Αναζήτηση αυτού του ιστολογίου

Σάββατο 21 Νοεμβρίου 2026

ΥΜΝΗΣΟΝ ΠΑΡΘΕΝΟΝ...Devoutness!!


ΥΜΝΗΣΟΝ ΠΑΡΘΕΝΟΝ...


Δεῦρο λογισμέ , καρδία καὶ  ψυχή 

Ὕμνησον Παρθένον ,Μαρίαν ἐν ὠδῇ 

Χαῖρε Παναγία λειμὼν ὁ εὐθαλής 

Χαῖρε παντευλόγητε ἡ μύστική λαβίς 

***


Χαῖρε Ἄνασσα πασῶν των ἀνασσών 

Χαίροις προστασία πάντων τῶν πιστῶν 

Χαῖρε ἆσμα ,μόλπος ὁσίων ποιητῶν. 

Χαῖρε ἡ φεραυγὴς ὡραία χελιδών. 

***

Χαῖρε νοητοῦ Ἡλίου ἡ ἀκτίς 

Χαίροις τοῦ ἀδύτου φέγγους ἡ βολίς 

Χαῖρε Παραδείσου Χριστοῦ ἡ ἀνθηδών 

Χαῖρε ἡ πανσθενὴς σκέπη τῶν βροτῶν. 

***



Χαῖρε τοῦ ἐλέους Θεῖε ποταμέ 

Χαίροις τῶν χαρίτων πάντων χορηγέ 

Χαῖρε ἔαρ ἤδυστον το νοητόν 

Χαίρε δρόσος ποθεινὴ ἡ ἐξ’ Ἀερμών. 

***

Χαῖρε θεία κλῖμαξ ἡ του Ἴακωβ 

Χαίροις Μαριὰμ πηγὴ τῶν δωρεῶν 

Χαῖρε τῶν δαιμόνων πτῶσις καὶ φθορά 

Χαῖρε τῶν ἀνθρώπων ἀέναος χαρά !


                                   ***

Μουσική- μέλος-στίχοι : π.Διονύσιος Ταμπάκης

Δεν υπάρχουν σχόλια: