κλαῦσον, βόησον· ἥμαρτον
Κύριε ἥμαρτόν σοι· δέξαι με μετανοοῦντα ὡς τὸν ἄσωτον
υἱὸν καὶ σῶσον με.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Ἐγὼ Παρθένε ἁγία Θεοτόκε τῇ σκέπη σου προστρέχων, οἶδα ὅτι τεύξομαι τῆς σωτηρίας· δύνασαι γὰρ Αγνήbβοηθῆσαι μοι.
Τέλος τῆς Ἀσκητικῆς Ἀκολουθίας
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου