Αναζήτηση αυτού του ιστολογίου

Δευτέρα 30 Μαρτίου 2026

Παρακλητικός Κανών εις τον Νεομάρτυρα ̉Αβραάμιον τόν εκ Βλαχίας Ποίημα του κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου.

 





Αγιος Νεομάρτυς  ̉Αβραάμιος

(1ῃ ̉ Απριλίου)

̒ΟΑγιος Νεομάρτυς  ̉Αβραάμιος καταγόταν ἀπό τήν Βουλγαρία καί ζοῦσε στήν Ρωσία.  ̉Αρχικά ἦταν Μουσουλμάνος, ἀλλά ὅταν ἄκουσε τό κήρυγμα τοῦ Εὐαγγελίου ἀσπάσθηκε τήν  ̉Ορθόδοξη πίστη. ῏Ηταν φιλάνθρωπος καί ἐλεήμων πρός τούς φτωχούς.

   Στήν πόλη Βολγάρα, στίς κατώτερες ἐκβολές τοῦ ποταμοῦ Βόλγα, ὁ ἅγιος  ̉Αβραάμιος ἄρχισε νά μιλάει στούς συμπατριῶτες του γιά τόν ἀληθινό Θεό. Τότε τόν συνέλαβαν ὁμόθρησκοί του καί προσπάθησαν νά τόν ἐξαναγκάσουν νά ἀρνηθεῖ τόν Χριστό. ῾Ο ῞Αγιος, ὅμως, ἔμεινε σταθερός στήν χριστιανική του πίστη. ῎Ετσι, τό ἔτος 1229, τεμάχισαν τόν ῞Αγιο καί ἔπειτα τόν ἀποκεφάλισαν. 

   Οἱ Ρώσοι Χριστιανοί, πού ζοῦσαν στήν πόλη, ἐνταφίασαν τό ἱερό λείψανο τοῦ ῾Αγίου στό χριστιανικό κοιμητήριο.

   ῾Η ἀνακομιδή τῶν ἱερῶν λειψάνων του ἔγινε στίς 6 Μαρτίου τοῦ ἔτους 1230 ἀπό τόν μεγάλο πρίγκιπα τοῦ Βλαντιμίρ Γεώργιο, ὁ ὁποῖος τά ἐναπέθεσε στόν ἱερό ναό τῆς Κοιμήσεως τῆς Θεοτόκου τῆς μονῆς Κνιατζινίν.

   ῾Η μνήμη τοῦ Νεομάρτυρα ῾Αγίου  ̉Αβρααμίου ἐορτάζεται τήν 1ῃ ̉Απριλίου.

 

 

Παρακλητικός Κανών

 εἰς τόν Νεομάρτυρα ̉Αβραάμιον τόν ἐκ Βλαχίας

Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου

 

Ελογήσαντος το Ιερέως, τ Κύριε εσά­κουσον, μεθ̉ τ Θες Κύριος (τετράκις) κα τ ξής:

 

῾Ο ὑψωθεὶς ἐν τῷ Σταυρῷ… Ἦχος δʹ.

Τὸν στρατιώτην τοῦ Χριστοῦ δεῦτε πάντες, τῶν  ̉Ορ­θοδόξων οἱ χοροὶ καὶ προσπέσωμεν, ἐν κατα­νύξει κράζοντες ἐκ μέσης ψυχῆς, ῥῦσαι,  ̉Αβραάμιε,  ̉Ορθοδοξίας ἡ δόξα, ἡμᾶς τοὺς σοὶ προστρέχο­ντας ἐκ ποικίλων κινδύνων, ταῖς πρὸς Χριστὸν λιταῖς σου, θαυμαστέ, σὺ γὰρ ὑπάρχεις πιστῶν καταφύγιον.

 

Δόξα Πατρὶ...  ̉ Απολυτίκιον. Ἦχος αʹ. Θείας πίστεως.

Σκεύος χάριτος τοῦ Παρακλήτου,* σὲ ἀνέδειξε Τριὰς ῾Αγία,* ζηλωτὴς τῶν  ̉Αποστόλων γενόμενος,* καὶ κατασπείρας τὰ θεία διδάγματα,* μαρτυρικῶς τὸν ἀγῶνα τετέλεκας.*  ̉Αβραάμιε ἔνδοξε,* Χριστὸν τὸν Θεὸν ἱκέτευε,* δωρήσασθαι ἡμῖν, πταισμάτων ἄφεσιν.

 

Καὶ νῦν… Θεοτοκίον.

Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστεί­ας σου λαλεῖν οἱ  ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐ­στα­σο πρεσβεύουσα,* τς ἡμᾶς ἐῤῥύσατο ἐκ το­σού­των κιν­δύ­νων;* Τς δὲ  διεφύλαξεν  ἔως  νῦν  ἐ­λευθέ­ρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ  σοῦ˙* σοὺς  γὰρ  δούλους  σώζεις* ἀεὶ, ἐκ  παντίων  δει­νῶν.

῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος[1].

 

ᾨδὴ αʹ. ῾Υγρὰν διοδεύσας...

Τὰς χείρας μου αἴρω ἱκετικάς,*  ̉Αβραὰμιε μάρτυς,* καὶ αἰτοῦμαι σὴν ἀρωγήν,* ἣν παράσχου ἐμοὶ τῷ ἀχρείῳ,* ἵνα Χριστὸν δοξάζω, ἀξιάγαστε.

 

Χριστόν καθικέτευε, ἀθλητά,* δεόμεθα πάντες,* οἱ προστρέχοντες ἐπί σε,* ὅπως παράσχῃ ἡμῖν λιταῖς σου,* χαράν, ὑγιείαν καί τέλη ἀνώδυνα. 

 

Φιλάνθρωπον Κύριον καὶ Θεὸν,* ἡμῶν τῶν ἀνθρώ­πων,* καθικέτευε ἐκτενῶς,* δεόμεθα πίστει, Νεομάρτυς,* ὅπως ῥυσθῶμεν ἐκ νόσων καὶ θλί­ψεων.

 

Θεοτοκίον.

Εἰρήνευσον οἴκους σῶν ἱκετῶν,* ὡς καί τήν πατρίδαν,* σοῦ δεόμεθα ταπεινῶς,* καί πᾶσι σύ δώρησον εὐχαῖς Σου,* ὑπομονήν καί ταπείνωσιν, ῎Αχραντε.

 

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος…

Τοῦ πυρὸς τὴν μανίαν, λιταῖς σου κατάσβεσον,* ἀ­γρούς, Νεομάρτυς,* καὶ οἰκίας, σὺ διαφύλαττε,* ἵ­να ὑμνοῦμεν  σὲ,* τὸν τοῦ Χριστοῦ στρατιώ­την,* τῶν πιστῶν τὸ στήριγμα, καὶ καταταφύγιον.

 

῾Ικετεύω σέ, μάρτυς, τὸν σκοτασμὸν ἅρπασον,* καὶ τήν τῆς ψυχῆς ἀθυμίαν σὺ ἀποδιωξον.* Δί­δου ἀ­παύστως, σεμνέ,* τῷ σοὶ πιστῶς προσδραμό­ντι,* ὑγι­είαν ἀκλόνητον, μάκαρ  ̉Αβραάμιε.

 

Τοῦ καρκίνου τὸ πάθος, σὺ ἀφ̉  ἡμῶν δίωξον,* τῇ σῇ κραταιᾷ μεσιτεία,* Νεομάρτυς  ̉Αβραάμιε,* καὶ δί­δου πᾶσι, σοφέ,* τὴν ψυχῆς ἠρεμίαν* καὶ χαρὰν τοῦ Πνεύ­μα­τος, ἀδιατάρακτον.    

 

Θεοτοκίον.

̉Ορθοδόξων ἐδείχθης, καταφυγή, Δέσποινα,* καὶ τῶν μοναζόντων τὸ κλέος, Θεομακάριστε,* τῶν ἀσθενοῦντων ἀεὶ,* σὺ ἰατρὸς καὶ προστά­της* καὶ χη­ρῶν ὑπέρμαχος, ἀκατανίκητος.

 

Διάσωσον, ἀπὸ κινδύνων ἱκέτας σου, Νεομάρτυς,* ὅ­τι πάντες δεητικῶς, εἰς σὲ καταφεύγο­μεν,* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία. 

 

̉̉Επίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτό­κε,* ἐ­πὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κά­κωσιν* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

 Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ὁ Χορός τὸ  Κάθισμα. Ἦχος βʹ. Πρεσβεία θερμὴ...

Πρεσβείαν τὴν σὴν, κατέχοντες, φιλόχριστε,* πα­γίδων πολλῶν, λυτρούμεθα ἱκέτες σου.*  ̉Εκτε­νῶς βοῶμεν σοι,  ̉Αβραάμιε, τάχος πρόφθασον* καὶ ἐκ κινδύνων ῥύσασθαι ἡμᾶς,* ὁ μέγας προστάτης τῶν τι­μῶντων σε.

 

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.

Σὺ τὴν γλῶσσαν μου φύλαξον,* ἐκ τῆς κατακρί­σε­ως, Θεοδόξαστε,* καὶ τὸ στόμα μου διάνοιξον,* τοῦ δοξάζειν, Κτίστην τὸν τοῦ σύμπα­ντος.

 

Τοὺς πολέμους κατάπαυσον,*  ̉Αβραάμιε παμμάκαρ,* πιστῶν τὸ στήριγμα,* καὶ εἰρήνην ταῖς ἱκέταις σου,* παράσχου, μάρτυς πανευωδέστατε.

 

Τὰς ἰώσεις θεράπευσον* καὶ τοὺς ποικίλους ὄγκους τάχος ἴασον,* σοῦ δεόμεθα, πανένδοξε,* καὶ ὑγεί­αν δίδου τοῖς ἱκέταις σου.

 

Θεοτοκίον.

̉Εκ τροχαίου προστάτευσον,* τὸν ἱκέτην, Δέ­σποινα Θεονύμφευτε,* καὶ τοὺς εἰς Σὲ καταφεύγο­ντας,* ὑ­γιείαν δίδου, Παναμώμητε. 

 

ᾨδὴ ε’. Φώτισον ἡμᾶς…

Δίδου τοῖς πιστοῖς,* ὑγιείαν, Θεοδόξαστε,* καὶ τῶν νοσοῦντων γίνου θεραπευτής,* μαρτύρων κλέος,* καὶ τῶν πιστῶν καταφύγιον.

 

Κύριον θερμῶς,* καθικέτευε,  ̉Αβραάμιε,* ὅπως παράσχῃ ἡμῖν ὑπομονὴν,* ὡς καὶ εἰρήνην* τοῖς οἴκοις ἡμῶν, πανθαύμαστε.

 

Πάντας τοὺς πιστοὺς,* ἐντρυφήσαι καταξίωσον,* ἐν ταῖς Γραφαῖς,  ̉Αβραάμιε θαυμαστέ,* καὶ βιῶσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.

 

Θεοτοκίον.

Νόσων ἰατρὸς,* ἀνεδείχθης, Θεοδόξαστε,* διὸ σοι πάντες προσφεύγομεν θερμῶς,*  καὶ  ἐξαιτοῦμεν παρασχεῖν ἡμῖν μετάνοιαν.

 

ᾨδὴ στ’. Τὴν δέησιν ἐκχεῶ…

Θανάτου, τοῦ αἰφνιδίου ῥῦσαί με,* καὶ ἐκ πασῶν τῶν συμφορῶν, Θεοφόρε,* καταφυγὴ σὺ εἶ ἡμῶν τῶν ἀλγούντων,* σὺ καὶ λιμὴν ἀνεδείχθης ἀκύμαντος,* σοῦ δέομαι θαυματουργέ,* ἐκ παντοίας ἀνάγκης με λύτρωσαι.

 

Νεότης σὺ καταφεύγει, ἔνδοξε,* καὶ θερμῶς σὲ ἱ­κετεύει ἀπαύστως,* ῥῦσαι, παμμάκαρ  ̉Αβραάμιε,* τάχος, ἐκ τῶν ποικίλων λοιμώξεων ἅπαντας,* καὶ Κύ­ριον τῶν οὐρανῶν,* καί τῆς γῆς καταπράϋνον δέομαι.

 

̉Εκ βλάβης τῶν φρενῶν διαφύλαττε,*  ̉Αβραάμιε, τοὺς ἱκέτας σου τάχος,* καὶ ἐκ ποικίλων παγίδων ἀ­παύστως,* ἃς ὁ ἐχθρὸς ἐξυφαίνει διάσωσον,* δεόμε­θα γονυκλινῶς, Νεομάρτυς, ἡμεῖς οἱ ἀνάξιοι.

 

Θεοτοκίον.

Πανάχραντε,  ̉Ορθοδόξους φύλαττε,* καὶ διά­σωζε ἐκ πάσης κακίας,* καὶ ἐν τῇ πίστει ἡμῶν ἀλ­λοδόξους,* τάχος ὁδήγησον πάντες δεόμεθα,* τοὺς δὲ Ποιμένας ἀκραιφνεῖς,* ὁδηγοὺς ἱκετῶν Σου ἀνάδει­ξον.

 

Διάσωσον, ἀπὸ κινδύνων ἱκέτας σου, Νεομάρτυς,* ὅ­τι  πάντες  δεητικῶς, εἰς σὲ  καταφεύγομεν,* ὡς ἔ­χοντι τῷ Θεῷ παῤῥησία. 

 

῎Αχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύ­τως,* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα,* δυ­σώ­πησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Καὶ πάλιν Δέησις ὑπὸ τοῦ ῾Ιερέως  καὶ τὸ Κοντάκιον.  Ἦχος β´. Προστασία...

Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυ­ντος,* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθετος˙* μὴ πα­ρίδῃς, ἁμαρτωλῶν δεήσεων φωνάς,* ἀλλὰ σπεῦ­σον σύ, θαυματουργέ,* εἰς τὴν βοή­θειαν ἡ­μῶν τῶν πι­στῶς δεομένων σου˙* δέχου ἡμῶν πρεσβείαις,* καὶ ῥῦ­σε ἐκ τῶν κινδύνων,  ̉Αβραάμιε σοφέ,* ἰσχυρὸν, τῶν  ̉Ορθοδό­ξων κατα­φύγι­ον. 

 

Καὶ εὐθὺς τὸ Προκείμενον.  Ἦχος δ´.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.  (δίς)

 

Στίχος: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος…

῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι  ἡμᾶς …

῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)

῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν….

῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.

῾Ο ῾Ιερεύς: ̉Εκ τοῦ κατὰ ̉Ιωάννην.(Κεφ. ιεʹ17-27, ιςʹ 1-2)…

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

 

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς˙ ταῦτα ἐντέλ­λομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κό­σμος ὑ­μᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίση­κεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδι­ον ἐφίλει˙ ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελε­ξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑ­μᾶς ὁ κό­σμος. Μνημονεύετε τοῦ λό­γου οὗ ἐγὼ εἶ­πον ὑμῖν˙ οὐκ ἔστι δοῦλος μεί­ζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐ­δίωξαν, καὶ ὑμᾶς διώ­ξουσιν˙ εἰ τὸν λόγον μου ἐτή­ρησαν, καὶ τὸν ὑμέ­τερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσου­σιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴ­δασι τὸν πέμ-ψα­ντά με. Εἰ μὴ ἦλθον καὶ ἐλά­λησα αὐ­τοῖς, ἁμαρτίαν οὐκ εἶχον˙ νῦν δὲ πρόφασιν οὐκ ἔχου­σι περὶ τῆς ἁ­μαρ­τίας αὐτῶν. ῾Ο ἐμὲ μισῶν καὶ τὸν πατέ­ρα μου μι­σεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πε­ποίη­κεν, ἁμαρτίαν οὐκ εἶ­χον˙ νῦν δὲ καὶ ἑω­ράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου.  ̉Αλλ' ἵνα πλη­ρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νό­μῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. ῞Οταν δὲ ἔλθῃ ὁ παράκλη­τος, ὃν ἐγὼ πέμ­ψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦ­μα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκ­πορεύεται, ἐκεῖ­νος μαρτυρή­σει περὶ ἐμοῦ˙ καὶ ὑμεῖς δὲ μαρ­τυρεῖτε, ὅτι ἀπ' ἀρ­χῆς μετ̉ ἐμοῦ ἐστε. Ταῦτα λελάλη­κα ὑμῖν, ἵνα μὴ σκανδαλι­σθῆτε.  ̉Αποσυ­ναγώγους ποιήσουσιν ὑ­μᾶς˙ ἀλλ̉  ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑ­μᾶς  δόξῃ  λα­τρείαν  προσφέρειν τῷ Θεῷ.

῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.

 

Δόξα Πατρὶ καὶ Υἱῷ…

Ταῖς τοῦ  ̉Αβρααμίου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λει­ψον τὰ πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.

 

Καὶ νῦν καὶ ἀεὶ…

Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξά­λειψον τὰ πλήθη,* τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...

Μὴ ἐγκαταλείπης με, τῶν  ̉Ορθοδόξων προ­στάτα, καὶ πιστῶν τὸ στήριγμα, ἀλλὰ δέξαι δέη­σιν τοῦ ἱκέτους σου˙ θλῖψις γὰρ ἔχει με, φέρειν οὐ δύνα­μια, ἀρχεκάκου τὰ τοξεύματα˙ σκέπην οὐ κέ­κτημαι, οὐδὲ ποῦ πρσφύγω, Πανά­ριστε, πά­ντοθεν πολεμούμε­νος, καὶ παραμυθί­αν οὐκ ἔχω πλὴν σου. Σπεῦ­σον, Νεομάρτυς, καὶ γίνου  σὺ  προ­στάτης  καὶ  φρουρὸς, καὶ  βακτηρία ἀκλόνητος, τῶν πιστῶν  ̉Αβραάμιε.

 

῾Ο ῾Ιερεύς: Σῶσον ὁ Θεός τόν λαόν σου…

῾Ο χορός: Κύρει, ἐλέησον (δωδεκάκις)

῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς …

 

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...

Τοῦ σεισμοῦ τὴν μανία,* καταπαύει ὁ Πλάστης,  ̉Αβραάμιε ἔνδοξε,* διὸ πιστῶν τὰ πλήθη,* αἰτοῦσι σαῖς πρεσβεῖαις,* καὶ γονυκλινῶς σοῦ  δέονται,* τὸν  Ζωο­δότην Χριστόν,* εὐμένισον λιταῖς Σου.

 

̉Ε κ πειρασμῶν καὶ κινδύνων,* καὶ ἀνάγκης καὶ θλίψεως ἐλευθέρωσον˙* καὶ ἐκ νόσου τοῦ καρκίνου,* σὺ φύλαττε δέομαι,* τοὺς ἐν πίστει κραυγάζοντας˙* ὁ τῶν Πατέρων ἡμῶν,* Θεὸς εὐλογητὸς εἶ.

 

Λειτουργούς τοῦ ῾Υψίστου,* Νεομάρτυς  ̉Αβραάμιε,* σοῦ δεόμεθα, παράσχου ὑγιείαν,* ταπείνωσιν κα ῥῶσιν,* ἵνα πάντες κραυγάζωμεν˙* ῾Ο τῶν Πατέ­ρων ἡμῶν,* Θεός, εὐλογητὸς εἶ. 

 

Θεοτοκίον.

Θεοτόκε Παρθένε,* πρὸς σὲ πίστει προσέρχο­μαι ὁ ἀνάξιος,* καὶ χείρας μου σοι αἴρω,* καὶ πόθῳ ἀ­νακράζω,* ἀποδήμους διάσωσον,* ἐκ τῶν χειρῶν πει­ραστοῦ,* καὶ τῶν αἰρετιζόντων.     

 

ᾨδὴ η’. Τὸν Βασιλέα…

Τὰς ἐπιθέσεις, τοῦ ἀοράτου Βελίαρ,* φυγαδεύεις πρεσβείαις σου, μάκαρ,* καὶ τοὺς ἐν ἀνάγκαις,*  ̉Αβραάμιε, κουφίζεις.

 

Τὸν Βασιλέα, καὶ Ποιητὴν τῶν ἁπάντων,* καθικέ­τευε,  ̉Αβραάμιε μάρτυς,* ὅπως τοῖς ποθοῦσι,* παράσχῃ τέκνα τάχος.

 

Τὴν νεολαίαν, ἐξ ἐθισμῶν ὀλεθρίων,* σὺ διάσω­σον,  ̉Αβραάμιε, τάχος,* καὶ φύλαττε, μάρτυς,* ἐκ πλά­νης δι­αβόλου. 

 

Θεοτοκίον.

Τὴν ἀνεργίαν, Παρθενομήτωρ Μαρία,* σαῖς λι­ταῖς, ἐξ ῾Ελλάδος,* ὁ Πλάστης ἐκδιώκει˙* διὸ δο­ξάζομέν σε.

 

ᾨδὴ θʹ. Κυρίως Θεοτόκον...

Παθῶν μου τὴν μανίαν,* νέκρωσον, Θεόφρον,* καὶ τοῦ νοὸς μου τὴν ζάλην κατεύνασον,* ἵνα ἀπαύστως δοξάζω σε,*  ̉Αβραάμιε ἔνδοξε.

 

Πηγὴ τῶν ἰαμάτων,* ὄντως ἀνεδείχθης,* καὶ δωρημάτων κρουνὸς ὁ ἀκένωτος,* διὸ σὲ ἱκετεύομεν,* σκέπε ἱκέτας σου.

 

Τοὺς ὄγκους θεραπεύεις,* ὡς καὶ τὰς ἰώσεις,* διὸ σοι πάντες προσφεύγουσι πίστει  θερμῶς,* καὶ  παρὰ σου ἐξαιτοῦσι,* ὑγείαν ἔνδοξε.

 

Θεοτοκίον.

̉Εκ τῆς ὑπεροψίας,* φύλαττε, Παρθένε,* τοὺς  ἱκέτας Σου δεόμεθα πάντες θερμῶς,* καὶ ἐκ παθῶν ἐφαρμάτων,* ἡμᾶς προστάτευσον.

 

Καὶ εὐ­θὺς τὰ πα­ρόν­τα Με­γα­λυ­νά­ρια.

῎Α ξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν σε τὴν Θεο­τόκον,* τὴν ἀειμακάριστον καὶ παναμώ­μη­τον,* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιω­τέ­ραν τῶν Χε­ρουβεὶμ,* καὶ ἐνδοξοτέραν ἀσυγκρί­τως τῶν Σε­ρα­φείμ,*  τὴν  ἀδιαφθόρως  Θεὸν Λό­γον τε­κοῦ­σαν,* τὴν ὄ­ντως Θεοτόκον* σὲ μεγαλύνομεν

 

Χαίροις, τῶν νοσοῦντων ὁ ἰατρὸς,* καὶ τῶν ἐν ἀνάγκαις,* καταφύγιον ἰσχυρόν˙* χαίροις, τῆς ῾Ρωσίας,* ἀγλάϊσμα τὸ νέον* καὶ τῶν πιστῶν τὸ κλέος,* ̉Αβραάμιε ἔνδοξε.

 

Δόξα ἐκκλησίας καὶ χαρμονή,* Μάκαρ, ἀνεδείχθης,* καὶ προπύργιον τῶν πιστῶν,* καὶ τῆς νέολαίας,* προστάτης σύ κατέστεις,*  ̉Αβραάμιε θεόφρων,*  ̉Αγγέλων

σύσκηνε.

 

̉Ορφανῶν προστάτης καὶ βοηθός,* πεινόντων τροφέας,* καὶ ἀνέργων καταφυγή,* μάκαρ ἀνεδείχθης,* διὸ σὲ θεοφόρε,* δοξάζομεν ἀπαύστως,* καὶ ὕμνους μέλπομεν.

 

῎Ελαβες τὴν χάριν παρὰ Θεοῦ,*  ̉Αβραάμιε μάρτυς,* θεραπεύειν τοὺς ἀσθενεῖς,* διὸ οἱ νοσοῦντες σοῦ δέονται ἀπαύστως,* καὶ πίστει ἐκζητοῦσι* τὴν θεραπείαν τους. 

 

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυ­ρίου,*  ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ἅγιοι Πά­ντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σωθῆναι ἡμᾶς.

 

῾Ο Χορὸς τὸ Τρισάγιον, Πάτερ ἡμῶν... ὁ Ἱερεύς: Ὅ­τι Σοῦ… καὶ τ

̉̉̉Απολυτίκιον. Ἦχος αʹ. Θείας πίστεως...

Σκεύος χάριτος τοῦ Παρακλήτου,* σὲ ἀνέδειξε Τριὰς ῾Αγία,* ζηλωτὴς τῶν  ̉Αποστόλων γενόμενος,* καὶ κατασπείρας τὰ θεία διδάγματα,* μαρτυρικῶς τὸν ἀγῶνα τετέλεκας.*  ̉Αβραάμιε ἔνδοξε,* Χριστὸν τὸν Θεὸν ἱκέτευε,* δωρήσασθαι ἡμῖν,* πταισμάτων ἄφεσιν.

 

Δέησις ὑπὸ τοῦ ῾Ιερέως καὶ ἡ μικρὰ ἀπόλυσις. Τῶν  πιστῶν  ἀσπαζομένων  τὰς εἰκόνας  ψάλ­λομεν:

῞Οτε ἐκ τοῦ ξύλου... ῏Ηχος βʹ.

Πάντων σὺ προστάτης καὶ φρουρὸς,* καὶ τῶν σωτηρίαν ποθούντων,* σὺ βοηθὸς ἀσφαλής,* ἄλλον γὰρ οὐκ ἔχομεν,* τῶν  ̉Ορθοδόξων πληθύς,* πρεσβευτὴν ἀκατάβλητον,* καὶ μέγαν μεσίτην,* οἱ κατατρυχόμενοι ὑπὸ ποικίλων παθῶν,* κλέος ἀνεδείχθης καὶ δόξα,* διό σοι προσπίπτωμεν πόθῳ,* πάντες οἱ Ὀρθόδοξοι,  ̉Αβραάμιε.

 

῏Ηχος πλ. δʹ.

Δέσποινα, πρόσδεξαι,* τὰς δεήσεις τῶν δούλων σου,* καὶ λύτρωσαι ἡμᾶς,* ἀπὸ πάσης ἀνάγκης  καὶ θλίψεως.

 

῏Ηχος βʹ.

Τὴν πᾶσαν ἐλπίδα μου,* εἰς σὲ ἀνατίθημι,* Μῆ­τερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

῾Ο Ἱερεύς: Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν,...

 



[1] Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν:Αγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευ­ταῖα: Δό­ξα Πατρὶ…, Καὶ νῦν…

Δεν υπάρχουν σχόλια: